237
δόξαν, ἐσφαλμένην τε οὖσαν ἐλέγχων ἀγόνοις καὶ μὴ δυνατοῖς παιδοποιεῖν διὰ τὸ ἐκτετμῆσθαι τὴν νῦν ὑπισχνεῖται ἐπαγγελίαν μηδὲν ἐμποδὼν ἔσεσθαι τοῖς εὐνούχοις φάσκων πρὸς τὸ τυχεῖν τῶν παρὰ θεῷ ἀγαθῶν, εἰ ζῆν κατὰ θεὸν προέλοιντο. διόπερ καὶ τοῖς εὐνούχοις τοῖς ἐοικόσι κατὰ τὴν τοῦ σώματος ἀτεκνίαν ἀκάρπῳ ξύλῳ τὴν ἴσην τῷ Ἰσραὴλ ὑπογράφει ἐλπίδα· εἰ γὰρ φυλάξαιντο καὶ οὗτοι τὰ προλεχθέντα πάσης μὲν ἀδικίας ἀποσχόμενοι διὰ δὲ τῶν κατὰ θεὸν ἔργων τὸν τῷ θεῷ ἀρεστὸν μετιόντες βίον πρὸς τῷ φυλάττειν τὸν ἀκριβῆ περὶ τῶν σαββάτων νόμον τεύξασθαι καὶ αὐτοὺς τῶν ἐπηγγελμένων. ἀκριβῶς γοῦν διαστέλλεται καὶ ἐπὶ τούτων πρὸς τῷ φυλάττειν τὰ σάββατα προσήκειν αὐτοὺς φάσκειν ἐκλέγεσθαι, ἅπερ ἐγὼ θέλω, ἀλλ' οὐ τὰ σάββατα θέλω φησί. διὸ κατ' ἀρχὰς ἔφασκον τῆς βίβλου· «τὰς νουμηνίας ὑμῶν καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι». διόπερ εἰ καταδέξαιντο, ἃ ἐγὼ θέλω, καὶ ἀντέχοιντο τῆς ἐμῆς διαθήκης, ἣν παρεδείκνυον ἀρτίως λέγων φυλάσσεσθαι δεῖν κρίσιν καὶ ποιεῖν δικαιοσύνην, καί· μακάριος ἀνὴρ ὁ ποιῶν ταῦτα καὶ ἄνθρωπος ὁ ἀντεχόμενος αὐτῶν καὶ ὁ διατηρῶν τὰς χεῖρας αὐτοῦ μὴ ποιεῖν ἀδίκημα· πῶς γὰρ οὐ μακάριος τοιαύτας εἰληφὼς τὰς ἐπαγγελίας; ταῦτα γὰρ ἦν ἃ θέλω, ἅπερ εἰ πράττοιεν οἱ προσήλυτοι καὶ οἱ εὐνοῦχοι, οὐδὲν ἂν λυπήσειεν αὐτοὺς καὶ τὸ φυλάττειν τὰ σάββατα τῆς τοῦ νόμου παραγγελίας εἵνεκα. Τοῖς μὲν οὖν εὐνούχοις τοῖς τῶν λελεγμένων φύλαξι καρπὸν ὡς ἐν ἀνθρώπων διαδοχῇ μηδένα κεκτημένοις ἀντὶ πάσης πολυτεκνίας δώσειν ἐπαγγέλλεται ἐν τῷ οἴκῳ καὶ ἐν τῷ τείχει αὐτοῦ τόπον ὀνομαστόν, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· χεῖρα καὶ ὄνομα βέλτιον υἱῶν καὶ θυγατέρων, καὶ ὄνομα δὲ αἰώνιον δώσω φησὶν αὐτοῖς, ὃ οὐκ ἐξαρθήσεται· ὥσπερ γάρ ποτε «τῷ Ἰακὼβ ὄνομα» ἐδωρησάμην «Ἰσραὴλ» αὐτὸν προσειπὼν ἀντὶ τοῦ Ἰακώβ, ἔργῳ δὲ ποιήσας αὐτὸν ἄνθρωπον θεωρὸν θεοῦ, οὕτω γὰρ μεταλαμβάνεται εἰς τὴν Ἑλλάδα φωνὴν ὁ Ἰσραὴλ ἑρμηνευόμενος ἄνθρωπος ὁρῶν θεόν, οὕτως καὶ τοῖς κατὰ σάρκα ἀτέκνοις, εἰ θεοσεβεῖν προέλοιντο, παρέξω ὄνομα, ὅπερ ὑπάρξει αὐτοῖς ὑπὲρ πᾶσαν πολυπαιδίαν. εἰ δὲ καὶ κατὰ τὴν σωτήριον διδασκαλίαν «εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίασαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν», ἀκόλουθον ἂν εἴη καὶ περὶ τούτων ἔτι μᾶλλον νοῆσαι, ὅπως εἴρηται τό· δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστόν· εἰ γὰρ «πολλαὶ μοναὶ παρὰ τῷ πατρί», καὶ ἔστι «πόλις θεοῦ Ἰερουσαλὴμ ἐπουράνιος» καὶ τόπος αὐτοῖς εἴσω τοῦ οἴκου τοῦ θεοῦ «ἐν ταῖς πολλαῖς μοναῖς», δοθήσεται καὶ μερὶς ἐν τῷ τείχει «τῆς ἐπουρανίου τοῦ θεοῦ πόλεως». καὶ ὄνομα δὲ τοῖς αὐτοῖς δοθήσεται κρεῖττον υἱῶν καὶ θυγατέρων, ἢ κατὰ τὸν Ἀκύλαν· καὶ ὄνομα ἀγαθὸν παρὰ υἱοὺς καὶ θυγατέρας, ὄνομα αἰώνιον δώσω αὐτοῖς. διὰ τούτων οἶμαι τὴν Ἰουδαίων δόξαν ἀπελέγχειν τὸν λόγον, ἐπειδὴ θεοφιλεῖς ἑαυτοὺς ἐνόμιζον εἶναι ἐπὶ τῇ πολυτεκνίᾳ· ἐν ταύτῃ γὰρ ὑπελάμβανον εἶναι τὴν εὐλογίαν τοῦ θεοῦ. Τοῖς δ' ἐξ ἐθνῶν προσηλύτοις, εἰ τὰ προλεχθέντα φυλάττοιεν καὶ μὴ μόνον δουλεύειν τῷ θεῷ, ἀλλὰ δὴ καὶ ἀγαπᾶν αὐτὸν προθέμενοι εἶεν καὶ ἀντέχεσθαι τῆς διαθήκης αὐτοῦ, καὶ τούτους εἰσάξειν ἐπαγγέλλεται εἰς τὸ ὄρος τὸ ἅγιον αὐτοῦ, εὐφρανεῖν τε αὐτοὺς καὶ τὰς παρ' αὐτῶν ἀποδέξασθαι θυσίας, εἰ καὶ ἀλλογενεῖς καὶ ἀλλόφυλοι δοκοῖεν τυγχάνειν· τὸν γὰρ οἶκον αὐτοῦ μὴ τῶν δὲ μὲν ὑπάρχειν τῶν δὲ μή, ἀνεῷχθαι δὲ πᾶσιν τοῖς ἔθνεσι, δι' ὑπερβολὴν φιλανθρωπίας ὡς καὶ εὐνούχους παραδέχεσθαι καὶ προσηλύτους, θυσίας δ' ἐν τούτοις παρὰ τῶν εἰρημένων καταδέξασθαί φησι πάντως που τὰς δι' εὐχῶν καὶ αἰνέσεων. Εἰ δὲ κατὰ τὰς σωματικὰς φήσειέ τις οὐχ ἁμαρτήσεται, πρὸς γὰρ τοὺς πρὸ τῆς καινῆς διαθήκης κατὰ τὸν Μωσέως νόμον πολιτευομένους ταῦτα ἐλέγετο, ταῦτα δέ φησιν ἅπαντα ὁ μέλλων συνάγειν τοὺς διεσκορπισμένους Ἰσραὴλ θεὸς ἐπηγγείλατο, ἢ τοὺς ἐξωσμένους κατὰ τὸν Ἀκύλαν·