1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

232

τούτων παραπλησίοις ἐξεταζομένη, διὸ ταπεινὴν καὶ ἀκατάστατον αὐτὴν ὠνόμασεν. εἶτ' ἐπιλέγει· οὐ παρεκλήθης· οὐδεὶς γὰρ ἦν τῶν προφητῶν οὐδὲ τῶν θεοφιλῶν ἀνδρῶν τοσοῦτος ὡς ἀναλαβεῖν αὐτὴν καὶ ἀνακτήσασθαι. ἀλλ' εἰ καὶ μηδεὶς ταῦτά φησιν ἔπραξεν ἐπὶ σοί, ἀλλ' ἰδοὺ ἐγὼ αὐτὸς ἑτοιμάζω σοι ἄνθρακα τὸν λίθον σου, ἀνθ' οὗ ὁ Σύμμαχος· ἰδοὺ ἐγώ φησι συντίθημι στίμει τοὺς λίθους σου, ὁ δὲ Θεοδοτίων· ἰδοὺ ἐγὼ ἐμβαλῶ ἐν στίμει τοὺς λίθους σου. ὡς γὰρ ἂν γυνὴ καλλωπιζομένη «στιμίζοιτο τοὺς ὀφθαλμούς», οὕτως αὐτὸς ἐγώ φησιν ὑπὲρ πάντα ὡραϊσμὸν καὶ καλλωπισμὸν τοὺς τῆς σῆς οἰκοδομῆς λίθους διαθήσω, κατὰ δὲ τοὺς Ἑβδομήκοντα ἄνθρακα λίθον τίμιον ἑτοιμάσει αὐτῇ λέγεται. μήποτε δὲ ὁ ἄνθραξ οὗτος τὸ καθάρσιον αἰνίττεται τῆς ψυχῆς, ἐπεὶ καὶ «τὸ ἓν τῶν σεραφεὶμ τοῦ προφήτου Ἠσαΐου τῷ ἄνθρακι τῷ ἀπὸ τοῦ θυσιαστηρίου ἐκάθηρε τὰ χείλη». ἀλλὰ πάντα μὲν τὸν τῆς οἰκοδομῆς σου λίθον τοιοῦτον, δηλαδὴ κεκαθαρμένον φησὶ παρασκευάσειν ὡς μηδένα λίθον τῆς οἰκοδομῆς εἶναι ἀκάθαρτον, τὰ δὲ θεμέλιά σου ἀπὸ λίθου σαπφείρου συνθήσω. διὸ κατὰ τοὺς λοιποὺς εἴρηται· καὶ θεμελιώσω σε ἐν σαπφείροις. Ἀλλὰ καὶ τὰς ἐπάλξεις σου ἀπὸ λίθου ἰάσπιδος οἰκοδομήσω, ἢ κατὰ τὸν Σύμμαχον· καὶ ποιήσω καρχηδόνιον τὰς οἰκίας σου καὶ τὰς πύλας σου λίθους γλυφῆς, κατὰ δὲ τοὺς Ἑβδομήκοντα· καὶ τὰς πύλας σου λίθους κρυστάλλου καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτούς. ταῦτα δὲ πάντα νοήσομεν ψυχὰς τιμίας καὶ πολυτελεῖς, ἀφ' ὧν οἰκοδομήσειν ὁ θεὸς ἐπαγγέλλεται τὸ θεοσεβὲς πολίτευμα. σαπφείρῳ δὲ αὐτοὺς ἀπεικάζει διὰ τὸ ἐοικέναι τῷ οὐρανίῳ χρώματι τὸν σάπφειρον. καὶ τούτων δὲ τὴν πολιτείαν οὐράνιον γεγονέναι καὶ ἀγγελικήν, ὡς διδάσκει λέγων ὁ Παῦλος· «ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει». εἴρηται δὲ καὶ παρὰ τῷ προφήτῃ Ἰεζεκιὴλ ὁ τόπος ὁ «ὑπὸ τὸν θρόνον τοῦ θεοῦ ὡς σάπφειρος». οὗτοι δὴ οὖν «οἱ προφῆται πάντες καὶ οἱ ἀπόστολοι θεμέλιοί» τινες ἦσαν τοῦ θεοσεβοῦς πολιτεύματος εὐπαγεῖς καὶ «ἑδραῖοι» «σαπφείροις» ἀφωμοιωμένοι διὰ «τὸ οὐράνιον πολίτευμα» καὶ διὰ τὸ «φορεῖν» «τὴν εἰκόνα τοῦ ἐπουρανίου». διὸ εἴρηται· καὶ θήσω τὰ θεμέλιά σου σάπφειρον. καὶ αἱ ἐπάλξεις δὲ τῆς νέας ταύτης καὶ καινῆς Ἰερουσαλὴμ ἴασπις ἦν λίθος, ἢ καρχηδόνιος κατὰ τὸν Σύμμαχον, ἐξαίρετός τις ἦν καὶ διαφανής. τοιοῦτοι δ' ἂν εἶεν οἱ ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ λογικῇ παρασκευῇ τὴν πίστιν ὠχυρωμένοι ὥσπερ προμαχῶνες ὄντες τοῦ θεοσεβοῦς πολιτεύματος διὰ τὸ δύνασθαι «πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ» «καθαιρεῖν» καὶ διελέγχειν πάντα ψευδῆ λόγον τὸν τῆς ἀληθείας πολέμιον· ὥσπερ γὰρ ἐπὶ τῶν τειχῶν αἱ ἐπάλξεις προμαχῶνές εἰσιν ἐπὶ παρασκευῇ τῆς πρὸς τοὺς πολεμίους παρατάξεως παρεσκευασμένοι, οὕτω καὶ τῆς ἐκκλησίας οἱ ἐν λόγῳ καὶ σοφίᾳ δυνατοὶ λεχθεῖεν ἂν εἰκότως ἐπάλξεις. τούτοις συγκαταλέγει ἑτέρους ἀφομοιῶν αὐτοὺς λίθοις κρυστάλλου, δι' ὧν τὰς πύλας τῆς πόλεως συστήσεσθαι θεσπίζει τὸ διαυγὲς καὶ καθαρὸν τῆς ὑγιοῦς πίστεως παριστῶν τῶν πεπιστευμένων τὴν πρώτην καὶ στοιχειώδη καὶ εἰσακτικὴν διδασκαλίαν. ἐπὶ τούτοις τὸν περίβολον τῆς νέας τοῦ θεοῦ πόλεως ἐκ λίθων ἐκλεκτῶν θήσειν ἐπαγγέλλεται· τοιοῦτοι δ' ἂν εἶεν οἱ περιφράττοντες καὶ ἀντὶ παντὸς ἕρκους ἀσφαλιζόμενοι διὰ τῶν πρὸς τὸν θεὸν εὐχῶν τὴν πᾶσαν οἰκοδομὴν τῆς πόλεως καὶ τὰ μὲν τῆς πόλεως μεγάλα καὶ πολυτελῆ καὶ ἔντιμα οἰκοδομήματα. Τοιαῦτα τὰ δὲ λοιπὰ πλήθη τῶν τὴν εἰρημένην πόλιν οἰκησόντων θεὸν αὐτὸν ἐπιγράψονται διδάσκαλον· τοῦτο γὰρ παρίστησι τὸ λόγιον φῆσαν· καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς θεοῦ· ὁ γὰρ εἰπὼν ἐν Εὐαγγελίοις· «μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὑμῶν διδάσκαλος ἐν τοῖς οὐρανοῖς». διδακτοὺς θεοῦ ἀποτελέσει τοὺς υἱοὺς τῆς πάλαι «στείρας», ἀλλὰ καὶ ἐν πολλῇ εἰρήνῃ ἔσεσθαι αὐτῆς τὰ τέκνα. τοῦτο γὰρ αὐτοῖς ἐπηγγείλατο εἰπών·