1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

243

εἰσεποιησάμην καὶ οὐκ ἀπηξίωσα λαὸν ἐμὸν χρηματίζειν· οἱ δὲ ἐμάκρυναν ἑαυτοὺς ἐμοῦ ταῖς ἑαυτῶν ἔκδοτοι γενόμενοι κακίαις. Εἰς μάταιον καὶ ἐπ' οὐδεμιᾷ ὠφελείᾳ προσποιοῦνται ζητεῖν ἐμὲ τὸν θεὸν ἐφ' ἑκάστης ἡμέρας σπεύδοντες ἀπαντᾶν εἰς τὰς παρ' αὐτοῖς συναγωγάς, ἀλλὰ καὶ τοῖς ἀναγνώσμασι τοῖς θείοις τὰς ἑαυτῶν παρέχοντες ἀκοὰς μάταιόν φησι σχηματίζονται ἐθέλειν γινώσκειν τὰς ὁδούς μου καὶ περὶ ταῦτα σπουδάζουσιν, ὡσανεὶ τὰ λοιπὰ κατορθώσαντες καὶ πάντας τοὺς κατὰ δικαιοσύνην καρποὺς ἔργοις ἐκπεπληρωκότες. καὶ μὴν ἐξ αὐτῶν ἀπελέγχονται τῶν πράξεων τὴν κρίσιν τοῦ θεοῦ καταλελοιπότες ἐντεῦθεν δι' ὑπερβολὴν ἀναισθησίας τῶν οἰκείων κακῶν ὡσπερεὶ διαδικαζόμενοι καὶ κρινόμενοι πρὸς ἐμὲ ἀμοιβὰς αἰτοῦσι τῆς ἑαυτῶν εὐπραξίας κρίσιν δικαίαν ἀπαιτοῦντες παρ' ἐμοῦ, ἅτε δὴ αὐτοὶ μὲν θεοσεβεῖν ἐπιθυμοῦντες καὶ πλησίον ἐμοῦ γενέσθαι, ἐμοῦ δὲ μὴ θέλοντος, ἀλλὰ καὶ ἀποστρεφομένου αὐτοὺς ἀδικώτατα. ∆ιὸ καὶ ἐπιμέμφονται καὶ ἐπικαλοῦσι λέγοντες Τί ὅτι ἐνηστεύσαμεν καὶ οὐκ εἶδες; ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν καὶ οὐκ ἔγνως; ἐπειδὴ τοίνυν τοιαῦτα λέγειν ἀναιδῶς τολμῶσι, μεγάλῃ βοῇ χρησάμενος, σὺ ὁ ἐμὸς προφήτης, ἀπόκριναι αὐτοῖς καὶ ἀπέλεγχε, ὅπως τὴν ἐμὴν κρίσιν καταλελοίπασι, καὶ πάνθ' ὅσα φάσκουσιν, οὐκ ἀληθῶς διαβεβαιοῦνται. εἰ τοίνυν ἐπὶ τοιαύτῃ σεμνύνονται νηστείᾳ, πολὺ κρεῖττον ἦν αὐτοῖς τροφῇ σχολάζειν καὶ μὴ τοιαῦτα τολμᾶν. διὰ ταῦτα γοῦν καὶ κατ' ἀρχὰς τῆς προφητείας πρὸς αὐτοὺς ἐλέγετο· «νηστείαν καὶ ἀργίαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου». αὐτίκα γοῦν ἐπὶ τὴν νηστείαν προΐσχονται καὶ νῦν φασι τῶν ψυχῶν ταπείνωσιν κατὰ τὴν ἡμέραν τῆς νηστείας αὐτῶν γινομένην αὐτὸ δὴ τοῦτο, ὅπως πράξουσιν ἀπέλεγξον ἐξ ἑνὸς τούτου καὶ τῶν λοιπῶν αὐτῶν ἀποδείξας τρόπον. λέγε τοίνυν αὐτοῖς καὶ δείκνυε, ὡς ἐν αὐταῖς ταύταις, ἐν αἷς σεμνύνονται ἡμέραις τῶν νηστειῶν, οὐ τὰ ἐμὰ θελήματα ζητοῦσι, ταῖς δὲ ἑαυτῶν ἡδοναῖς καὶ ταῖς ἑαυτῶν κακοπραγίαις σχολάζουσι, τότε μὲν τοὺς ὑποχειρίους τύπτοντες, τότε δὲ μάχαις καὶ ἀντιλογίαις ταῖς πρὸς ἀλλήλους κατατριβόμενοι ὡς φωνὰς ἀφιέναι κλαυθμοῦ τοὺς ὑπ' αὐτῶν τυπτομένους καὶ κραυγὰς ἀπρεπεῖς. Φησὶν οὖν· οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, οὐδὲ τοιαύτην ταπεινώσεως ἡμέραν, οὐδ' εἰ κρίκῳ ὁμοίως κάμψειεν τὸν ἑαυτῶν τράχηλον κάτω νεύοντες καὶ σχηματιζόμενοι ταπεινοφροσύνην, οὐδ' εἰ περιβάλοιντο σάκκους κατ' αὐτῆς τῆς ἑαυτῶν σαρκὸς ἐπὶ τὸ πόνους καὶ κάκωσιν αὐτοῖς ἐμποιῆσαι τὴν σάκκου τραχύτητα, οὐδ' εἰ σποδὸν ὑποστρώσαιντο τὸ ἑαυτῶν τιμωρούμενοι σῶμα. ταῦτα γὰρ πάντα μετὰ τῶν προλεχθέντων ἁμαρτημάτων ματαίαν ἕξει τὴν σπουδήν. εἰ δὲ δὴ ἐθέλοι τις τρόπον ἀληθοῦς καὶ ἐμοὶ τῷ θεῷ ἀρεστῆς νηστείας διδάσκεσθαι, ταῦτα πραττέτω· «φαιδρὸν τὸ πρόσωπον καταστήσας καὶ τὴν κεφαλὴν ἀλείψας ἐλαίῳ» κατὰ τὴν σωτήριον παρακέλευσιν, τὴν μὲν νηστείαν «ἐν κρυπτῷ» φυλαττέτω καὶ «τῷ πατρὶ τῷ βλέποντι κρυπτὰ» μόνῳ τὴν ταπείνωσιν τῆς ψυχῆς δεικνύτω· εἰς δὲ τὸ φανερὸν δι' ἔργων τοὺς καρποὺς τῆς κατὰ ψυχὴν εὐλαβείας τοῖς πᾶσιν ὁρᾶν παρεχέτω διὰ τοῦ λύειν πάντα σύνδεσμον ἀδικίας. εἰ γὰρ καί τινες εἶεν προϋποκείμενοι πραγμάτων ἔκ τινος συμβολαίων καὶ συναλλαγῶν ἀνθρωπίνων ταῦτα καιροῦ θρησκείας διὰ τῆς νηστείας ἐπιστάντος διαλύεσθαι δίκαιον καὶ τῶν βιαίων συναλλαγμάτων τὰς στραγγαλιὰς ἀποσείεσθαι. αὐτὸ δὴ τὸ λελεγμένον ὑπὸ τοῦ σωτῆρος ἔργῳ πληροῦντα τό· «ἐὰν προσφέρῃς τὸ δῶρόν σου κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρον, καὶ ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου». ἀλλὰ καὶ τοὺς τεταπεινωμένους ἀπὸ δάνους καὶ χρέων ὀφειλῆς ἐλευθέρου τῶν χρέων καὶ πᾶσαν συγγραφὴν ἄδικον διάσπα. εἰ δὲ καὶ μὴ εἶέν τινες τοιαῦται στραγγαλιαὶ πεπραγμέναι σοι καθαρεύοις δὲ τῶν τοιούτων ἁμαρτημάτων, ἀλλὰ τοῦτο γοῦν πράττειν σε