246
καὶ τοῖς κακοῖς περιπεπτώκασι. φησὶν οὖν πρὸς αὐτούς· Οὐκ ἦν ἀδύνατον ἐμοὶ τῷ θεῷ καὶ ἀπολλυμένους ὑμᾶς ἀνακτήσασθαι οὐδ' ἠσθένει ἡ ἐμὴ χεὶρ καὶ ἀναξίους ὄντας ὑμᾶς διασῶσαι· καὶ τὸ οὖς δὲ τὸ ἐμὸν τὸ πάντων ἀκουστικὸν οὐχ οὕτως ἦν βαρυήκοον ὡς μὴ δύνασθαι ὑμῶν εἰσακοῦσαι βοώντων. πλὴν εἰ καὶ τὰ παρ' ἐμοῦ τοιαῦτα ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν τυγχάνει ὡς κακῶν σωρὸν ποιεῖσθαι καὶ «μεσότοιχον» ἐγείρειν μεταξὺ τοῦ θεοῦ καὶ ὑμῶν· τοιούτους δὲ ὄντας σῴζειν οὔτε δίκαιον οὐθ' ὑμῖν συμφέρον ἐστίν. ὁ δὲ Ἀπόστολος λέγει που περὶ τοῦ σωτῆρος· «ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν, ἐν τῇ σαρκὶ αὐτοῦ». ἀλλ' ὁ μὲν σωτὴρ διὰ τῆς ἀφέσεως τῶν ἁμαρτιῶν «τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας» λέγεται, ὁ δὲ παρὼν προφήτης διδάσκει, ὡς ἄρα αἱ ἑκάστου ἁμαρτίαι μέσαι παρεμβαλλόμεναι θεοῦ καὶ ἀνθρώπων μακρὰν ἀποσκορακίζουσι τὴν ἁμαρτάνουσαν ψυχὴν τοῦ θεοῦ, ἐπειδὴ τῶν ἀδυνάτων ἐστὶ θεῷ συνάπτεσθαι ἁμαρτίαν. διὸ ἐπιλέγει· καὶ διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπέστρεψα τὸ πρόσωπόν μου ἀφ' ὑμῶν. ὁ παράνομος ὑμῶν βίος οὐκ ἐᾷ τῆς θείας ὑμᾶς ἀπολαῦσαι προνοίας διὰ τὸ βδελύττεσθαι ὥσπερ δυσώδη καὶ αἰσχρὸν καὶ ἄτιμον τὴν ἁμαρτίαν. Τὸ μὲν οὖν αἴτιον τῆς ἀποπτώσεως τοῦ λαοῦ καὶ τῆς πορρωτάτω τοῦ θεοῦ ἀποβολῆς αὐτοῦ οὐδὲν ἕτερον εἶναι ἐδίδαξεν ἢ τὰς ἁμαρτίας· τὸ δὲ τούτων εἶδος ἑξῆς καταριθμεῖται λέγων· αἱ χεῖρες ὑμῶν μεμολυμμέναι αἵματι καὶ οἱ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαις, τὰ δὲ χείλη ὑμῶν ἐλάλησεν ἀνομίαν. καὶ θέα ὡς οὐκ ἐπιμέμφεται αὐτοῖς ἐν τούτοις εἰδωλολατρίαν οὐδ' ἑτέραν τινὰ παράνομον πρᾶξιν, ἀλλὰ τὴν διὰ χειρῶν μιαιφονίαν καὶ τὴν διὰ στόματος παρανομίαν, δι' ὧν ᾐνίξατο τὴν κατὰ τοῦ σωτῆρος ἐπανάστασιν αὐτῶν καὶ τὴν κατὰ τῶν δικαίων ἀνδρῶν ἐπιβουλήν. περὶ ὧν καὶ διὰ τῶν ἔμπροσθεν ἐδήλου φάσκων· «Ἴδετε ὡς ὁ δίκαιος αἴρεται, καὶ οὐδεὶς κατανοεῖ, καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ. ἀπὸ γὰρ προσώπου ἀνομίας ἦρται ὁ δίκαιος· ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ, ἦρται ἐκ τοῦ μέσου». εἰ δὲ καὶ μὴ αὐτόχειρες γεγόνασι τοῦ σωτῆρος, ἀλλὰ «τὸ αἷμα αὐτοῦ ἐπ' αὐτοὺς καὶ ἐπὶ τὰ τέκνα αὐτῶν» αἰτησάμενοι καὶ βοαῖς ἀθέοις χρησάμενοι ἔργῳ παρέστησαν τὰς χεῖρας ἔχειν μεμολυμμένας αἵματι, τά τε χείλη αὐτῶν λελαληκέναι ἀνομίαν καὶ τὴν γλῶσσαν αὐτῶν μεμελετηκέναι ἀδικίαν. ∆ιό φησιν ὁ προφήτης· οὐθεὶς λαλεῖ δίκαια, οὐδὲ ἔστι κρίσις ἀληθινή. εἶτ' ἐπειδήπερ ἐξαπατῶντες ἑαυτοὺς ἕτερον προσδοκῶσι Χριστὸν ἀνθρώπινά τινα περὶ αὐτοῦ μυθολογοῦντες. τούτου χάριν ἐπιλέγει· πεποίθασιν ἐπὶ ματαίοις καὶ λαλοῦσι κενά. διὸ παραινεῖ ὁ θεῖος Ἀπόστολος «μὴ προσέχειν» «Ἰουδαϊκοῖς μύθοις καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν». οἱ δ' αὐτοὶ οὗτοι ἐπινοοῦντες εὑρησιλογίας ἑαυτοῖς καὶ ἐξ οἰκείων λογισμῶν βλασφήμους τινὰς συντιθέντες λόγους κατὰ τοῦ Χριστοῦ τοῦ θεοῦ κύουσι πόνον καὶ τίκτουσιν ἀνομίαν· οὐ γὰρ ἐπίστανται λέγειν· «ἐκ τοῦ φόβου σου, κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν πνεῦμα σωτηρίας». τοιαῦτα δὲ κύουσιν, ὁποῖα καὶ δι' ἑτέρου λέλεκται· «ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν· λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν καὶ ἐμπεσεῖται εἰς βόθρον, ὃν εἰργάσατο». εἴη δ' ἂν τοιαῦτα καὶ τὰ ἀσεβῆ καὶ ἄθεα δόγματα, ὅσα ἕκαστος ἐκ τῆς αὐτοῦ διανοίας εὑρησιλογῶν ἀναπλάττει. οἱ δὲ τοιοῦτοι καὶ ᾠὰ ἀσπίδων ἔρρηξαν τῶν ἀντικειμένων δυνάμεων τὰ σπέρματα ἐν ἑαυτοῖς κυήσαντες· διὸ τοῖς τῆς κακίας καὶ πονηρίας αὐτῶν υἱοῖς ἐλέγετο· «ὄφεις, γεννήματα ἐχιδνῶν». ἀναλόγως δὲ τῷ σπόρῳ τῷ θείῳ τὸν τῶν ἀντικειμένων δυνάμεων σπόρον ᾠὰ ὠνόμασε διὰ τὸ παράδειγμα τοῦ ἑρπυστικοῦ γένους· ἀσπίδες καὶ ὄφεις καὶ τὰ τοιαῦτα τῶν ᾠοτόκων ἐστίν. ἐπειδὴ δὲ μετὰ τὴν τοσαύτην κακίαν ἐπαγγέλλονται μὲν τὰς ἀπὸ τῶν θείων γραφῶν