239
εἰρήνῃ ὑπὸ τοῦ θεοῦ παρελαμβάνοντο. καὶ ἡ ταφὴ δὲ αὐτοῦ ἦρτο ἐκ τοῦ μέσου. εἴποι δ' ἄν τις δύνασθαι ταῦτα ἁρμόττειν καὶ τῷ σωτῆρι καὶ τοῖς μαθηταῖς αὐτοῦ τοῖς ὑπὸ τοῦ Ἰουδαίων ἔθνους ἐπιβεβουλευμένοις, ἀλλὰ καὶ τὴν ἀνάστασιν τοῦ σωτῆρος ἡμῶν αἰνίττεσθαι τὸ λόγιόν φησι· τοῦ μὲν θανάτου διὰ τῆς ταφῆς αὐτοῦ δηλουμένου, τῆς δὲ ἀναστάσεως διὰ τοῦ ἦρθαι ἐκ τοῦ μέσου τὴν ταφὴν αὐτοῦ. ἀλλ' οὗτος μὲν ἐκ μέσου ἀδικίας ἤρθη καὶ γέγονεν ἐν εἰρήνῃ καὶ ἡ ταφὴ αὐτοῦ ἐκ τοῦ μέσου ἀφανὴς γέγονε διὰ τὸ μὴ ἀπομεῖναι αὐτὸν ἐν τῷ τῆς ταφῆς τόπῳ· ὅθεν «ὁ ἄγγελος ἐπιστὰς ταῖς γυναιξὶν ἔλεγε»· «Τίνα ζητεῖτε; Ἰησοῦν; οὐκ ἔστιν ὧδε· δεῦτε ἴδετε τὸν τόπον αὐτοῦ». Ὑμεῖς δὲ οἱ τὰ ὅμοια καὶ πάλαι πρότερον ὑπὸ τῶν προφητῶν τοῦ θεοῦ τετολμηκότες οἱ ἀληθῶς «τετυφλωμένοι καὶ κύνες ἐνεοὶ καὶ ἀναιδεῖς», προσαγάγετε ὧδε, ἢ ἐγγίσατε ὧδε κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς, υἱοὶ ἄνομοι καὶ σπέρμα μοιχῶν καὶ πόρνης· οὐ γὰρ ἄξιον «τοῦ Ἀβραὰμ καὶ τῆς Σάρρας τέκνα» ὑμᾶς καλεῖν· «εἰ γὰρ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν». μοιχοὺς δὲ οἶδεν ὁ λόγος καλεῖν τοὺς πάλαι εἰδωλολατροῦντας, περὶ ὧν εἴρηται· «καὶ ἐμοίχευσαν τὸ ξύλον καὶ τὸν λίθον», πόρνην δὲ τὴν Ἰερουσαλήμ, ὡς ἐδήλου διὰ τῶν ἔμπροσθεν ὁ παρὼν προφήτης εἰπών· «Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών»· ὅθεν κατὰ τὸν Σύμμαχον σπέρμα μοιχῶν εἴρηται καὶ πορνευσάσης, ὥστε εἰ καὶ μὴ ἐπὶ τοῦ παρόντος εἰδωλολατροῦσιν Ἰουδαίων παῖδες, ἀλλὰ σπέρμα γοῦν εἰσι μοιχῶν καὶ πόρνης. διό φησι πρὸς αὐτοὺς ὁ λόγος· σπέρμα μοιχῶν καὶ πόρνης, προσαγάγετε ὧδε καὶ πλησίον γενόμενοι εἴπατε· ἐν τίνι ἐνετρυφήσατε; ἢ κατὰ τὸν Σύμμαχον· τίνος κατετρυφήσατε καὶ κατὰ τίνος ἐπλατύνατε τὸ στόμα, ἐμηκύνατε γλῶσσαν; μάλιστα γὰρ αὐτῶν τὴν γλῶσσαν καὶ τὸ στόμα καταιτιᾶται διὰ τὰς κατὰ τοῦ σωτῆρος φωνὰς καὶ ἃς εἰσέτι καὶ νῦν κατ' αὐτοῦ ποιοῦνται βλασφημίας. διό φησιν· ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; οὐχ ὑμεῖς ἐστε τέκνα ἀπωλείας; ὁ μὲν γὰρ ἦρται ἐκ μέσου ἀδικίας καὶ ἐν εἰρήνῃ γέγονεν, ἥ τε ταφὴ αὐτοῦ ἦρται ἐκ τοῦ μέσου· ὑμεῖς δὲ ἄρα ἦτε τέκνα τῆς ἀπωλείας καὶ τὸ σπέρμα τὸ ἄνομον. Ὑμεῖς οἱ παρακαλοῦντες ἐπὶ τὰ εἴδωλα ὑπὸ δένδρα δασέα, σφάζοντες τὰ τέκνα αὐτῶν ἐν ταῖς φάραγξιν ἀνὰ μέσον τῶν πετρῶν. ἐκείνη σου ἡ μερίς, οὗτός σου ὁ κλῆρος, καὶ ἐκείνοις ἐξέχεας σπονδὰς καὶ τούτοις ἀνήνεγκας θυσίας, ἢ κατὰ τὸν Σύμμαχον· ὑποκάτω παντὸς ξύλου εὐθαλοῦς σφάζοντες τὰ γεννήματα ἐν ταῖς φάραγξιν ὑπὸ τὰς ἐξοχὰς τῶν πετρῶν· τούτων γὰρ ἄξιοί φησιν ἦτε, διὸ ἐκείνη σου ἡ μερὶς καὶ οὗτος ὁ κλῆρός σου. σαφῶς δὴ διὰ τούτων δείκνυται ἡ παροῦσα προφητεία τοῖς κατὰ τοὺς χρόνους Ἠσαΐου τοῦ προφήτου εἰδωλολάτραις ἁρμόζουσα, ὧν καταλέξασα τὰς παρανομίας ἐπιφέρει· ἄρ' οὖν ἐπὶ τούτοις οὐκ ἄξιον καθ' ὑμῶν ἐπαφεῖναι τὴν ὀργήν, μάλισθ' ὅτι ἐπ' ὄρος ὑψηλὸν καὶ μετέωρον, ἐκεῖ ἡ κοίτη σου, καὶ ἐκεῖ ἀνεβίβασας θυσίαν καὶ ὀπίσω τῶν σταθμῶν τῆς θύρας ἔθηκας μνημόσυνά σου. καὶ ταῦτά φησιν ἔπραττες οὐδὲ κεκρυμμένως ἀσεβῶν, ἀλλὰ πεπαρρησιασμένως· οὕτως ὡς καὶ ἐπ' αὐτῶν τῶν ὑψηλοτάτων ὀρῶν ἐπιτελεῖν τὰς δαιμονικὰς θυσίας. ἤδη δὲ καὶ ὀπίσω τῶν θυρῶν σου ὥσπερ ἀντὶ φυλακτηρίου τὰ μνημόσυνα τῆς σαυτοῦ εἰδωλολατρίας, δηλαδὴ τὰ ἄψυχα ἀγάλματα ἐπιτιθεὶς καὶ ταῦτ' ἔπραττες ὡς ἂν εὑρήσων τι πλέον ἐκ τῆς ἐμῆς ἀναχωρήσεως. ταῦτα μὲν ὡς πρὸς «τοὺς» εἰρημένους «σκοποὺς τοὺς τυφλοὺς» καὶ «τοὺς κύνας τοὺς ἐνεούς», τὰ δ' ἑξῆς ὡς πρὸς αὐτὴν τὴν Ἰερουσαλὴμ καὶ τὴν συναγωγὴν τοῦ Ἰουδαίων λαοῦ ἐπιφέρει λέγων· ἠγάπησας τοὺς κοιμωμένους μετὰ σοῦ, κατὰ δὲ τὸν Σύμμαχον καὶ τοὺς λοιποὺς ἑρμηνευτάς· ἠγάπησας τὴν κοίτην αὐτῶν, τίνων δὲ αὐτῶν ἢ «τῶν σκοπῶν σου» τῶν προειρημένων καὶ «τῶν κυνῶν τῶν ἀναιδῶν»; Καὶ ἐπλήθυνας τὴν πορνείαν σου μετ' αὐτῶν· διὸ ἐλέγετο περὶ