236
εἰσάγεται ἐκ τοῦ πατρὸς ἀποστελλόμενος καὶ τὰς ἐν ἀνθρώποις οἰκονομίας ἐκτελῶν καὶ πάλιν ἀνιὼν πρὸς τὸν πατέρα. Μετὰ ταῦτα ἡ προφητεία πρὸς τοὺς ἐξ ἐθνῶν τῷ σωτηρίῳ λόγῳ προσιόντας φησίν· ἐν γὰρ εὐφροσύνῃ ἐξελεύσεσθε καὶ ἐν χαρᾷ διδαχθήσεσθε· ἐξελεύσεσθε μὲν γὰρ ἀπὸ τῆς πατροπαραδότου πλάνης, τεύξεσθε δὲ διδασκαλίας τῆς κατὰ τὸ σωτήριον εὐαγγέλιον, ὃ δὴ καὶ χαρᾶς ἐνθέου ποιητικὸν ὑμῖν ἔσται. ὁ δὲ Σύμμαχος· ἐν εὐφροσύνῃ ἐξελεύσεσθε καὶ ἐν εἰρήνῃ ὁδηγηθήσεσθε. εἶτά φησι· τὰ ὄρη καὶ οἱ βουνοὶ νεμηθήσονται ἔμπροσθεν ὑμῶν ἐν ἀγαλλιάσει, καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ κροτήσει χειρί, δι' ὧν οἶμαι δυνάμεις θείας συγχαιρούσας τοῖς ἐπὶ γῆς μετανοοῦσι δηλοῦσθαι, ὃ δὴ καὶ ὁ σωτὴρ ἐδίδαξεν εἰπὼν «χαρὰν ἔσεσθαι» «ἐν οὐρανοῖς ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι». ξύλα δὲ ἀγροῦ ἐπικροτοῦντα κλάδοις τάχα που αἱ καρποφόροι εἶεν ἂν ψυχαὶ συγχαίρουσαι ταῖς τῶν ἀνόμων ψυχαῖς ἐπιστρεφούσαις πρὸς τὸν θεόν. σημεῖα γοῦν παρεῖχον χαρᾶς διὰ τοῦ κροτεῖν τοῖς κλάδοις, ἀλλὰ καὶ ἀντὶ τῆς στοιβῆς φησιν ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη. ἀλληγορικῶς δὲ καὶ διὰ τούτων ᾐνίττετο τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω τῶν ψυχῶν καρποφορίαν· αἳ πάλαι μέν, ὅτ' ἦσαν ἐν ἀθεότητι, οὐδὲν γόνιμον οὐδὲ τρόφιμον ἔφερον· ὡς ἐν ἐρήμῳ δὲ καὶ χέρσῳ καὶ ἀγεωργήτῳ χώρᾳ στοιβὴν ὕλης ἀχρήστου καὶ κόνυζαν τὴν δυσωδεστάτην καὶ ἄχρηστον παντελῶς βοτάνην ἔφυον. νῦν δ' ὅτε τῆς θείας μετέσχον χάριτος. μυρσίνην εὐωδεστάτην καὶ τὴν ὑψηλοτάτην καὶ πάλιν εὐώδη κυπάρισσον ἐκαρποφόρουν. κατὰ δὲ τὸν Σύμμαχον· ἀντὶ στοιβῆς φησιν ἀναβήσεται βράθυ, ἀντὶ δὲ τῆς κνίδης ἀναβήσεται μυρσίνη, ὡσεὶ σαφέστερον ἐλέγετο· ἀντὶ κακίας ἀναβήσεσθαι δικαιοσύνην καὶ ἀντὶ ἀκολασίας σωφροσύνην καὶ ἀντὶ θράσους ἀνδρείαν καὶ ἀντὶ ἀφροσύνης φρόνησιν καὶ ἁπαξαπλῶς ἀντὶ πονηρίας ἀρετήν. πρὸς τούτοις ἕτερόν τι θαυμάσιον ἐπαγγέλλεται τοῖς ἐπὶ τὸν θεὸν ἐπιστρέψασιν ἔθνεσιν· ἔσται γάρ φησι κύριος αὐτοῖς εἰς ὄνομα καὶ εἰς σημεῖον αἰώνιον καὶ οὐκ ἐκλείψει. καὶ τίς οὐκ ἂν ἐκπλαγείη τοῦ λόγου τὸ ἀποτέλεσμα ὁρῶν καθ' ὅλης τῆς οἰκουμένης ἀπὸ τοῦ Χριστοῦ τοῦ θεοῦ Χριστιανοὺς προσαγορευομένους; καὶ τοῦτο αὐτοῖς ἔσεσθαι σημεῖον αἰώνιον τῆς παρὰ τῷ θεῷ σωτηρίας τὸ ἐπιγράφεσθαι τὸ τοῦ κυρίου ὄνομα, ὅπερ αὐτοῖς εἰς αἰῶνα παραμενεῖ καὶ οὐκ ἐκλείψει πώποτε· «ἀμεταμέλητα γὰρ τὰ χαρίσματα τοῦ θεοῦ τυγχάνει». 2.45 Ἐπειδὴ ὁ Ἰουδαίων λαὸς μηδὲν ἀγαθὸν πράσσων μηδὲ φυλάσσων κρίσιν μηδὲ ποιῶν δικαιοσύνην ὥσπερ τι μέγα χαριζόμενος τῷ θεῷ τὴν τοῦ σαββάτου μόνην περιεῖπεν ἡμέραν, εἰκότως ὡς πρὸς αὐτοὺς φάσκει· Ἀκούσατε, ὦ οὗτοι, ἐπειδὴ τὰ ἀναγκαῖα παραλείποντες τὴν τοῦ σαββάτου ἡμέραν οἴεσθε δεῖν φυλάττειν καὶ τοῦτ' εἶναι τὸ κατόρθωμα τῆς θεοσεβείας, προσήκει μὴ ἀγνοεῖν ὑμᾶς, ὅτι δεῖ πρῶτον ἁπάντων φυλάσσειν κρίσιν καὶ ποιεῖν δικαιοσύνην· ὁ γὰρ ταῦτα ποιῶν τοῦ παρὰ θεοῦ μακαρισμοῦ γένοιτ' ἂν ἄξιος. σὺν τούτοις δὲ καὶ τὰ σάββατα μὴ βεβηλοῦν ἀναγκαῖον· ὅπερ ἔσται εἰ τὰς ἑαυτῶν χεῖρας καθαρὰς πάσης ἀτόπου πράξεως διατηρήσετε. εἰ δὲ ταῦτα μὴ πράττοντες ἐπὶ σχολῆς καὶ ἀργίας διάγοιτε τὴν τοῦ σαββάτου ἡμέραν, ἴστε τὸ μηθὲν ποιοῦντες. Εἶτα καὶ τοὺς παρ' αὐτοῖς προσηλύτους ἀλλοφύλους μὲν καὶ ἀλλοτρίους τοῦ γένους ὄντας συναφθέντας δὲ τῷ λαῷ διὰ τοῦ τῷ θεῷ προσεληλυθέναι προσκαλεῖται. καὶ προτρέπει τοῦ τῆς θεοσεβείας ἔχεσθαι λόγου διδάσκων μὴ μέγα φρονεῖν Ἰουδαίων παῖδας ἐπὶ τῷ γένει μηδ' ἐπὶ τοῖς προπάτορσι σεμνύνεσθαι. διὸ εἴρηται κατὰ τὸν Σύμμαχον· μὴ λεγέτω ὁ υἱὸς τοῦ ἀλλοτρίου προσκολληθεὶς πρὸς κύριον λέγων Χωρισμῷ χωρίσει με κύριος ἀπὸ τοῦ λαοῦ αὐτοῦ. ἐπεὶ δὲ καὶ τὴν πολυπαιδίαν εὐλογίαν θεοῦ ἡγοῦντο εἶναι Ἰουδαῖοι, μισθόν τε καὶ καρπὸν θεοσεβείας τὴν πολυτεκνίαν ὑπολαμβάνοντες, ἀναστέλλων αὐτῶν καὶ ταύτην τὴν