247
διδασκαλίας, ἐκπίπτουσι δὲ εἰς «γραώδεις μύθους» καὶ εἰς «παραδόσεις ἀνθρώπων» οὐδὲν ὑγιὲς οὐδὲ ὠφέλιμον περιεχούσας. εἰκότως ἐπιλέγει· καὶ ἱστὸν ἀράχνης ὑφαίνουσι, τὸ σαθρὸν καὶ ἄτιμον τῆς τοιαύτης αὐτῶν σπουδῆς τῷ τῆς ἀράχνης ὑφάσματι παραβάλλων. καὶ ὁ μέλλων φησὶν τῶν ᾠῶν αὐτῶν φαγεῖν συντρίψας οὔριον εὗρε, καὶ ἐν αὐτῷ βασιλίσκον· ποίων δὲ ᾠῶν ἢ περὶ ὧν εἴρηται τό· ᾠὰ ἀσπίδων ἔρρηξαν. οἱ μὲν οὖν ἐν κακίᾳ τέλειοι διαρρήξαντες τουτωνὶ τῶν ᾠῶν τὰ τελεσφορηθέντα εἰς ἑαυτοὺς ὑπεδέξαντο, οἱ δὲ ἀτελέστεροι πρὶν διαρραγῆναι καὶ τελεσφορηθῆναι ἐμφαγόντες αὐτῶν ἀπόλλυνται. διὸ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς εἴρηται· ὁ ἐσθίων ἐκ τῶν ᾠῶν αὐτῶν ἀποθανεῖται. εἰ δέ τις εὑρεθείη συνετὸς ἀνὴρ ὁ συντρίβειν αὐτὰ δυνάμενος ἀνατρεπτικῷ καὶ ἐλεγκτικῷ λόγῳ, οὗτος εὕροι ἂν τὸ ἐν αὐτοῖς ἀνεμιαῖον καὶ οὔριον καὶ δυσῶδες καὶ φθοριμαῖον καὶ ἐν τούτοις ἅπασιν ἰλυσπώμενον καὶ ἐγκρυπτόμενον τὸ πάντων ἑρπετῶν καὶ ἐξ αὐτοῦ βλέμματος θανατοποιόν, τὸν βασιλίσκον λέγω, κατὰ δὲ τὸν Ἀκύλαν· καὶ τὸ θαλφθὲν ἐσχίσθη ἔχιδνα, κατὰ δὲ τὸν Σύμμαχον· τὸ δὲ συνεστραμμένον ἀπορραγὲν ἔσται ἀσπίς, κατὰ δὲ τὸν Θεοδοτίωνα· τὸ θαλφθὲν ἐρράγη ἀσπίς. τοιαῦτα δὲ τὰ παρὰ τοῖς δηλουμένοις ᾠά, ὅτι κύουσι πόνον καὶ τίκτουσιν ἀνομίαν. Εἶτ' ἐπειδὴ προείρητο· καὶ ἱστὸν ἀράχνης ὑφαίνουσι, πλατύτερον τὴν τούτου διάνοιαν ἐκτίθεται φάσκων· ὁ ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον, οὐδὲ μὴ περιβάλωνται ἀπὸ τῶν ἔργων αὐτῶν· ἱστὸν παρ' αὐτοῦ μαθὼν τοῦ προφήτου Ἠσαΐου φήσαντος διὰ τῶν ἔμπροσθεν· «ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ' ἐμοῦ· μάτην δὲ σέβονταί με διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων», «τὰς παραδόσεις τῶν πρεσβυτέρων» αὐτῶν περιέποντες τὸν νόμον τοῦ θεοῦ παρεώρων ὑφαίνοντες καὶ συνείροντες «ἐντολὰς ἀνθρώπων» ἀποστρεφομένων τὴν ἀλήθειαν. διό φησιν· ὁ ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον, οὐδὲ μὴ περιβάλωνται ἀπὸ τῶν ἔργων αὐτῶν· τὰ γὰρ ἔργα αὐτῶν ἔργα ἀνομίας. οἱ μὲν οὖν διὰ λόγων θείων τῶν ἐξ ἁγίου πνεύματος λελαλημένων «πνευματικὰ πνευματικοῖς συγκρίνοντες» χιτῶνα θεῖον ὑφαίνουσιν, οἱ δ' εἰς ἄχρηστον «ταῖς Ἰουδαϊκαῖς μυθολογίαις» κατατρίβοντες πλέον οὐδὲν ἢ τὸν τῆς ἀράχνης ζηλοῦσιν ἱστὸν ἐπὶ θήρα ψυχῶν εὐτελῶν τῶν ἁλισκομένων ὥσπερ ἐν βρόχοις ἐν ταῖς μυθολογίαις αὐτῶν. εἶθ' ἑξῆς εἴρηται· τὰ γὰρ ἔργα αὐτῶν ἔργα ἀνομίας, οἱ δὲ πόδες αὐτῶν εἰς κακίαν τρέχουσι ταχινοὶ ἐκχέαι αἷμα· καὶ οἱ διαλογισμοὶ αὐτῶν διαλογισμοὶ ἀφρόνων. ταῦτα πάντα ἐξυφαίνουσιν ἑαυτοῖς διὰ τοῦ οἰκείου ἱστοῦ τὴν ἀράχνην ἀπομιμούμενοι καὶ τρέχοντες ἐπὶ πονηρίαν καὶ ταχεῖς γινόμενοι εἰς τὸ ἐκχέειν αἷμα ἀναίτιον κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς. διὸ καὶ ἀνωτέρω ἐλέγετο πρὸς τοὺς αὐτούς· «αἱ γὰρ χεῖρες ὑμῶν μεμολυμμέναι αἵματι καὶ οἱ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαις, τὰ δὲ χείλη ὑμῶν ἐλάλησεν ἀνομίαν, καὶ ἡ γλῶσσα ὑμῶν ἀδικίαν μελετᾷ», ἀλλὰ καὶ σύντριμμα καὶ ταλαιπωρία φησὶν ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν. διὸ καὶ ἀπεκλαύσατο αὐτοὺς ὁ σωτὴρ εἰπὼν πρὸς τὴν Ἰερουσαλήμ· «εἰ ᾔδεις καί γε σὺ τὰ πρὸς εἰρήνην σου. ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σοὶ καὶ περιβαλοῦσί σε οἱ ἐχθροί σου χάρακα καὶ κυκλώσουσί σε καὶ τὰ τέκνα σου ἐδαφιοῦσιν». οὐκ ἔγνωσαν οὖν ὁδὸν εἰρήνης, ἀλλ' οὐδὲ κρίσις ἐν ταῖς ὁδοῖς αὐτῶν εὕρηται, ἀκρισία δὲ πᾶσα καὶ ἀδικία, πᾶσαί τε αἱ τρίβοι αὐτῶν διεστραμμέναι, καὶ οὐκ οἴδασιν εἰρήνην· οὐ γὰρ παρεδέξαντο τὸν τῆς εἰρήνης πρύτανιν, περὶ οὗ εἴρηται· «αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν». διὸ τοῖς αὐτοῦ μαθηταῖς ταύτην προεξένει λέγων· «εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν». Ἀλλὰ γὰρ τούτων ἕνεκεν ἁπάντων ἀπέστη φησὶν ἡ κρίσις ἀπ' αὐτῶν, καὶ οὐ μὴ καταλάβῃ αὐτοὺς δικαιοσύνη· κρίσιν δὲ λέγει ἐνταῦθα, περὶ ἧς ἀνωτέρω εἴρηται· «ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου ὃν ἠγάπησεν ἡ ψυχή μου· κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει».