1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

250

πολιορκητὴς πνεῦμα κυρίου, ἐσημειώθη ἐν αὐτῷ. οὐδαμοῦ δὲ ἐν τούτοις ὀργὴ κυρίου εἴρηται, οὐδὲ θυμός· οὐκοῦν τὸ πνεῦμα κυρίου ἥξει ὡς ποταμὸς βίαιος, ἵνα φοβηθῶσιν αὐτὸν οἱ ἀπὸ δυσμῶν καὶ οἱ ἀπὸ ἀνατολῶν ἡλίου· διὰ γὰρ ταῦτα ἥξειν εἴρηται τὸ πνεῦμα κυρίου. νοήσομεν δὲ πῶς εἴρηται ὡς ποταμὸς βίαιος ἥξειν τὸ ἀποτέλεσμα τοῦ λόγου θεασάμενοι, ὅπερ ἐπληροῦτο ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων, ὅτε συνηγμένων «ἐπὶ τὸ αὐτό, ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσε τὸν οἶκον ὅλον οὗ ἦσαν καθήμενοι, καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, καὶ ἐκάθισαν ἐφ' ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπληρώθησαν ἅπαντες πνεύματος ἁγίου». οὕτως οὖν εἴρηται ἥξειν ὡς ποταμὸν βίαιον τὸ πνεῦμα κυρίου, ἀλλὰ καὶ σημεῖόν φησιν ἑαυτῷ. τοῦτο δὲ ἦν τὸ σημεῖον τῆς ἀναλήψεως τοῦ σωτῆρος ἡμῶν, ὥσπερ οὖν ἐδίδασκεν αὐτὸς λέγων· «ἐὰν μὴ ἀπέλθω, ὁ παράκλητος οὐκ ἔρχεται», καὶ πάλιν· «ὅταν ἀπέλθω, ἀποστείλω ὑμῖν τὸ πνεῦμα τῆς ἀληθείας». Εἶθ' ἑξῆς εἴρηται· καὶ ἥξει ἕνεκεν Σιὼν ὁ ῥυόμενος, κατὰ δὲ τὸν Σύμμαχον· καὶ ἥξει τῇ Σιὼν ἀγχιστεύων, κατὰ δὲ τὸν Ἀκύλαν· καὶ ἐλεύσεται τῇ Σιὼν ἀγχιστεύων. τοῦτο δὲ καὶ αὐτὸς ὁ σωτὴρ ἐδήλου λέγων· «οὐκ ἦλθον εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ». πάλιν δὲ καὶ ἐνταῦθα τὸ θεοσεβὲς πολίτευμα σημαίνεται διὰ τῆς Σιών, ἥτις διαφόρως ἀπεδείκνυτο οὖσα ἡ ἐκκλησία τοῦ θεοῦ. ταύτης οὖν ἕνεκεν τῆς τοῦ θεοῦ πόλεως ἥξειν λέγεται ὁ ῥυόμενος ἢ ὁ ἀγχιστεύων. καὶ τί ποιήσει; συγχωρήσει τὰς ἀδικίας τοῖς προσιοῦσιν αὐτῷ. διὸ λέλεκται· ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ, δηλονότι τοῖς ἀπὸ τοῦ Ἰακὼβ ἐπιστρέφουσιν. εἰ δὲ μὴ ἐπιστρέφοιεν ἑαυτοῖς μέμφονται, ὅτι μὴ τῆς χάριτος ὁμοίως τοῖς ἔθνεσι μετέσχον καίπερ πρῶτοι κεκλημένοι. Καὶ αὕτη αὐτοῖς φησιν ἔσται ἡ παρ' ἐμοῦ διαθήκη· ποία δὲ αὕτη ἐπιλέγει ἑξῆς· τὸ πνεῦμα τὸ ἐμόν, ὅ ἐστιν ἐπὶ σοί· τοῦτο γοῦν τὸ πνεῦμα ἡ διαθήκη ἐτύγχανε, διόπερ ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ τοῖς αὐτοῦ μαθηταῖς ἐδίδου τὸ πνεῦμα λέγων· «λάβετε πνεῦμα ἅγιον. ἐάν τινος ἀφῆτε τὰς ἁμαρτίας, ἀφίεται αὐτῷ». αὕτη τοίνυν ἡ καινὴ διαθήκη καὶ τὸ κεφάλαιον τοῦ μυστηρίου τὸ πνεῦμα τὸ ἅγιον εἴη ἄν. διὸ λέλεκται· καὶ αὕτη αὐτοῖς ἡ παρ' ἐμοῦ διαθήκη, εἶπε κύριος· τὸ πνεῦμα τὸ ἐμόν, ὅ ἐστιν ἐν σοί. προσφωνεῖ δὲ ταῦτα τῷ ἀγχιστεῖ καὶ τῷ ῥυομένῳ καὶ ἀφιέντι τὰς ἁμαρτίας· τούτου δὴ οὖν τοῦ πνεύματος καὶ τοῖς ἑαυτοῦ μετεδίδου μαθηταῖς εἰς τὸ καὶ αὐτοὺς μεταδιδόναι τοῖς ἀξίοις. καὶ τὰ ῥήματά μού φησιν, ἃ ἔδωκα εἰς τὸ στόμα σου, τὰ διὰ τῆς καινῆς διαθήκης παραδοθησόμενα, γένοιτ' ἂν καὶ αὐτὰ ἐμὴ διαθήκη· τὸ πνεῦμα γὰρ τὸ ἐμὸν καὶ τὰ ῥήματα, ἃ ἔδωκα εἰς τὸ στόμα σου, ταῦτα ἤδη διαθήκη σού εἰσιν, ἥτις οὐ μὴ ἐκλίπῃ ἐκ τοῦ στόματός σου καὶ ἐκ τοῦ σπέρματός σου, εἶπε κύριος, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα· μένει γὰρ καὶ εἰς τὸν παρόντα αἰῶνα καὶ εἰς τὸν μέλλοντα ταῦτα τὰ ῥήματα, ὡς ἐδίδαξεν αὐτὸς ὁ σωτὴρ εἰπὼν ἐν Εὐαγγελίοις· «ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι». 2.50 Χριστοῦ παρουσίαν εὐαγγελισάμενος ὁ προφήτης πρώτην παρακελεύεται τοῦ φωτὸς μεταλαγχάνειν τὴν Ἰερουσαλήμ, δηλαδὴ τῷ παντὶ Ἰουδαίων ἔθνει τῷ πάλαι προσκειμένῳ τῇ Ἰερουσαλήμ. ἐπεὶ τοίνυν ὁ Χριστὸς τοῦ θεοῦ αὐτὸς «ἦν τὸ φῶς» καὶ «ἡ ἀλήθεια καὶ ἡ ζωὴ» καὶ «τὸ φῶς τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον», εἰκότως τῆς τούτου παρουσίας ἀπολαύειν ὁ λόγος τῇ Ἰερουσαλὴμ προσεφώνει λέγων· Φωτίζου φωτίζου, Ἰερουσαλήμ, ἥκει γάρ σου τὸ φῶς· αὐτῆς δὲ εἶναι φάσκει τὸ φῶς διὰ τὸ αὐτῇ τὰς περὶ τοῦ Χριστοῦ ἐπαγγελίας ὑπὸ τῶν προφητῶν κεκηρύχθαι. εἰ μὲν οὖν πεισθεῖσα τῷ παραγγέλματι τοῦ φωτὸς μετειλήφει τὸν Χριστὸν τοῦ θεοῦ παραδεξαμένη, διέμεινεν ἂν ἐν εἰρήνῃ μέχρι τέλους. τὸ γὰρ πάλαι σοί φησι διὰ τῶν προφητῶν κατηγγελμένον φῶς ἰδοὺ νῦν