244
ἀναγκαῖον τὸν βουλόμενον εὐαρεστοὺς τῷ θεῷ τὰς ἑαυτοῦ νηστείας ποιεῖσθαι. Τὸν ἄρτον τὸν σαυτοῦ, ὃν εἰ μὴ τὴν νηστείαν εἶχες πάντως ἂν ἤσθιες, διάθρυπτε τοῖς πεινῶσιν· οὐ γὰρ δὴ λείπουσιν ἐν ἀνθρώποις οἱ τροφῆς ἐνδεεῖς. καὶ οὕτως γάρ σοι γένηται οὐ πρὸς κέρδους ἡ ἀσιτία, ἀλλ' ἑτέρῳ τρόπῳ τραφήσῃ τὴν ψυχὴν τῷ σαυτοῦ ἄρτῳ τὸν ἐνδεῆ καὶ τροφῆς δεόμενον ἀνακτώμενος. οὐ χρὴ δὲ μέχρι τούτου ἵστασθαι, ἀλλὰ καὶ εἰς αὐτὸν τὸν οἶκον τὸν σεαυτοῦ μὴ πλουσίους τινὰς εἰσκάλει μηδὲ τοὺς δυναμένους μεθ' ἡμέραν τὴν αὐτήν σοι παρέχειν ἀμοιβήν, πτωχοὺς δὲ τοὺς ἀληθῶς ἐν ἀπορίᾳ βίου ἐξεταζομένους τοὺς ἀπερριμμένους διὰ τὸ μηδὲ στέγης εὐπορεῖν. τούτοις αὐτὸς γένου στέγη ὑποδεξάμενος εἰς τὸν σαυτοῦ οἶκον πρὸς ἀναπλήρωσιν δὲ τῆς καλῆς ταύτης καὶ θεῷ ἀρεστῆς νηστείας. γυμνὸν θεασάμενος μὴ ἀντιπαρέλθοις μηδὲ ὡς ἀλλότριον παρίδοις· ὁ γὰρ τῶν ὅλων θεὸς τοὺς μὲν εὐπορεῖν τροφῆς καὶ χρημάτων, τοὺς δὲ ἐνδεεῖς καὶ πένητας ὑπεστήσατο εἰς δοκιμὴν ἑκατέρων, ἵν' οἱ μὲν ἔχοιεν καρπὸν τῆς ἑαυτῶν εὐπορίας διὰ τῆς εἰς τοὺς ἐνδεεῖς παροχῆς, οἱ δὲ ἐγγυμναζόμενοι τῇ πενίᾳ ἀντὶ πολυκάρπου χώρας τὴν ἀπὸ τῶν εὐπόρων διεποιοῦντο χορηγίαν ἔτι πρὸς τοῖς προειρημένοις· καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει. μάλιστα μὲν γὰρ τὰ πρῶτα τοῖς πᾶσι δεήσει κοινωνεῖν ἀφθόνως, τὰ δὲ ἐξαίρετα «τοῖς οἰκείοις τῆς πίστεως» ἀπονέμειν· τοῦτο γὰρ καὶ ἡ ἀποστολικὴ διάταξις παρεκελεύσατο φήσασα δεξιοὺς εἶναι «πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως». ταῦτα δὴ τὰ λελεγμένα ὥσπερ τινὰς νόμους ἔργοις φυλάξας μὴ ταπεινοῦ τὴν σαυτοῦ ψυχὴν μηδὲ κάμπτε ὡς κρίκον τὸν τράχηλόν σου μηδὲ σάκκον καὶ σποδὸν ὑποστρώννυσο· φαιδρὸς δὲ καὶ ἄνω πρὸς τὸν θεὸν βλέπων δέχου τὰς παρ' αὐτοῦ ἀμοιβάς. Ποίας ταύτας ἐντεῦθεν ἤδη μάνθανε ὥσπερ ἀπὸ νυκτὸς καὶ σκότους μεταβολῆς γενομένης ἀθρόως τὸ μεθ' ἡμέραν φῶς ἐκλάμψαν δείκνυσι τηλαυγεῖς τὰς ἡλιακὰς μαρμαρυγάς. τὸν αὐτὸν τρόπον καὶ σοὶ ῥαγήσεται πρώϊμον τὸ φῶς οὐράνιόν τι καὶ θεῖον ἀθρόως ἐπελθὸν καὶ τὸ πρότερον ἐπιπολάζον τῇ ψυχῇ σκότος μακρὰν αὐτῆς ἐλαῦνον ὡς ἐν ἡμέρᾳ θεοῦ καὶ φωτὶ γνώσεως καὶ ἀληθείας διάγειν. οὕτω δὲ καὶ τὰ ἰάματα τῆς σῆς ψυχῆς σὺν αὐτῷ τῷ φωτὶ ἀνατελεῖ, ὡς πάσης νόσου καὶ μαλακίας καὶ παντὸς ἄγους ἐλευθέραν αὐτὴν καταστῆναι. ἤδη δὲ καὶ ἑτέροις γενήσῃ φῶς τοιοῦτος ἀποτελεσθείς· προπορεύσεται γάρ σου ἡ δι' ἔργων ἀρετῆς δικαιοσύνη εἰς πολλοὺς τοὺς ὁρῶντας ἐκλάμπουσα. καὶ οἱ μέν σοι καρποὶ ταῦτα προξενήσουσί σοι, ἐκ περιουσίας δὲ ἡ ἐκ θεοῦ δόξα ὥσπερ στεφάνῳ τὴν σὴν ψυχὴν παντοίοις ἄνωθεν κατακοσμήσει ὡς «καὶ παρὰ ἀνθρώποις καὶ παρ' αὐτῷ τῷ θεῷ» δοξάζεσθαι. Πρὸς τούτοις καὶ ταῦτα ἕξεις ἐξαίρετα, ἅμα γὰρ τῷ βοῆσαί σε πρὸς τὸν θεόν, ἕξεις αὐτὸν ἐπήκοον· μόνον γὰρ οὐχὶ φωνὴν ἀφιεὶς ἔτι σοὶ φθεγγομένῳ ἐρεῖ Ἰδοὺ πάρειμι. ταῦτα δὲ πάντα περὶ σὲ ἔσται, ἐὰν τὰ προλελεγμένα φυλάττοις καὶ ἀφέλοις μὲν ἀπὸ σαυτοῦ τοὺς τῶν ἁμαρτημάτων κλοιούς· οὐδὲν γὰρ λυπεῖ καὶ δεύτερον τῶν αὐτῶν μνείαν ποιήσασθαι, εἰ τοίνυν ἀφέλοις ἀπὸ σαυτοῦ σύνδεσμον ἀπὸ τῆς ἁμαρτίας καὶ τὰς ἀδίκους χειροτονίας καὶ ῥημάτων σου τὰς μομφάς, τούς τε κατὰ θεοῦ γογγυσμούς. Ἔτι μὴν εἰ καθὼς προείρηται δῷς πεινῶντι τὸν ἄρτον σου, σαυτῷ τὰ μεγάλα ἴσθι κεχαρισμένος. ὁμοίως εἰ τὴν δι' ἔνδειαν τεταπεινωμένην ψυχὴν ἐμπλήσειας τῶν παρὰ σοὶ εὐπορουμένων, πάλιν ὁ λόγος τὰς αὐτὰς ποιήσεταί σοι ἐπαγγελίας· ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου, καὶ τὸ σκότος σου ὡς μεσημβρίαν ἐκλάμψει. καὶ ἔσται ὁ θεός σου μετὰ σοῦ διὰ παντός· καὶ ἐμπλήσει σε καθάπερ ἐπιθυμεῖ ἡ ψυχή σου· ἐπαγγέλλεται δέ σοι ψυχῆς τροφὴν καὶ ἀπόλαυσιν τῶν παρ' αὐτῷ ἀγαθῶν καὶ τὰ ὀστᾶ δέ σού φησι, δηλαδὴ τῆς ψυχῆς αἱ δυνάμεις, πιανθήσονται ὑπὸ τῆς πνευματικῆς καὶ ἐνθέου τροφῆς. ἔσται δὲ ἐν σοὶ καὶ «πηγὴ ὕδατος ζῶντος» καὶ κῆπος ἀειθαλὴς ταῖς ἐξ ἁγίου