245
πνεύματος καρποφορῶν φυτείαις. καὶ τὰ πάλαι δὲ τῆς ψυχῆς ἔρημα οἰκοδομηθήσεται ἐν σοὶ καὶ ἀναπληρωθήσεται διὰ μαθημάτων καὶ λόγων θείων· ὡς καὶ οἰκοδόμον σε γενέσθαι σεαυτοῦ διδασκαλίαις ἐνθέοις οἰκοδομοῦντα τοὺς ἐν τῇ σαυτοῦ διανοίᾳ λογισμούς. ἤδη δὲ καὶ φραγμὸν περιβαλεῖς τῇ σαυτοῦ ψυχῇ περιφράττων αὐτὴν πανταχόθεν καὶ ἀσφαλιζόμενος ἀπὸ τῶν ἔξωθεν ὀχληρῶν. ταῦτα δὲ καὶ πρὸς ἕνα ἕκαστον τῶν ἀκροωμένων εἴρηται εἰς πρόσωπον τοῦ παντὸς λαοῦ· εἰ γὰρ ταῦτα ποιήσειας, ὁ τὰ πρῶτα καταμεμψάμενος λαός, ἔσται σοι τὰ ἐπηγγελμένα· ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου, καὶ τὸ σκότος σου ὡς μεσημβρία. καὶ ἔσται ὁ θεός σου μετὰ σοῦ διὰ παντός· καὶ ἐμπλησθήσῃ καθάπερ ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ τὰ ὀστᾶ σου πιανθήσεται· ὀστᾶ δὲ τοῦ λαοῦ οἱ ἐν αὐτῷ δυνατοὶ εἰκότως ἂν λεχθεῖεν οἱ τὸ πᾶν σῶμα ὑποβαστάζοντες. ἔσται δὲ ἐν σοὶ καὶ ὡς κῆπος μεθύων καὶ ὡς πηγὴ ἣν μὴ ἐξέλιπεν ὕδωρ. καὶ οἰκοδομηθήσονταί σοι αἱ ἔρημοι αἰώνιοι· τὰ ἐκ μακροῦ χρόνου δι' ἁμαρτίαν ἔρημα γεγενημένα, ταῦτα οἰκοδομηθήσεται. καὶ ἔσται τὰ θεμέλιά σου αἰώνια γενεῶν γενεαῖς· νοήσεις δὲ καὶ τὰ θεμέλια ἐπιστήσας τῇ ἀποστολικῇ γραφῇ, δι' ἧς εἴρηται· «ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν», ἀλλὰ καὶ κληθήσῃ Οἰκοδόμος φραγμῶν· φραγμοὺς δὲ οἰκοδομεῖ ὁ περιφράττων καὶ περιτειχίζων διαλεκτικαῖς ἀποδείξεσι τὰ ἐκκλησιαστικὰ δόγματα· ὁ δὲ τὰ δοκοῦντα προσκόμματα ἐκ τῶν θείων ἀναγνωσμάτων περιαιρῶν διὰ τοῦ σαφηνίζειν τὰ λεγόμενα, οὗτός ἐστιν ὁ τοὺς ἀνὰ μέσον τῶν τρίβων λίθους περιαιρῶν. Πρὸς τούτοις φησὶν ἅπασιν· ἐὰν ἀποστρέψῃς ἀπὸ τῶν σαββάτων τὸν πόδα σου τοῦ μὴ ποιεῖν τὰ θελήματά σου ἐν τῇ ἡμέρᾳ τῇ ἁγίᾳ καὶ καλέσῃς τὰ σάββατα τρυφερά, ἅγια τῷ θεῷ, οὐκ ἀρεῖς τὸν πόδα σου ἐπ' ἔργῳ οὐδὲ λαλήσεις λόγον ἐν ὀργῇ ἐκ τοῦ στόματός σου, καὶ ἔσῃ πεποιθὼς ἐπὶ κύριον. εἰ γὰρ μετὰ πάντων ἐκείνων καὶ τὰ σάββατα φυλάττοις, οὕτως ὡς ὁ λόγος ὑπαγορεύει, τότε σοὶ ἔσται καὶ αὐτὰ ἀναγκαῖα. ὑποβάλλει δὲ ὁ λόγος μὴ τὰ θελήματα πράττειν ἑαυτῶν «μέθαις καὶ κραιπάλῃ» σχολάζοντας, ἐν ἁγιασμῷ δὲ καὶ καθαρότητι διάγοντας, οὕτω καὶ τὴν ἡμέραν ἁγιάζειν, τρυφεράν τε αὐτὴν καὶ ἄλυπον διὰ τῆς ἐν αὐτῇ κατὰ θεὸν ἐπιτελουμένης σχολῆς φυλάττειν μηδὲ μέχρι τοῦ τυχόντος κινοῦντα τὸν πόδα ἐπὶ πράξεσιν ἑτέραις μηδὲ μέχρι λόγου μολύνειν τὰ χείλη· μόνῃ δὲ τῇ σχολῇ τῶν θείων διὰ πάσης προσανέχειν τῆς ἡμέρας. Ὁμοῦ δὴ ταῦτα πάντα συναγόμενα καὶ τὸ σάββατόν σοι οὐκ ἀνωφελὲς κατασκευάσει καὶ «τὴν νηστείαν» σοι «δεκτὴν» ποιήσει· οὕτω τε ἔσῃ πεποιθὼς ἐπὶ κύριον θαρσῶν εἰς τὸν ἐπίλοιπον βίον ὡς ἀνέχων αὐτοῦ ἀψευδεῖς τὰς ἐπαγγελίας, πρὸς αἷς καὶ τοῦτο δώσειν ὑπισχνεῖται, λέγω δὲ τὸ ἀπὸ τῆς ἐνταῦθα διατριβῆς ἐπί τινα τὴν ἄνω λεγομένην γῆν ἀναβιβάσειν σε κἀκεῖνά σοι παρασχεῖν τὰ ἀγαθά, «ἃ ὁ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν». καὶ ψωμιεῖ δέ σε τὴν ἐκεῖ τροφὴν καὶ τὴν κληρονομίαν, ἣν ἐπήγγελται τῷ πατρί σου Ἰακώβ, ἀποδώσει σοι. ἦσαν δὲ πρὸς τοὺς πατέρας ἐπαγγελίαι οὐράνιοι καὶ πνευματικαί· ταῦτα δὴ πάντα εἰ καὶ δι' ἀνθρώπου λελάληται, ἀλλ' οὐκ ἦσαν ἀνθρώπινοι λόγοι, θεὸς δὲ ἦν ὁ διὰ τοῦ προφήτου ταῦτα φθεγγόμενος. διὸ τοῖς πᾶσιν ἐπιλέγεται· τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα· δύναται δὲ τὰ περὶ γῆς καὶ τῶν ταύτης ἀγαθῶν Ἰουδαϊκώτερόν τις ἐκλαμβάνειν, ἐπεὶ καὶ τὰ λελεγμένα πάντα πρὸς τὸν ἐκ περιτομῆς λαὸν ἀποδέδεικται προσπεφωνημένα. 2.48 Ὡς πρὸς τὸν τῶν Ἰουδαίων λαὸν διαστειλάμενος ὁ λόγος ἐν τοῖς πρὸ τούτου τὰ πρακτέα, καὶ τοῖς μὲν τὰ πρακτέα δι' ἔργων ἐπιτελέσασι τὰς πρεπούσας ἐπαγγελίας παραθείς, τοῖς δὲ τὰ ἐναντία ἑλομένοις τὰς καταλλήλους ἀπειλήσας τιμωρίας· διὰ τῶν προκειμένων ἔλεγχον αὐτοῖς προσφέρει ὥς τινα ἐναντία ἑλομένοις τῇ τοῦ θεοῦ βουλῇ, οὗ χάριν