1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

249

ἀρνήσασθαι ἐν κυρίῳ, σαφῶς τὴν ἄρνησιν αὐτῶν παριστῶντος τοῦ λόγου, ἀλλὰ καὶ ἀπέστημέν φησιν ὄπισθεν τοῦ θεοῦ ἡμῶν· ἐλαλήσαμεν συκοφαντίαν. ὁρᾷς ὡς οὐδαμοῦ εἰδωλολατρίαν αὐτῶν κατηγορεῖ, ἀλλὰ καὶ συκοφαντίας καὶ λόγους ψευδεῖς καὶ τὰ τούτοις παραπλήσια. καὶ ἠπειθήσαμεν δέ φησι, καὶ ἐκύομεν καὶ ἐμελετήσαμεν ἀπὸ καρδίας ἡμῶν λόγους ἀδίκους, κατὰ δὲ τὸν Ἀκύλαν· λαλεῖν φησι συκοφαντίαν καὶ ἀπόστασιν, συνέλαβον καὶ ἐφθέγξαντο ἀπὸ καρδίας ῥήματα ψεύδους, κατὰ δὲ τὸν Σύμμαχον· λαλεῖν συκοφαντίαν καὶ ἔκκλισιν, κύειν καὶ μελετᾶν ἀπὸ καρδίας λόγους ψευδεῖς. Εἶθ' ἑξῆς εἴρηται· καὶ ἀπεστήσαμεν ὀπίσω τὴν κρίσιν· οὐ γὰρ αὕτη ἡμᾶς φησι κατέλειψεν, ἀλλ' ἡμεῖς αὐτὴν ἀπεστήσαμεν, καὶ ἡ δικαιοσύνη μακρὰν ἀφέστηκεν, ὅτι κατηναλώθη ἐν ταῖς ὁδοῖς αὐτῶν ἡ ἀλήθεια, καὶ δι' εὐθείας οὐκ ἠδύναντο διελθεῖν, κατὰ δὲ τὸν Σύμμαχον· ὅτι ἠσθένησεν ἐν πλατείᾳ ἡ ἀλήθεια, καὶ εὐθύτης οὐκ ἠδύνατο ἐλθεῖν, καὶ ἐγένετο ἡ ἀλήθεια ἐπιλείπουσα. τήρει δ' ὅπως πολλάκις ἐν τούτοις ἀληθείας ἄρνησιν αὐτῶν κατηγορεῖ καὶ τοὺς ἐφευρημένους αὐτοῖς ψευδεῖς λογισμοὺς ἀπελέγχει. οἷς ἑξῆς ἐπάγει· καὶ εἶδε κύριος, καὶ οὐκ ἤρεσεν αὐτῷ, ὅτι οὐκ ἦν κρίσις, καὶ εἶδε καὶ οὐκ ἦν ἀνήρ. καὶ ἀνωτέρω δὲ ἐλέγετο· «διότι ἦλθον καὶ οὐκ ἦν ἄνθρωπος, ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων»; ἀλλὰ καὶ ἐνταῦθα καὶ εἶδέ φησι καὶ οὐκ ἦν ἀνήρ, καὶ κατενόησε καὶ οὐκ ἦν ὁ ἀντιληψόμενος, καὶ ἠμύνατο αὐτοὺς τῷ βραχίονι αὐτοῦ καὶ τῇ ἐλεημοσύνῃ ἐστηρίσατο, ἢ καὶ τῇ δικαιοσύνῃ κατὰ τοὺς λοιποὺς ἐπεστηρίσατο. καὶ περιέθετο περικεφαλαίαν σωτηρίου ἐπὶ τῆς κεφαλῆς καὶ ἐνεδύσατο δικαιοσύνην ὡς θώρακα καὶ περιεβάλετο ἱμάτιον ἐκδικήσεως καὶ τὸ περιβόλαιον ὡς ἀνταποδώσων ἀνταπόδοσιν ὄνειδος τοῖς ὑπεναντίοις. καὶ τοῦτο τὸ τέλος τῆς παρούσης κατὰ τοῦ Ἰουδαίων λαοῦ κατηγορίας, ὃ δὴ σημαίνει ἄντικρυς πόλεμον θεοῦ κατ' αὐτῶν ἐπανιστάμενον, ὃς καὶ μετῆλθεν αὐτούς, ὃν ἐπὶ τῆς ἐσχάτης πολιορκίας πεπόνθασι κατὰ τοὺς Ῥωμαϊκοὺς χρόνους. 2.49 Τὰς κατὰ τοῦ σωτῆρος δυσσεβείας τοῦ Ἰουδαίων λαοῦ διεξελθὼν ὁ προφητικὸς λόγος μετὰ πάσας τε τὰς κατ' αὐτῶν κατηγορίας αὐτὸν τὸν θεὸν πολέμιον αὐτῶν ἔσεσθαι προαναφωνήσας διὰ τῶν προκειμένων μεταβαίνει πάλιν ἐπὶ τὴν κλῆσιν τῶν ἐθνῶν, ᾗ συνάπτει Χριστοῦ παρουσίαν· καὶ γὰρ ἦν ἀκόλουθον τῇ περὶ τοῦ Χριστοῦ προφητείᾳ τὴν δι' αὐτοῦ προξενηθεῖσαν τοῖς ἔθνεσι χάριν συμπεριλαμβάνεσθαι. λέγει δ' οὖν ἀρχόμενος· καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα κυρίου· «ἀρχὴ δὲ σοφίας φόβος κυρίου». ταύτης οὖν τῆς σοφίας μεταλήψεσθαι οὐ τὸν Ἰσραὴλ θεσπίζει, ἀλλὰ τοὺς ἀπὸ δυσμῶν, δηλαδὴ τοὺς τὰ δυτικὰ μέρη λαχόντας οἰκεῖν, καὶ οἱ ἀπὸ ἀνατολῶν δὲ ἡλίου. ὁμοίως καὶ αὐτοὶ φοβηθήσονται τὸ ὄνομα τὸ ἔνδοξον. καὶ ἀνωτέρω δὲ ἐλέγετο· «ἰδοὺ οὗτοι πόρρωθεν ἥξουσιν, οὗτοι ἀπὸ δυσμῶν καὶ οὗτοι ἀπὸ βορρᾶ, ἄλλοι δὲ ἀπὸ γῆς Περσῶν. εὐφραίνεσθε, οὐρανοί». περὶ δὲ «τῶν φοβουμένων τὸν κύριον» πολλὰ εἴρηται, ἐπεὶ καί· «μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν κύριον», καί· «οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν», καί· «φόβος κυρίου παιδεία καὶ σοφία», καί· «φόβος κυρίου προστίθησιν ἡμέρας». ταῦτ' οὖν ἅπαντα τοῖς ἔθνεσιν ὁ προφήτης εὐαγγελίζεται λέγων· καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα κυρίου καὶ οἱ ἀπ' ἀνατολῶν ἡλίου τὸ ὄνομα τὸ ἔνδοξον. τῆς δὲ τοσαύτης τῶν ἐθνῶν σωτηρίας τὸ αἴτιον παρίστησιν ἑξῆς λέγων· ἥξει γὰρ ὡς ποταμὸς βίαιος ἡ ὀργὴ κυρίου, ἥξει μετὰ θυμοῦ. οὔτε δὲ ἡ Ἑβραϊκὴ ἀνάγνωσις ὀργῆς ἐμνημόνευσεν ἐνταῦθα οὔτε θυμοῦ οὔτε οἱ λοιποὶ ἑρμηνευταί· οὔτε γὰρ λόγον εἶχεν ἐν ἀγαθῶν ἐπαγγελίαις θυμὸν καὶ ὀργὴν θεοῦ παραλαμβάνεσθαι. διὸ κατὰ μὲν τὸν Ἀκύλαν εἴρηται· ὅτι ἐλεύσεται ὡς ποταμὸς πνεῦμα κυρίου σύσσημον ἑαυτῷ, κατὰ δὲ τὸν Σύμμαχον· ἥξει ὡς ποταμὸς θλίβων τὸ πνεῦμα κυρίου, ἐπείγει καὶ ἥξει, κατὰ δὲ τὸν Θεοδοτίωνα· ἥξει γὰρ ὡς ποταμὸς