235
οὐκ οἴδασί σε, ἐπικαλέσονταί σε, καὶ λαοί, οἳ οὐκ ἐπίστανταί σε, ἐπὶ σὲ καταφεύξονται ἕνεκεν κυρίου τοῦ θεοῦ σου τοῦ ἁγίου Ἰσραήλ, ὅτι ἐδόξασέ σε. ἀναπέμπει δὴ διὰ τούτων τοὺς ἐντυγχάνοντας ἐπὶ τὸν διὰ τῶν ἔμπροσθεν δεδηλωμένον, ἐν οἷς εἴρηται· «ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι, συνήσουσι», καὶ τό· «εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος»· «αὐτὸν» οὖν ἐκεῖνόν φησι, περὶ οὗ ταῦτα πάντα λέλεκται· μαρτύριον τοῖς ἔθνεσιν ἔδωκα. διὸ καὶ εὐηγγελιζόμην «τὴν στεῖραν τὴν πάλαι μὴ τίκτουσαν καὶ τὴν μὴ ἐσχηκυῖαν τὸν ἄνδρα τὴν σκηνὴν ἑαυτῆς ἐκτεῖναι καὶ πλατῦναι» παρεκελευόμην, ἐπειδὴ γὰρ τὸ ἐπηγγελμένον ἀπὸ τῶν ἁμαρτιῶν τοῦ λαοῦ μου ταῦτα συνέβη παθεῖν. εἰκότως μαρτύριον αὐτὸν οὐ τῷ Ἰουδαίων λαῷ, ἀλλὰ πᾶσι τοῖς ἔθνεσιν ἔδωκα καὶ ἄρχοντα καὶ προστάσσοντα ἔθνεσι· δῆλον γὰρ ἐμοὶ τῷ θεῷ, ὅτι πάντα μᾶλλον ὑπακούσεται αὐτῷ τὰ ἔθνη ἢ ὁ ἐκ περιτομῆς λαός. τὸ δὲ μαρτύριον αὐτοῦ τὸ κήρυγμα ἦν τὸ περὶ αὐτοῦ, ὥσπερ οὖν αὐτὸς ἐδίδαξεν εἰπών· «δεῖ κηρυχθῆναι τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσιν». εἶτα εἰς αὐτοῦ πρόσωπον τοῦ προφητευομένου ἀναφωνεῖ τὸ πνεῦμα λέγον· ἔθνη, ἃ οὐκ οἴδασί σε, ἐπικαλέσονταί σε, καὶ λαοί, οἳ οὐκ ἐπίστανταί σε, ἐπὶ σὲ καταφεύξονται. ταῦτα δὲ πάντα γενήσεταί φησιν ἕνεκεν κυρίου τοῦ θεοῦ σου τοῦ ἁγίου Ἰσραήλ, ὅτι ἐδόξασέ σε. Ἑξῆς παρακελεύεται ἐπιζητεῖν τὸν κύριον συνάπτων τῷ προστάγματι ἐπαγγελίαν εὑρέσεως. διό φησι· Ζητήσατε τὸν κύριον καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε αὐτόν. εἶτα παραινεῖ λέγων· ἐπειδὰν εὑρήσητε αὐτὸν πλησίον ὑμῶν ἑστῶτα καὶ μὴ μακράν που ἀπῳκισμένον, ὡς ἂν ἐνώπιον ἑστῶτες αὐτοῦ τὸν βίον τὸν ἑαυτῶν κατορθώσατε. καὶ ἐπειδήπερ τοῖς ἔθνεσι τοῖς ἀθέοις καὶ ἀσεβέσι πάλαι πρότερον οὖσι ταῦτα προσφωνεῖ, ἀκολούθως παραινεῖ λέγων· ἐπειδὰν ἐγγίσῃ ὑμῖν ὁ κύριος, ἀπολιπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς αὐτοῦ. καλὴ γὰρ ἡ μετάνοια καὶ ἡ ἀπὸ τῶν κακῶν ἀναχώρησις. εἰ γὰρ καὶ ἀθεράπευτα εἶναι νομίζετε τὰ καθ' ἑαυτούς, κἂν ᾖ ἀπεγνωσμένα ὡς ἐν ἀνθρώποις, ἀλλ' οὐ καὶ παρ' ἐμοὶ ἀνίατα καὶ ἀθεράπευτα· πολὺς γάρ εἰμι τοῦ ἀφιέναι. Οὐ γάρ εἰσιν αἱ βουλαί μου ὡς αἱ βουλαὶ ὑμῶν οὐδ' ὥσπερ αἱ ὁδοὶ ὑμῶν τῶν ἀνθρώπων, οὕτως καὶ αἱ ἐμαὶ κρίσεις καὶ αἱ ὁδοί, λέγει κύριος. ὥσπερ γὰρ ὑψηλὸς ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ὑψωθήσονται αἱ ὁδοί μου παρὰ τὰς ὁδοὺς ὑμῶν καὶ οἱ λογισμοί μου παρὰ τοὺς λογισμοὺς ὑμῶν. ὃν τρόπον γὰρ κατέβη ὁ ὑετὸς καὶ ἡ χιὼν ἀπὸ τοῦ οὐρανοῦ ἐκεῖ οὐχ ὑποστρέψει, ἀλλ' ἐκμεθύσει τὴν γῆν καὶ ἐκτοκήσει τὴν γῆν καὶ βλαστῆσαι αὐτὴν ποιήσει καὶ δώσει σπέρμα τῷ σπείροντι καὶ ἄρτον τῷ ἐσθίοντι, οὕτως ἔσται ὁ λόγος μου, ὃς ἐξελεύσεται ἐκ τοῦ στόματός μου, οὐχ ὑποστρέψει πρός με κενός, ἀλλ' ἐὰν ποιήσῃ ὅσα ἠθέλησα, καὶ ἐὰν κατορθώσῃ ὅσα ἀπέστειλα αὐτόν. ταῦτα πάντα εἰς πίστωσιν τῆς ἐπαγγελίας, ἧς πεποίηται πρὸς τὸν ἀσεβῆ καὶ τὸν ἄνομον τὸν ἐξ ἐθνῶν ἐπιστρέφοντα εἰπὼν σαφῶς παρέστησε τὸν «ἐν ἀρχῇ» θεὸν «λόγον» ἄνωθεν ἐκ τοῦ πατρὸς κατιόντα δίκην ὑετοῦ καὶ χιόνος ἐπὶ τῷ καταβήσεσθαι εἰς ἀνθρώπους, ἐφ' ᾧ τε τὰς ψυχὰς αὐτῶν ἀρδεῦσαι καὶ καρποφορῆσαι ποιῆσαι. καὶ τὴν ἐπάνοδον δὲ αὐτοῦ τὴν πρὸς τὸν πατέρα δεδήλωκε φήσας· οὐχ ὑποστρέψει πρός με κενός, ἀλλ' ἐὰν ποιήσῃ ὅσα ἠθέλησα, καὶ ἐὰν κατορθώσῃ ὅσα ἐνετειλάμην αὐτῷ· ἐπὰν γὰρ ταῦτα πρότερον ποιήσῃ, τότε πρός με ὑποστρέψει. εἰ δὲ λέγοιτο ἐκ στόματος τοῦ Χριστοῦ ἐξιέναι, οὐ χρὴ λόγον σημαντικὸν κατὰ τὸν παρ' ἡμῖν προφορικὸν νομίζειν εἶναι αὐτόν, ἐπεὶ μηδὲ στόμα τῷ θεῷ σωματικὸν ἀντίος προσάψειε μὴ τοῦ καθεστῶτος ἐκπεσὼν λογισμοῦ. πῶς δ' ἂν ἄλλου λόγος ἀνυπόστατος ἐκπέμπεται καὶ κατέρχεται καὶ ποιήσας τινὰ καὶ κατορθώσας πάλιν ὑποστρέψει πρὸς τὸν ἀποστείλαντα, ἀλλὰ γὰρ ταῦτα σαφῶς συνᾴδει ταῖς εὐαγγελικαῖς διδασκαλίαις, δι' ὧν ὁ θεὸς λόγος