251
ἐλήλυθε. διὸ μὴ μέλλε, φωτίζου δὲ φωτίζου καὶ τῆς χάριτος μεταλάμβανε· ἔσται γάρ σοι φωτισθείσῃ τάδε καὶ τάδε. καὶ τὰ ἑξῆς δὲ ἐπιφερόμενα πάντα ἅπερ ὡς ἔφην καὶ σωματικῶς εἰς αὐτοὺς τάχα που ἐπληρώθη ἄν, εἰ καταπειθεῖς γενόμενοι τῷ προστάγματι τὸν Χριστὸν τοῦ θεοῦ ἐπιδημήσαντα αὐτοῖς ἔτυχον παραδεδεγμένοι. νυνὶ δὲ ὁμοῦ τῇ ἀρνήσει τοῦ Χριστοῦ καὶ τοῦ φωτὸς ἑαυτοὺς ἐστέρησαν ὡς καὶ πάντων ἀθρόως τῶν διὰ τῆς προφητείας ἐπηγγελμένων. ταῦτα μὲν οὖν ὡς πρὸς τὴν ψιλὴν λέξιν, πρὸς δὲ διάνοιαν, ἐπειδὴ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς τὸ τῆς Ἰερουσαλὴμ οὐ πρόσκειται ὄνομα· ὁ μὲν γὰρ Ἀκύλας τοῦτον ἡρμήνευσε τὸν τρόπον· ἀνάστηθι φωτίζου, ὅτι ἦλθε φῶς σου, ὁ δὲ Σύμμαχος· ἀνάστηθι φωτίζου, ἥκει γάρ σου τὸ φῶς. ἀλλ' οὐδ' ἐν τῇ Ἑβραϊκῇ ἀναγνώσει ὠνόμασται Ἰερουσαλήμ, ἀκόλουθόν ἐστι νοεῖν ταῦτα λέγεσθαι πρὸς τούτοις ἐπηγγελμένον «ἥξειν λυτρωτὴν ἢ ἀγχιστέα» παραδεδεγμένους. οὗτοι δ' ἦσαν, περὶ ὧν εἴρητο· «καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα κυρίου καὶ οἱ ἀπὸ ἀνατολῶν τὸ ὄνομα τὸ ἔνδοξον». πολλάκις δὲ ἡμῖν ἀποδέδοται τὸ θεοσεβὲς πολίτευμα ἐν ψυχαῖς ἀνθρώπων θεοσεβῶν νοούμενον πόλις θεοῦ καὶ Ἰερουσαλὴμ ὠνομάσθαι. καὶ ὡς πάλαι τοῦτο παρὰ Ἰουδαίοις συνεστήκει, καθ' ὃν χρόνον ἤκμαζον ἐν αὐτοῖς προφῆται καὶ δίκαιοι καὶ πολὺς χορὸς θεοσεβῶν καὶ θεοφιλῶν ἀνδρῶν, καὶ ἡμῶν ὡς ἀληθῶς θεοῦ πόλις ἡ κατὰ τὸ βούλημα τοῦ θεοῦ συντελουμένη παρ' αὐτοῖς θεοσέβεια, ἀλλ' ἐπειδήπερ οἱ παρ' αὐτοῖς πάντες τελειωθέντες «προσδοκῶντες τὴν» διὰ τῶν προφητῶν καταγγελλομένην Χριστοῦ «τοῦ παρουσίαν», ἀπηλλάττοντο τοῦ βίου, ἤλπιζον δὲ «μέχρι θανάτου» καταβήσεσθαι αὐτὸν ὑπὲρ τῆς αὐτῶν σωτηρίας. τούτου χάριν ὡς ἂν «ἐν σκότῳ καθημένοις» αὐτοῖς εὐαγγελίζεται τοῦ φωτὸς τὴν παρουσίαν φάσκων ὁ λόγος· Φωτίζου, Ἰερουσαλήμ, ἥκει γὰρ τὸ φῶς σου, ὡς κατὰ τὴν πρώτην παρουσίαν τοῦ σωτῆρος ἡμῶν δύνασθαι ταῦτα πληροῦσθαι, οὐ μὴν ἀλλὰ καὶ κατὰ τὴν δευτέραν καὶ ἔνδοξον αὐτοῦ θεοφάνειαν τέλους αὐτὰ τεύξεσθαι. εἰκὸς ἐν ᾗ «ἥλιος» μὲν οὐκέτ' ἔσται οὐδὲ «σελήνη» οὐδὲ ἀστέρες, ἀπαρκεῖ δὲ αὐτὸς ὁ Χριστὸς τοῦ θεοῦ «τὸ φῶς τὸ ἀληθινὸν» καὶ «ὁ τῆς δικαιοσύνης ἥλιος» πρὸς φωτισμὸν ψυχῶν τῶν τῆς αὐτοῦ βασιλείας καταξιουμένων. τότε γὰρ κατὰ τὸν ἱερὸν Ἀπόστολον «αὐτὸς ὁ κύριος ἐν κελεύσματι καὶ ἐν φωνῇ ἀρχαγγέλου καταβήσεται ἀπ' οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτοι, ἔπειτα ἡμεῖς οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλῃ εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα· καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα». ἐπειδὰν οὖν τὴν ἔνδοξον αὐτοῦ ποιῆται παρουσίαν, τηνικαῦτα τοῖς ταύτης ἀξίοις προσφωνῶν ὁ λόγος φησί· Φωτίζου φωτίζου, Ἰερουσαλήμ, ἥκει γάρ σου τὸ φῶς, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· ἀνάστηθι φωτίσθητι, ἦλθε γὰρ τὸ φῶς σου, καὶ ὅρα εἰ μὴ σαφῶς τὴν ἐκ νεκρῶν ἀνάστασιν ἐθέσπισε φήσας· ἀνάστηθι, τὸ δ' αἴτιον τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν ἡ παρουσία τοῦ φωτὸς ἦν· ταῖς γὰρ ἀκτῖσι ταῖς ζωοδόχοις ἀναζωπυρήσασαι αἱ τῶν πάλαι τετελευτηκότων ἁγίων ψυχαὶ τῶν ἐπηγγελμένων τεύξονται. διὸ κατὰ τὸν Ἀπόστολον «αὐτὸς ὁ κύριος ἐν κελεύσματι καὶ ἐν φωνῇ ἀρχαγγέλου καταβήσεται, ἔπειτα οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται»· εἶτα ἀναστάντες ὄψονται τὴν δόξαν αὐτοῦ. διὸ ἐπιλέγει· καὶ ἡ δόξα κυρίου ἐπὶ σὲ ἀνατέταλκεν· οὐ γὰρ ἐπὶ πάντας ἀνατελεῖ, ἀλλ' ἐπὶ μόνους τοὺς ἀξίους· τοὺς γὰρ μὴ τοιούτους διαλήψεται «τὸ ἐξώτερον σκότος» καὶ «τὸ πῦρ τὸ αἰώνιον» καὶ ὅσα ἄλλα τοῖς ἀσεβέσιν ἠπείληται. ἀλλ' ἐπὶ σέ φησι τὴν τοῦ θεοῦ πόλιν καὶ τὴν νέαν Ἰερουσαλὴμ ἡ δόξα κυρίου ἀνατέταλκεν, ἧς μεταλαβοῦσα φωτίζου· τοῖς γὰρ μὴ τὸν κύριον ἐπεγνωκόσι μηδὲ τὴν ἄφιξιν αὐτοῦ πρὸ ὀφθαλμῶν θεμένοις σκότος ἀποκεῖσθαι, ὃ δὴ σημαίνει φάσκων· ἰδοὺ σκότος καλύψει τὴν γῆν καὶ γνόφος ἐπ' ἔθνη· ἐπὶ σὲ δὲ φανήσεται κύριος, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· ἐπὶ σὲ δὲ