252
ἀνατελεῖ κύριος, ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται. δεῖ δὲ πρότερον φωτὸς καὶ ἀνατολῆς τοῖς μέλλουσιν αὐτοῦ ὄψεσθαι τὴν δόξαν, ὅπως ἐν ἡμέρᾳ θεϊκοῦ φωτὸς γενόμενοι θεωροὶ «τῆς δόξης τοῦ μονογενοῦς τοῦ θεοῦ» καταστῶσι. Τότε δέ φησι· πορεύσονται ἔθνη τῷ φωτί σου καὶ βασιλεῖς τῇ λαμπρότητί σου. καί μοι νοεῖ ἐν τούτοις δύο τάγματα σῳζομένων, πρῶτον μὲν τὸ σύστημα τῶν ἐν θεοσεβείᾳ κατωρθωκότων παρὰ τῷ Ἰουδαίων ἔθνει, ἐπεὶ καὶ προφῆται καὶ πατριάρχαι καὶ ἱερεῖς καὶ θεοφιλεῖς καὶ ἀρχιερεῖς, ἄνδρες τε καὶ γυναῖκες μύριοι παρὰ τοῖς παλαιοῖς αὐτῶν γεγόνασι τὸ πολίτευμα τῆς θεοσεβείας ἀποσώσαντες ὥστ' εἶναι αὐτοὺς οὐ μικρὸν μέρος τῆς τοῦ θεοῦ πόλεως, οἳ «καὶ πάντες οὗτοι διὰ πίστεως τελειωθέντες οὐκ ἐκομίσαντο τὰς ἐπαγγελίας» κατὰ τὸν ἱερὸν Ἀπόστολον, «τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι». διὸ καὶ ἐν τοῖς τοῦ θανάτου συνείχοντο χώροις τὴν αὐτόθι τοῦ Χριστοῦ παρουσίαν ἐκδεχόμενοι. ὃ δὴ διδάσκει καὶ ὁ βαπτιστὴς Ἰωάννης πυνθανόμενος τοῦ Χριστοῦ καὶ λέγων· «σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν»; ἐπεὶ τοίνυν προσεδόκων αὐτὸν πάντες οἱ προκεκοιμημένοι ἅγιοι, εἰκότως τὰς τούτων ψυχὰς εὐαγγελιζόμενος ὁ παρὼν λόγος τὴν μεχρὶς αὐτῶν κάθοδον τοῦ σωτῆρος ἐδήλου λέγων· ἀνάστηθι φωτίσθητι, ἦλθε γὰρ τὸ φῶς σου. τὸ μὲν οὖν πρῶτον τάγμα τῶν ἐκ τοῦ προτέρου λαοῦ σῳζομένων τοῦτ' ἦν, τὸ δ' ἕτερον τάγμα τὸ τῆς ἐξ ἐθνῶν ἐκκλησίας δεύτερον διὰ τῆς Χριστοῦ χάριτος κεκλημένον, περὶ οὗ ἑξῆς ἐπιφέρει καὶ πορεύσονται ἔθνη τῷ φωτί σου· ᾧ γὰρ πάλαι κέχρησο φωτί, ᾧ καὶ προφῆται καὶ πατριάρχαι καὶ πάντες οἱ παρὰ Ἰουδαίοις θεοσεβῶς πολιτευσάμενοι τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς ἐφωτίσθησαν, τούτῳ καὶ τὰ ἔθνη τὰ ἀλλόφυλα καὶ τὰ ἀλλογενῆ φωτισθήσεται. ἀλλὰ καὶ τῇ λαμπρότητι, ᾗ κέχρησο σύ, ἡ προτέρα πόλις ἐσμηγμένη λόγοις θείοις ἀποσμηχομένη καὶ λαμπρυνομένη πάντα τε ῥύπον καὶ πᾶσαν κηλῖδα καθαιρομένη, ταύτῃ τῇ λαμπρότητι καὶ οἱ τῶν ἀλλοφύλων βασιλεῖς χρήσονται καθαιρόμενοι τῇ τῶν θείων μυστηρίων δυνάμει καὶ ἀποσμηχόμενοι. Θαυμάσαι δέ ἐστι καὶ ὑπερεκπλαγῆναι τοῦ θεσπίσματος τὸ ἀποτέλεσμα, ὅπως καθ' ἡμᾶς ἐπληροῦτο τῶν ἀνωτάτω βασιλέων τῆς «διὰ λουτροῦ» χάριτος καταξιουμένων, εἶτα ἐπειδὴ ἐθνῶν ἐμνημόνευσε καὶ βασιλέων, ἐθνῶν σφόδρα ἀκολούθως τὴν προτέραν τοῦ θεοῦ πόλιν, διδάσκει πάντας τοὺς ἐξ ἐθνῶν προσιόντας τῷ θεοσεβεῖ πολιτεύματι οἰκεῖα τέκνα ἡγεῖσθαι. διό φησι πρὸς αὐτήν· ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἴδε συνηγμένα τὰ τέκνα σου· ἥκασι πάντες οἱ υἱοί σου μακρόθεν, καὶ αἱ θυγατέρες σου ἐπ' ὤμων ἀρθήσονται. διὸ πάντες οἱ ἐξ ἐθνῶν εἰς τὸν θεὸν διὰ Χριστοῦ πεπιστευκότες ἐπαγγελίαν εἰλήφασιν «ἀναπαύσασθαι εἰς κόλπους Ἀβραὰμ» καὶ Ἰσαὰκ καὶ Ἰακώβ, τοῦτο τοῦ σωτῆρος αὐτοῦ διδάξαντος. καὶ ἐν ἑτέροις δὲ πλείοσιν ἡ ἐξ ἐθνῶν ἐκκλησία θυγάτηρ ἀνηγόρευται Σιὼν καὶ θυγάτηρ Ἰερουσαλήμ. μήτηρ τοίνυν τῆς νέας Ἰερουσαλὴμ τῆς ἐξ ἐθνῶν συστάσης ἐτύγχανεν ἡ πάλαι παρὰ τῷ προτέρῳ λαῷ κατορθώσασα, κἀκείνης τέκνα πάντες ἡμεῖς. διὸ λέλεκται· ἥκασι πάντες οἱ υἱοί σου μακρόθεν· ἦμεν γὰρ πόρρω που μακρὰν «τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ», ἀλλ' «ὑμεῖς» φησί «ποτε οἱ μακρὰν ὄντες, ἐγγὺς ἐγενήθητε». διὸ λέλεκται· ἥκασι πάντες οἱ υἱοί σου μακρόθεν, καὶ αἱ θυγατέρες σου ἐπ' ὤμων ἀρθήσονται· ἅτε γὰρ ἁπαλαὶ οὖσαι ψυχαὶ καὶ ἔτι νήπιαι «ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν καὶ ἄδολον γάλα» «ἐπιποθοῦσαι», διά τε τῆς ἐν Χριστῷ ἀναγεννήσεως γενομένης «τέκνα τοῦ Ἀβραὰμ» ὑποβαστάζονται ἐπ' ὤμων αἰρόμεναι καὶ ὑποκουφιζόμεναι ὑπὸ τῶν χειραγωγούντων αὐτὰς διδασκάλων, οἷος ἦν ὁ Παῦλος λέγων· «ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, οὕτως ὁμειρόμενοι ὑμῶν εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον τοῦ