1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

240

αὐτῶν· «ἐνυπνιαζόμενοι κοίτην, φιλοῦντες νυστάξαι». ἐκεῖνοι μὲν οὖν ἦσαν τοιοῦτοι «ἐνυπνιαζόμενοι» «κοίτας» καὶ «φιλοῦντες νυστάξαι», ἡ δὲ διαβαλλομένη διὰ τῶν προκειμένων ὡς ἐν αὐτοῖς ἐκείνοις χαίρουσα ἀκούει· ἠγάπησας τοὺς κοιμωμένους μετὰ σοῦ καὶ ἐπλήθυνας τὴν πορνείαν σου μετ' αὐτῶν καὶ πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σοῦ· πολλοὶ γὰρ ἔφυγον τὴν Ἰερουσαλὴμ οἱ τῷ θεῷ ἀνακείμενοι ἄνδρες διὰ τὰς ἐν αὐτῇ συντελουμένας ἀθέους πράξεις. διὸ λέλεκται· καὶ πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σοῦ, ἀλλὰ καὶ ἀπέστειλάς φησι πρέσβεις ὑπὲρ τὰ ὅριά σου, ἢ κατὰ τὸν Σύμμαχον· καὶ ἐπλήθυνας τὰ μυρέψιά σου, ἀπέστειλας ὅμηρά σου ἕως μακράν. ταῦτα πάντα προσωποποιεῖ ὡς πρὸς ἑταίραν καλλωπιζομένην καὶ πάντα πράττουσαν ἐφ' ἡδονῇ τῶν προσιόντων αὐτῇ. διὸ τούτων ἕνεκά φησιν· ἐταπεινώθης ἕως ᾅδου, ταῖς πολυοδίαις σου ἐκοπίασας· οὐ γὰρ μίαν ὥδευες «τὴν βασιλικὴν ὁδόν», ἀλλὰ πολλὰς καὶ πεπλανημένας. διόπερ ἐκοπίασας καὶ οὐδ' οὕτως ἔστης οὐδὲ εἶπας Παύσωμαι ἐνισχύουσα, ἀλλ' ὥσπερ ἰσχύουσα καὶ νεανιευομένη χείρονα τούτων ἔπραξας ἐπιμένουσα ταῖς οἰκείαις ἀτοπίαις. ὅθεν οὐδὲ ἐπέστρεψας οὐδὲ κατεδεήθης μου, ἢ κατὰ τὸν Ἀκύλαν· οὐκ ἐλιτάνευσας, ὥστε τυχεῖν ἀφέσεως. ∆ιέμενες δὲ ἐξ αἰῶνος ἄφοβος καὶ ἀνευλαβής· εἰ δὲ καί ποτε ἔδοξας θεοσεβεῖν, ἐπαγγέλλεσθαι καὶ τότε τὴν ἐπαγγελίαν ἐψεύσω, ἀλλ' οὐδὲ πρὸ τούτου φησὶν ἐμνήσθης μου οὐδὲ ἔλαβές με εἰς τὴν διάνοιάν σου οὐδὲ εἰς τὴν καρδίαν σου· εἰκότως οὖν κἀγώ σε παρόψομαι διὰ ταῦτα καὶ καταλείψω σε ἔρημον· οὐδὲ γὰρ ἔτι καὶ νῦν φόβον ἀναλαμβάνεις θεοῦ. ∆ιὸ μάνθανε τὰ περιμένοντά σε τίνα δὲ ἔστι ταῦτα· θεοῦ καταλήψεταί σε ὀργὴ ἔκδικος πάντων τῶν τετολμημένων σοι, καθ' ὃν καιρὸν ἐλεγχθήσεταί σου τὰ κακά, κατὰ δὲ τὸν καιρὸν τῆς ἐπελευσομένης σοι ὀργῆς οὐδείς σοι παραστήσεται, οὐδὲ τῆς φωνῆς σου ἐπακούσονται οἱ νομιζόμενοί σου θεοί. ἀντὶ δὲ τοῦ· ἐξελέσθωσάν σε ἐν τῇ θλίψει σου, ὁ Σύμμαχος· ἐξελέσθωσάν σέ φησιν αἱ συναγωγαί σου, γυμνῶς καὶ σαφῶς διδάσκοντος τοῦ λόγου, ὡς οὐδὲν ὠφελήσουσιν αὐτοὺς αἱ συναγωγαὶ αὐτῶν. εἶτ' ἐπιλέγει· τούτους γὰρ πάντας λήψεται ἄνεμος καὶ ἀποίσει καταιγίς. οἱ δὲ ἀντεχόμενοί μου κτήσονται γῆν καὶ κληρονομήσουσι τὸ ὄρος τὸ ἅγιόν μου. καὶ ἐροῦσι Καθαρίσατε ἀπὸ προσώπου αὐτοῦ ὁδοὺς καὶ ἄρατε σκῶλα ἀπὸ τῆς ὁδοῦ τοῦ λαοῦ μου· πάντας μὲν οὖν τοὺς κατηγορηθέντας φησὶ λήψεται ἄνεμος καὶ ἀποίσει καταιγίς. καὶ τοιοῦτο τέλος λήψεται τοὺς ἐπὶ τοῖς εἰρημένοις διαβληθέντας· τοὺς δὲ «τὴν καλὴν ἐκλεξαμένους μερίδα», ἐμὲ δηλαδὴ τὸν θεόν, καὶ τοὺς γνησίως καὶ καθαρῶς ἀντεχομένους ἡ παρ' ἐμοῦ ἀμοιβὴ διαδέξεται· κτήσονται γὰρ τὴν ἐπηγγελμένην αὐτοῖς γῆν καὶ τὸ ὄρος τὸ ἅγιόν μου κληρονομήσουσιν. ἤδη δὲ καὶ ἑτέρων ἔσονται διδάσκαλοι παραινοῦντες αὐτοῖς ἐξομαλίζειν τὰς ὁδοὺς τοῦ λαοῦ διὰ τοῦ καθαρὰς ποιεῖσθαι καὶ λείας πρὸς τὸν λαὸν διδασκαλίας «μηδὲν ἐχούσας σκολιὸν μηδὲ στραγγαλιῶδες». γῆ δὲ καὶ ὄρος ἅγιον ὡς μὲν πρὸς τοὺς πάλαι λέγοιτο ἂν Ἰερουσαλὴμ καὶ τὸ Σιὼν ὄρος, ἥ τε τῆς Ἰουδαίας χώρα ὡς δὲ πρὸς τὸν ἀληθῆ λόγον ὄρος ἅγιον, ὃ πολλάκις καὶ διὰ τῶν ἔμπροσθεν ἐδήλου «τὴν ἐπουράνιον Ἰερουσαλήμ», γῆν δὲ τὴν ἀμφὶ τὰ οὐράνια διατριβὴν καὶ πάντα τὸν ἐπουράνιον χῶρον, ἔνθα τὸν ἐπάξιον κλῆρον ἀπολήψονται οἱ ἀντεχόμενοι τοῦ θεοῦ. κατὰ δὲ τὸν Σύμμαχον· ὁ δὲ παρρησιάσας φησὶν ἐν ἐμοὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου. καὶ ἐρεῖ Ὁδοποιήσατε, σχολάσατε ὁδόν, ἐπάρατε προσκόμματα ἀπὸ τῆς ὁδοῦ τοῦ λαοῦ μου· οὐ γὰρ μόνης τῆς αὐτοῦ σωτηρίας πρόνοιαν ποιήσεται ὁ παρὰ τῷ θεῷ κατορθώσας, ἀλλὰ καὶ τῷ λαῷ τοῦ θεοῦ χρήσιμον ἑαυτὸν παρέξει προστάττων ἐξομαλίζειν αὐτῷ τὴν ὁδὸν τῆς θεοσεβείας καὶ τὰ δοκοῦντα προσκόμματα τῶν θείων ἀναγνωσμάτων περιαιρεῖν διὰ τῆς ἐπὶ τὸ σαφέστερον αὐτῶν ἑρμηνείας. 2.46 Πρὸς