234
ἐπαγγέλλεσθαι τὸ λόγιον τοῖς διψῶσιν. ὕδωρ μὲν οὖν «ἀπὸ τῆς πηγῆς τοῦ σωτηρίου» δηλοῖ τὸ εὐαγγελικὸν κήρυγμα, οἶνον δὲ καὶ γάλα τὸ μυστήριον αἰνίττεται τῆς ἐν Χριστῷ ἀναγεννήσεως· «οἱ» γὰρ «ἐξ ὕδατος καὶ πνεύματος ἀναγεννώμενοι» «ὡς ἀρτιγέννητα βρέφη» «τῷ λογικῷ» τρέφονται «γάλακτι» καὶ τοῦ τῆς καινῆς διαθήκης μεταλαμβάνουσιν οἴνου. χρὴ δὲ μὴ ἀγνοεῖν, ὅτι κατὰ τὸν παλαιὸν τοῖς ἐν Χριστῷ ἀναγεννωμένοις γάλα μυστικὸν προσεφέρετο μετὰ τοῦ σώματος καὶ τοῦ αἵματος τῆς καινῆς διαθήκης· φασὶ δὲ εἰσέτι καὶ νῦν τουτὶ τὸ ἔθος ἔν τισιν ἐκκλησίαις σῴζεσθαι, πλὴν εἰ καὶ μὴ σωματικῶς κατὰ γοῦν τὴν διάνοιαν τὸ αἷμα τοῦ Χριστοῦ τὸ μυστικὸν καὶ ἀντὶ οἴνου καὶ ἀντὶ γάλακτος τοῖς καταξιουμένοις τῆς ἐν Χριστῷ ἀναγεννήσεως προσφέρεται. εἰ δὲ κατὰ τοὺς Ἑβδομήκοντα λέγοιτο καὶ στέαρ τὸ πῖον καὶ λιπαρὸν καὶ τρόφιμον τῆς ἐν Χριστῷ πνευματικῆς τροφῆς αἰνίττεται, ὃ καὶ αὐτὸ πάλιν ὁ σωτὴρ ἐδήλου λέγων· «ἐὰν μὴ φάγητέ μου τὴν σάρκα καὶ πίητέ μου τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς». ὥσπερ οὖν ἐκεῖ τὴν σάρκα οὕτως ἐνταῦθα τὸ στέαρ ὠνόμασεν καὶ ὡς ἐκεῖ τὸ αἷμα, οὕτως ἐνταῦθα τὸν οἶνον, δι' ὧν τὸ μὲν στέαρ καὶ ἡ σὰρξ τὴν ἔνσαρκον αὐτοῦ οἰκονομίαν δηλοῖ, ὁ δὲ οἶνος καὶ τὸ αἷμα τὸ μυστήριον τοῦ πάθους σημαίνει. ταῦτ' οὖν τοῖς διψῶσι τῆς ἐν θεῷ σωτηρίας ἀμισθὶ παρέξειν καὶ προῖκα δωρήσασθαι ἐπαγγέλλεται. ∆ιὰ τί δὲ καταναλίσκετε τὸν μόχθον ὑμῶν, περὶ ἕτερα ἀσχολούμενοι, ἐξ ὧν οὐκ ἔστι ψυχὴν τραφῆναι οὐδ' εἰς πλησμονὴν ἀπολαῦσαι τροφῆς. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· διὰ τί ἵστατε ἀργύριον οὐχ ὑπὲρ ἄρτων καὶ τοὺς κόπους ὑμῶν οὐχ ὑπὲρ πλησμονῆς; νοήσεις δὲ τοὺς ἀργυρίου ἐξωνουμένους τὸν τῆς ψυχῆς ἄρτον ἐπιστήσας τοῖς χρήματα προσάγουσι τοῖς λογικήν τινα διδασκαλίαν ἐπαγγελλομένοις «σοφοῖς τοῦ αἰῶνος τούτου» ἢ καὶ τοῖς τὴν τῶν Ἰουδαϊκῶν ἀναγνωσμάτων παράδοσιν μισθοῦ πιπράσκουσι τοῖς μαθητευομένοις. ἑξῆς τούτοις παρακαλεῖ τὰ ὦτα κλῖναι διὰ τοῦ συνεῖναι καὶ τὰς τῆς ψυχῆς ἀκοὰς ὑπηκόους παρασχεῖν τοῖς λεγομένοις. διό φησιν· ἀκούσατε καὶ φάγεσθε ἀγαθά, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν· πρὸς γὰρ τοῖς προτέροις καὶ ἑτέρων ἀγαθῶν ἐλπίδα καὶ τρυφὴν ἔνθεον τεταμιεῦσθαί φησι ταῖς τῶν ὑπηκόων ψυχαῖς. οὐ γὰρ τοῖς σώμασι, διαρρήδην δὲ ταῖς ψυχαῖς τὴν «τῶν μελλόντων ἀγαθῶν» δόσιν προβάλλεται. Οἷς προστίθησι λέγων· προσέχετε τοῖς ὠσὶν ὑμῶν καὶ ἐπακολουθήσατε ταῖς ὁδοῖς μου, κατὰ δὲ τὸν Σύμμαχον· κλίνατέ φησι τὸ οὖς ὑμῶν καὶ ἔλθετε πρός με, ἀλλὰ καὶ εἰσακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν, καὶ ταῦτα πάντα ταῖς ψυχαῖς ἐπαγγέλλεται. εἶτα προτρέψας διὰ τούτων καὶ διεγείρας τὰς ἀκοὰς ἄρχεται διδασκαλίας φάσκων· καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια ∆αυὶδ τὰ πιστά· ἡ μὲν γὰρ παλαιὰ διαθήκη πρόσκαιρος οὖσα παρῆλθε καὶ τέλος εἴληφεν. ἐπεὶ δὲ πολλαχοῦ τῶν γραφῶν ἐπαγγελίαι τῷ ∆αυὶδ ἐδόθησαν ἐκ «σπέρματος» αὐτοῦ προελεύσεσθαι τὸν Χριστὸν τοῦ θεοῦ, συγκροτήσαντες ἑαυτοὺς ἀκούσατε τὸν περὶ τούτων λόγον· εὖ ἴστε γάρ, ὅτι ἐὰν ἐπιδῶτε ἑαυτοὺς τοῖς ἐμοῖς λόγοις, κἀγὼ τῆς ὑπακοῆς καρπὸν ὑμῖν παρέξω. ἣν πεποίημαι πρὸς τὸν ∆αυὶδ ἐπαγγελίαν, ταύτην ὑμῖν χαριούμενος· διαθήσομαι γοῦν ὑμῖν «τὴν καινὴν διαθήκην», ἥτις ἔσται οὐ κατὰ τὴν Μωσέως πρόσκαιρος, διαρκὴς δὲ καὶ αἰώνιος καὶ μέχρι συντελείας τοῦ παντὸς διαμενεῖ. καὶ τὰ ὅσια ∆αυίδ, ἃ ἐπηγγειλάμην αὐτῷ, πιστὰ ποιήσω ἐπαληθεύσας μου τὰς ἐπαγγελίας. Εἶτ' ἐπειδὴ προγνωστικὸν ἦν τὸ προφητικὸν πνεῦμα καὶ τοῦ μέλλοντος προορατικόν, οὐκ ἠγνόησεν, ὡς τὰς φωνὰς ταύτας καθέξουσι μὲν παρ' ἑαυτοῖς Ἰουδαῖοι, οὐ μὴν ἕξουσί τι πλέον ἐξ αὐτῶν πρὸς ψυχῆς ὠφέλειαν. διὸ στρέφει τὸν λόγον ἐπὶ τὰ ἀλλόφυλα καὶ ἀλλογενῆ ἔθνη, οἷς καὶ ἐπαγγελίας ὑπισχνεῖται δώσειν αὐτοῖς ῥήμασι φάσκων· ἰδοὺ μαρτύριον ἔθνεσιν ἔδωκα αὐτόν, ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν. ἔθνη, ἃ