238
οἶμαι δὲ διὰ τούτων ὡς μὲν πρὸς τὴν λέξιν διὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπιστροφὴν τοῦ λαοῦ τὴν ἐπὶ Κύρου καὶ ∆αρείου καὶ Ἀρταξέρξου γενομένην τὸν θεὸν ἂν εἰρῆσθαι συναγαγεῖν τοὺς διεσκορπισμένους Ἰσραήλ· κατὰ τούτους γὰρ τῶν Περσῶν βασιλέας ἐπανῆλθον ἐκ τῆς αἰχμαλωσίας οἱ ἐν τῇ ἱστορίᾳ τοῦ Ἔσδρα ἀναγεγραμμένοι, καθ' οὓς χρόνους εἰκὸς ἦν καὶ πλῆθος αὐτοῖς ἀλλοφύλων ἐθνῶν προσηλυτεῦσαι, οὓς διὰ τὴν ἑτέραν κατάστασιν καὶ διὰ τὸ ἀλλογενὲς καὶ ἄγριον τοῦ τρόπου ἀγροῦ θηρία ὠνόμασεν ὁ λόγος. καὶ ταῦτα συναχθήσεσθαι μετὰ τοῦ Ἰσραὴλ φήσας ὡς δὲ πρὸς βαθυτέραν διάνοιαν ὁ μὲν Ἰσραὴλ ὁ συναχθεὶς ἐκ τῆς διασπορᾶς ὁ χορὸς ἂν γένοιτο ὁ προφητικὸς καὶ πάντες οἱ ἐπὶ τοῦ προτέρου λαοῦ ἐν θεοσεβεῖ κατορθώσαντες βίῳ, οἵ τε τοῦ σωτῆρος ἡμῶν εὐαγγελισταὶ καὶ μαθηταὶ καὶ ἀπόστολοι, πάντες οἱ ἐξ Ἰσραὴλ τὸν Χριστὸν τοῦ θεοῦ παραδεδεγμένοι, περὶ ὧν αὐτὸς ὁ σωτὴρ ἐδίδασκεν ἐπισφραγιζόμενος τὴν Ἠσαΐου προφητείαν ἐξ αὐτοῦ προσώπου λέγουσαν· «Πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν». τὰ δὲ θηρία τὰ μετὰ τοῦ Ἰσραὴλ συναγόμενα οἱ ἐξ ἐθνῶν προσιόντες τῷ λόγῳ εἶεν ἂν οὓς ἀνακαλεῖται λέγων ἑξῆς· δεῦτε φάγετε, πάντα τὰ θηρία τοῦ δρυμοῦ· δρυμὸν δὲ πολλάκις τετηρήκαμεν τὸ πλῆθος τῶν ἀλλοφύλων ἐθνῶν λελέχθαι. ταῦτ' οὖν τὰ θηρία τῆς τοῦ θεοῦ κλήσεως καταξιοῖ καὶ εἰς ἑστίασιν ἀνακαλεῖται. διὸ κατὰ τὸν Ἀκύλαν ἀντὶ τοῦ· πάντα τὰ θηρία, πᾶν ζῷον αὐτοῦ εἴρηται, καὶ πάλιν· πάντα τὰ ζῷα αὐτοῦ· τίνος δὲ αὐτοῦ ἢ τοῦ θεοῦ; οὐχ ἁπλῶς οὖν καλεῖ τὰ θηρία, ἀλλὰ τὰ αὐτοῦ. εἶτ' ἐπειδήπερ ἐθνῶν ἀλλοφύλων καὶ θηρίων δρυμοῦ μνήμην ἐποιήσατο καὶ συνεῖδε τῷ πνεύματι, ὡς ἄρα ὑπακούσονται οὗτοι τῇ κλήσει, τὸ δὲ Ἰουδαίων πλῆθος «ἐναπομένει τῇ ἀπιστίᾳ», μεταβαλὼν πάλιν πρὸς αὐτοὺς καταμέμφεται αὐτοῖς τύφλωσιν· εἰ γὰρ θῆρες καὶ τὰ τοῦ δρυμοῦ ζῷα μεταβαλεῖν ἐπὶ τὸν θεοσεβῆ βίον μέλλοι, οἱ δὲ τῇ ἑαυτῶν ἐναπέθνῃσκον κακίᾳ. Πῶς οὐκ εὐλόγως τὰ ἐπιφερόμενα κατ' αὐτῶν ῥηθήσεται, τινὰ δὲ ταῦτα ἐπιλέγει· ἴδετε ὅτι ἐκτετύφλωνται πάντες, ὁ δὲ Σύμμαχος· οἱ σκοποὶ αὐτοῦ φησι τυφλοί, πάντες ἀνόητοι, πάντες κύνες ἄλαλοι, μὴ δυνάμενοι ὑλακτεῖν. οἱ τοῦ Ἰουδαίων δὲ ἔθνους ἄρχοντες τυφλοὶ σκοποὶ λέγονται καὶ ἀνόητοι καὶ κύνες ἐνεοί, οὐ δυνάμενοι ὑλακτεῖν· δέον γὰρ αὐτοὺς ἐπαμύνειν τῇ ποίμνῃ τοῦ θεοῦ καὶ κυνῶν θηρευτῶν δίκην ἀπελαύνειν τῶν θρεμμάτων τοὺς λύκους. οἱ δὲ ὥσπερ ἐνεοὶ κύνες οὐδὲ μέχρι τοῦ ὑλακτεῖν ἐχώρουν, ἀλλὰ καὶ οὐδὲν καθευδόντων διαφέροντες φαντασίαις προσεῖχον μόναις ὥσπερ ἐνυπνιαζόμενοι. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· ὁραματισταί, κοιμώμενοι, ἀγαπῶντες νυστάζειν, κατὰ δὲ τὸν Ἀκύλαν· φανταζόμενοι, ἀγαπῶντες τὸ νυστάξαι. καὶ τοιοῦτοι μὲν ἦσαν οἱ τῶν Ἰουδαίων ἄρχοντες πρὸς τοὺς ἐκτός, πρὸς οὓς ἔδει διεγρηγορέναι καὶ νήφειν καὶ κατὰ τῶν ἐχθρῶν ὑλακτεῖν. πρὸς δὲ τοὺς οἰκείους ἀναιδεῖς τινες ὑπῆρχον «κατεσθίοντες» τὰ ὑπ' αὐτοῖς ποιμαινόμενα «πρόβατα». διὸ ἐπιφέρει ἑξῆς· καὶ οἱ κύνες ἀναιδεῖς τῇ ψυχῇ, οὐκ εἰδότες πλησμονήν· καί εἰσι πονηροὶ οὐκ εἰδότες σύνεσιν, πάντες ταῖς ὁδοῖς αὐτῶν ἐξηκολούθησαν, οὐ ταῖς ὁδοῖς τοῦ θεοῦ, ἀλλὰ ταῖς ἑαυτῶν διὰ τοῦ τὰ καταθύμια ἑαυτοῖς πράττειν. Σφόδρα δὲ ἀκολούθως σκοπῶν τυφλῶν μνημονεύσας καὶ κύνας αὐτοὺς ἀνειπών, κατά τι μὲν ἐνεούσης νυστάζοντας καὶ μὴ εἰδότας ὑλακτεῖν, κατά τι δὲ ἀναιδεῖς καὶ πονηροὺς τὴν κατὰ τῶν δικαίων καὶ θεοφιλῶν ἀνδρῶν τόλμαν αὐτῶν ἐπήγαγε καὶ τὰς κατὰ τῶν προφητῶν ἀπειλὰς λέγων· Ἴδετε ὡς ὁ δίκαιος αἴρεται, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ, καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ. καὶ πῶς γὰρ ἔμελλον κατανοεῖν οἱ τὰς ψυχὰς τυφλοί; εἰ γὰρ μὴ οὕτως εἶχον, κἂν ἑώρων τὸν δίκαιον καὶ συνίεσαν τὴν κατ' αὐτὸν οἰκονομίαν, ἀλλ' οἱ μὲν τυφλοὶ ὄντες καὶ κύνες ἀναιδεῖς τοιαῦτα κατὰ τῶν δικαίων ἐτόλμων, οἱ δὲ ἐν