1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

233

«εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν». Οἷς ἐπιλέγει· καὶ ἐν δικαιοσύνῃ οἰκοδομηθήσῃ· κατὰ γὰρ τὸ δικαιότατον αὐτὸς ὁ τῶν ὅλων οἰκοδόμος, ἡ σοφία τοῦ θεοῦ, «τοὺς ζῶντας» καὶ εὐπαγεῖς «λίθους» προσάπτων τῇ οἰκοδομῇ τοὺς μὲν ἐπάλξεις ἐποίει, τοὺς δὲ θεμελίους κατεβάλλετο, τοὺς δὲ ἐν τοῖς περιβόλοις κατέταττε, καὶ τοὺς μὲν ἀφώριζεν εἰς τὸν νεὼν τῆς πόλεως, τοὺς δὲ εἰς τὰ ἐνδοτάτω τοῦ ναοῦ, τοὺς δὲ τὴν λοιπὴν πόλιν ἐκόσμει. διὸ λέλεκται· καὶ ἐν δικαιοσύνῃ οἰκοδομηθήσῃ· καὶ τὰ μὲν παρὰ τοῦ θεοῦ ἐπηγγελμένα τῇ ἐκκλησίᾳ αὐτοῦ, τοιαῦτα ἑξῆς δὲ τῇ αὐτῇ διαστέλλεται λέγων· ἀπέχου ἀπὸ ἀδίκου καὶ οὐ φοβηθήσῃ, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι· τὰ μὲν γὰρ προϋπάρξαντά σοι ἐξ ἐμῆς χάριτος ἔσται, τοιαῦτα εἰ δὲ ἀγωνιᾷς μήποτε ἐπίστη σοι φόβος ἔκ τινος πολεμίων ἐπιθέσεως. θάρσει τῷ ἐμῷ παραγγέλματι· εἰ γὰρ τάδε ποιήσειας, οὐκ ἔσται σοι τάδε, εἰ δὲ μὴ φυλάξειας τὸ παράγγελμα, σαυτὴν ἐπιμέμφου φόβοις ἀνθρωπίνοις περιπεσουμένη. διὸ μαρτύρομαί σοι καί φημι· ἀπέχου ἀπὸ ἀδίκου καὶ οὐ φοβηθήσῃ, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι, ἀλλὰ καὶ μενούσῃ παρ' ἐμοὶ καὶ θεοσεβούσῃ κατὰ τὸν πρέποντα λόγον προσήλυτοί σοι προσελεύσονται, οὐκ ἄνευ τῆς ἐμῆς βουλῆς· δι' ἐμοῦ γὰρ καὶ οὗτοι παροικήσουσι. εἴποις δ' ἂν προσηλύτους μετὰ τὰ προλεχθέντα τῆς ἐκκλησίας τάγματα τοὺς οὐ γνησίως οὐδὲ καθαρῶς προσβάλλοντας ἐν τοῖς πλήθεσιν· οὓς καὶ παροικήσειν, ἀλλ' οὐ κατοικήσειν φησὶν αὐτὴν διὰ τὸ ὡς ἐν παρόδῳ ποιεῖσθαι αὐτοὺς τὴν εἴσοδον. διὸ λέλεκται τοῖς καλλίστοις· ἰδοὺ προσήλυτοί σοι προσελεύσονται δι' ἐμοῦ καὶ παροικήσουσί σοι καὶ ἐπὶ σὲ καταφεύξονται· ὡς γὰρ καταφυγῆς δεόμενοι προσέρχονται οἱ τοιοῦτοι, οἱ μὲν προστασίας, οἱ δὲ ἐπικουρίας δεόμενοι, οἱ δὲ ἑτέρας ὑποθέσεως ἕνεκεν, ὅθεν καὶ προσηλύτους ἀπεκάλεσε καὶ παροικήσειν αὐτοὺς εἶπε προσφυῶς τῇ τῶν ἀνδρῶν προαιρέσει. Καὶ ταῦτα πάντα ἐγώ φησιν αὐτὸς ὁ κύριος ποιήσω, ἐπειδὴ καὶ αὐτός σου γέγονα κτίστης «ἐπὶ τὴν πέτραν οἰκοδομήσας μου τὴν ἐκκλησίαν», καὶ ἔκτισά σε οὐ τέχνῃ τινὶ ἀνθρωπίνῃ, θεϊκῇ δὲ καὶ ἀρρήτῳ χάριτι. διὸ καί φημι· ἰδοὺ ἐγὼ ἔκτισά σε, οὐχ ὡς χαλκεὺς φυσῶν ἄνθρακας καὶ ἐκφέρων σκεῦος εἰς ἔργον· τὰ μὲν γὰρ ἀνθρώπινα ἐπισκευάσματα καὶ ἐξ ἀνθρωπίνης σπουδῆς συνιστάμενα τοιαῦτά τινα τυγχάνει. διὸ καὶ εἰς φθορὰν χωρεῖ καὶ εἰς ἀπώλειαν, τὸ δὲ ἐμὸν ἔργον ἀδιάφθορον πέφυκε. διό φημι· ἐγὼ δὲ ἔκτισά σε, οὐκ εἰς ἀπώλειαν, οὐδὲ εἰς τὸ φθεῖραι πᾶν σκεῦος σκευαστὸν ἐπὶ σέ· οὐδὲν γὰρ τοιοῦτον εὑρεθήσεται ἐπὶ τοῦ ἐμοῦ ἔργου ὡς διαφθεῖραι αὐτὸ καὶ ἀπολέσαι. ἀλλὰ καὶ πᾶσα φωνή φησιν, ἥτις ἀναστήσεται, καὶ πᾶς ὁ βουλευόμενος διακριθῆναι πρὸς σέ, ἡττηθήσεται, καὶ ἐπιλέγει· πάντας αὐτοὺς ἡττήσεις. ἑξῆς τούτοις εἴρηται· ἔστι κληρονομία τοῖς θεραπεύουσι κύριον, σφόδρα ἀκολούθως· μετὰ γὰρ τὰ προλεχθέντα πάντα ἐχρῆν ὑπομνῆσαι καὶ τῆς ὑποκειμένης ἐν τῷ μέλλοντι αἰῶνι κληρονομίας. τίς δ' ἂν γένοιτο αὕτη ἀλλ' ἢ ἡ βασιλεία τῶν οὐρανῶν; τὸ δὲ λεγόμενον παρὰ τοῖς Ἑβδομήκοντα· οἱ δὲ ἔνοχοί σου ἔσονται ἐν αὐτῇ οὔτε ἐν τῷ Ἑβραϊκῷ φέρεται οὔτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς. τούτοις ἑξῆς ἐπιλέγεται· καὶ ὑμεῖς ἔσεσθέ μοι δίκαιοι, λέγει κύριος, ὅπερ συνῆπται κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς τοῖς προτέροις. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· αὕτη ἡ κληρονομία μου τῶν δούλων κυρίου, καὶ ἡ δικαιοσύνη αὐτῶν παρ' ἐμοῦ, φησὶ κύριος. 2.44 Ἡ μετὰ χεῖρας προφητεία εἰς αὐτὸν ἀναπέμπει τὸν Χριστὸν τοῦ θεοῦ φάσκουσα· Οἱ διψῶντες, πορεύεσθε ἐφ' ὕδωρ. εἶτα τὴν χάριν τὴν διὰ τοῦ σωτῆρος προῖκα δωρηθεῖσαν ἀνθρώποις αἰνιττομένη φησί· καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, πορευθέντες ἀγοράσατε καὶ πίετε ἄνευ ἀργυρίου. ἀντὶ δὲ τοῦ· καὶ τιμῆς οἴνου καὶ στέαρ, ἵνα τιμᾶσθε ἀργυρίου ὁ Σύμμαχος καὶ ἄνευ ἀλλάγματος οἶνόν φησι καὶ γάλα, καὶ ὁ Ἀκύλας δὲ ὁμοίως οἶνον καὶ γάλα ἡρμήνευσεν, ὡς μὴ μόνον ὕδωρ, ἀλλὰ καὶ οἶνον καὶ γάλα