253
Χριστοῦ ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς». Ταῦτα δὲ ὁρῶσα ἡ παλαιὰ μήτηρ χαρᾶς πίμπλαται· τότε ὄψει καὶ χαρήσῃ καὶ φοβηθήσῃ καὶ ἐκστήσῃ τῇ καρδίᾳ· τὸ δέ· καὶ φοβηθήσῃ, οὐκ ἐμφέρεται παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς. εἰ γὰρ «ἐπὶ ἑνὶ ἁμαρτωλῷ χαρὰ γίνεται μετανοοῦντι ἐν τοῖς οὐρανοῖς», ἐπὶ τοσούτοις ἔθνεσιν ἐπιστρέφουσι, πῶς οὐ χαρήσονται αἱ προεξελθοῦσαι τῶν ἁγίων ψυχαὶ αἱ τῆς αὐτῆς θεοσεβείας προαρξάμεναι καὶ ἐν αὐτῇ τελειωθεῖσαι; ἔτι δὲ αἱ τοιαῦται χαρήσονται ὁρῶσαι μεταβάλλονται τῆς θαλάσσης τὸν πλοῦτον εἰς αὐτὴν καὶ τὸν τῶν ἐθνῶν καὶ τῶν λαῶν τῶν ἀλλοφύλων ἁπάντων. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· ὅταν μεταστραφῇ ἐπὶ σὲ τὸ πλῆθος τῆς θαλάσσης, ἡ δύναμις τῶν ἐθνῶν. καὶ ἐνταῦθα δὲ τήρει ὅπως τὴν πολλὴν πολυπλήθειαν τῶν σῳζομένων πλήθει θαλάσσης ἀπείκασεν. δύναμις δὲ τῶν ἐθνῶν οἱ κατορθοῦντες εἶεν ἂν μὴ ἐξασθενήσαντες πρὸς τὸν τόνον τοῦ κατὰ θεὸν βίου, ἀλλ' ἐνισχύοντες ὥστε λέγειν· «πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ Ἰησοῦ». προηγουμένως μὲν οὖν χαρήσεται ἐπὶ τῇ τούτων δυνάμει, μετὰ ταῦτα δὲ ὄψεται καὶ τὰ λοιπὰ πλήθη τῶν ἐν θεοσεβείᾳ ἀτελεστέρων καὶ ἀλογωτέρων, ὧν τοὺς τρόπους ἀγέλαις καμήλων ἀπείκασε φήσας· καὶ ἥξουσί σοι ἀγέλαι καμήλων, καὶ καλύψουσί σε κάμηλοι Μαδιὰμ καὶ Γεφάρ· πάντες ἐκ Βασὰν ἥξουσι φέροντες χρυσίον καὶ λίβανον οἴσουσιν· αἰνίττεσθαι δὲ οἶμαι διὰ τούτων τοὺς ἐν τῇ ἐκκλησίᾳ εὐπόρους καὶ πλούτῳ πολλῷ περιρρεομένους. οὕτω γοῦν καὶ ὁ σωτὴρ «τὸν πλούσιον καμήλῳ» παραβάλλων ἔλεγεν· «εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν». πλὴν ἀλλὰ τὸ θαῦμα τοῦτ' ἦν, ὅτι «τὸ παρ' ἀνθρώποις ἀδύνατον τοῦτο δυνατὸν γίνεται τῷ θεῷ». διὸ καὶ ἐξίσταται ἡ Ἰερουσαλὴμ διὰ τοῦ χαρᾶς πληροῦσθαι καμήλοις παραβεβλημένας ψυχὰς θεωμένη μεταβαλλούσας καὶ ὡσπερεὶ «διὰ τρυμαλιᾶς ῥαφίδος» διὰ «τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ εἰς τὴν αἰώνιον ζωὴν εἰσιούσας». οὐ δίχα δὲ φόρτου προσῄεσαν αὗται, δῶρα δὲ τῷ θεῷ προσφέρουσαι εἰκότως «τὰ λύτρα τῆς αὐτῶν ψυχῆς». κάμηλοι δὲ ἀπὸ Σαβὰ ἥξουσιν ἀπὸ τῶν βαρβαριαίων ἐθνῶν δι' ἑνὸς τοῦ τῶν Σαβαϊτῶν ἔθνους καὶ τῶν λοιπῶν βαρβάρων ἐθνῶν σημαινομένων, ὅτι δὲ λογικαὶ ἦσαν αἱ τοιαίδε κάμηλοι. πρόσσχες ἐπιμελῶς ὅπως περὶ τῶν αὐτῶν εἴρηται τό· ἥξουσί σοι ἀγέλαι καμήλων, καὶ καλύψουσί σε κάμηλοι Μαδιὰμ καὶ Γεφάρ· πάντες ἐκ Βασὰν ἥξουσι φέροντες χρυσίον καὶ λίβανον οἴσουσι καὶ τὸ σωτήριον κυρίου εὐαγγελιοῦνται· οὐκοῦν κάμηλοι τὸ σωτήριον κυρίου εὐαγγελιοῦνται μετὰ τοῦ δῶρα φέρειν τὰ προλεχθέντα, λίβανον μὲν τὴν τῆς θεολογίας πνευματικὴν εὐωδίαν, χρυσὸν δὲ τὴν σωματικὴν εὐπορίαν. ἡ δὲ Μαδιὰμ καὶ Γεφὰρ γόνιμοι καμήλων εἰσὶ χῶραι βαρβάρων ὡς καὶ ἡ Σαβὰ ὑπὲρ τὴν Ἀραβίαν κείμεναι, παρ' οἷς πολυπληθεῖ τὸ τῶν καμήλων γένος· διὸ τῇ τούτων κέχρηται ὁ λόγος εἰκόνι. πλὴν ἀλλὰ τὸ μάλιστα παραδοξότατον τοῦτο ἦν τὸ μεταβληθήσεσθαι τὰς κτηνώδεις καὶ ἀλογωτέρας τῶν κατὰ κόσμον πλουσίων ψυχὰς καμήλοις ἀπεικασμένας διὰ τὸ ἀχθοφόρον καὶ πολύτομον καὶ σκολιὸν τοῦ ζῴου καὶ εἰς τοσαύτην ὠφέλειαν ἐλθεῖν ὡς τὸ σωτήριον κυρίου εὐαγγελίζεσθαι αὐτάς. τοῦτο δὲ ἦν τὸ σωτήριον αὐτὸς ὁ Χριστός, ἀλλὰ καὶ τὰ πρόβατα Κηδάρ φησι συναχθήσεσθαι καὶ κριοὺς Ναβεὼθ ἥξειν καὶ ἀνενεχθήσεσθαι ἐπὶ τὸ θυσιαστήριον τοῦ θεοῦ, καί μοι δοκεῖ διὰ τοιούτων ὁ λόγος θέλγειν καὶ ἐκγλυκαίνειν τὰς ἀκοὰς τὰς νηπιώδεις τῶν σωματικῶν Ἰουδαίων εἰς τὸ ἐφελκύσασθαι αὐτὰς καὶ προτρέψαι σπεύδειν ἐπὶ τὴν κατὰ θεὸν πολιτείαν. ἵνα κἂν οὕτως ἐπεὶ μὴ ἄλλως οἷοι τ' ἦσαν, ἐν ἐπιθυμίᾳ γένοιντο τῶν τοῦ θεοῦ ἐπαγγελιῶν ὡσεὶ καὶ νηπίῳ παιδὶ συμψελλίζων τις ὑποβαίνοι· καὶ τὰ τῇ παιδικῇ ἡλικίᾳ γνώριμά τε καὶ ἥδιστα εἶναι δοκοῦντα ὑπισχνεῖτο εἰς προτροπὴν ὧν ἂν βούλοιτο διδάσκειν τὸν παῖδα· τὸν γὰρ αὐτὸν οἶμαι