254
τρόπον μετὰ τοῦ μυστικὰ καὶ θεῖα νοήματα παραδιδόναι τοῖς τὰς ψυχὰς πεφωτισμένοις συνεσκιασμένως τὸν λόγον ὡς νηπίοις τὰς φρένας τῷ Ἰουδαίων προσομιλῶν λαῷ ταῖς γνωρίμοις καὶ συνήθεσιν αὐτοῖς λέξεσί τε καὶ φωναῖς τὰς ἐπαγγελίας προϊσχόμενον. τάχα δέ που καὶ ταῦτα πάντα σωματικῶς οὕτως ἐπληρώθη ἂν εἰς αὐτούς, εἰ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἦσαν παραδεδεγμένοι, ὡς εἴρηται ἡμῖν ἤδη πρότερον. παρακελευσάμενος γοῦν αὐτοῖς ὁ λόγος φωτίζεσθαι ἐπήγαγε τὰ ἑξῆς συνημμένα, εἰ φωτισθεῖεν τῷ φωτὶ τῆς σωτηρίου χάριτος. ὅτε δὲ τοῦ φωτὸς πρώτοις ἐπιλάμψαντος οὐ μετέσχον, ἀκόλουθον ἦν μηδὲ τῶν ἑξῆς ἐπιφερομένων ἀπολαῦσαι αὐτούς· διόπερ οἱ μὲν τῶν προσδοκηθέντων αὐτοῖς ἐξέπεσον, ὁ δὲ θεὸς τὰς αὐτοῦ πληρῶν ἐπαγγελίας ἀψευδεῖς αὐτὰς παρίστη κατὰ διάνοιαν συνισταμένας θείαις ὑποσχέσεσι πρεπόντως. ὅτι γὰρ πρόβατα οἶδεν ἡ θεία γραφὴ ψυχὰς λογικὰς τὰς ἐν ἀνθρώποις ἀφελεστέρας παραστῆσαι ἐστὶν ἐκ τῆς εὐαγγελικῆς φωνῆς τῆς λεγούσης· «πορεύεσθε πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ». διὸ ἐπάγει· καὶ πάντα τὰ πρόβατα Κηδὰρ συναχθήσονταί σοι, καὶ κριοὶ Ναβεὼθ ἥξουσι. πάλιν δὲ καὶ ἡ Κηδὰρ ἑρμηνεύεται μὲν σκοτασμός· λέγεται δὲ ἀμφὶ τὴν ἔρημον εἶναι τῶν καλουμένων βαρβάρων Σαρακηνῶν. καὶ πάλιν Ναβεὼθ ἑτέρα τις εἴη χώρα ἀλλοτρία τῆς γῆς τοῦ Ἰσραήλ. ὥσπερ οὖν καμήλους ξένας τινὰς καὶ ἀλλοτρίας παρέσεσθαι ἔλεγεν ἀπὸ Μαδιὰμ καὶ Γεφὰρ καὶ ἀπὸ Σαβά, οὕτω καὶ τὰ πρόβατα καὶ κριοὺς ἀπὸ Κηδὰρ καὶ Ναβεὼθ τὸ ἀλλογενὲς καὶ ἀλλόφυλον τῶν τοιούτων ἐθνῶν αἰνιττόμενος. διὰ μὲν οὖν τῶν καμήλων οἱ εὔποροι καὶ πλούσιοι τῶν ἐν ἀνθρώποις ἐδηλοῦντο, διὰ δὲ τῶν προβάτων οἱ ἡμερώτατοι καὶ ἁπλούστατοι, διὰ δὲ τῶν κριῶν οἱ ἀρχικώτεροι τῶν ἐξ ἐθνῶν ἐπιστρεφόντων· οὓς ἀνενεχθήσεσθαι δῶρα ἐπὶ τὸ θυσιαστήριον τοῦ θεοῦ φησιν ὁ λόγος. καὶ ἔστι τὸ λόγιον πληρούμενον θεάσασθαι, ἐπειδὰν ἐκ τῆς τῶν ἐθνῶν ἐπιστροφῆς τοιάσδε ψυχὰς ἴδοι τις ἀναθείσας ἑαυτὰς τῷ τῆς θεοσεβείας λόγῳ καὶ τῇ λειτουργίᾳ τοῦ θυσιαστηρίου προσεδρευούσας τοῦ θεοῦ· τότε γὰρ μάλιστα διὰ τῆς τῶν τοιούτων ἐπιστροφῆς τε καὶ σωτηρίας ἡ ἐκκλησία τοῦ θεοῦ δοξάζεται. διὸ λέλεκται ἑξῆς· καὶ ὁ οἶκος τῆς προσευχῆς μου δοξασθήσεται. ταῦτα μὲν οὖν ἐπηγγέλλετο τῇ πάλαι Ἰερουσαλὴμ τῇ μητρὶ τῆς νέας πόλεως, ἣν ἔφασκον μὲν εἶναι τὸ σύστημα τῶν ἐν τῷ παλαιῷ λαῷ κατορθωσάντων προφητῶν καὶ πατριαρχῶν, δικαίων τε καὶ θεοφιλῶν ἀνδρῶν, οἷος ὁ λόγος πρώτοις τὴν τοῦ Χριστοῦ παρουσίαν εὐηγγελίζετο. Τὰ δ' ἑξῆς ἐκ προσώπου τούτων αὐτῶν ἐπιφέρεται, δι' ὧν εἴρηται· τίνες οἵδε ὡς νεφέλαι πέτονται καὶ ὡς περιστεραὶ σὺν νεοσσοῖς ἐπ' ἐμέ; καὶ τοῦτο δὲ νοήσομεν ἐπιστήσαντες τῇ Παύλου φωνῇ διδασκούσῃ, ὡς ἄρα «ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Χριστοῦ ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα· καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα», συναφθέντες δηλαδὴ καὶ συγκαταγαγέντες τῷ χορῷ τῶν ἐν τῷ προτέρῳ λαῷ κατωρθωκότων. διὸ ἀποθαυμάζοντες τὴν εἰς ἀνθρώπους χυθεῖσαν τοῦ Χριστοῦ χάριν καὶ τῶν ἐξ ἐθνῶν σῳζομένων τὸ πλῆθος, τήν τε εἰς οὐρανοὺς αὐτῶν ἀνάπτησιν τὴν μετὰ τὴν ἔξοδον τοῦ βίου φασί· τίνες οἵδε ὡς νεφέλαι πέτονται καὶ ὡς περιστεραὶ σὺν νεοσσοῖς ἐπ' ἐμέ; ἐμὲ νῆσοι ὑπέμειναν· τὰς ἐκκλησίας δὲ νήσους καὶ διὰ τῶν ἔμπροσθεν ὁ λόγος πολλάκις ᾐνίττετο σημαίνων. ἐπεὶ τοίνυν τὰς ἐπηγγελμένας πρὸς τοὺς πατέρας ἐπαγγελίας αἱ ἐκκλησίαι τοῦ θεοῦ τὰς προφητείας διερχόμεναι προσεδόκων, εἰκότως φησίν· ἐμὲ νῆσοι ὑπέμειναν, ἀλλὰ καὶ πλοῖα Θαρσεῖς ἐν πρώτοις, ἀγαγεῖν τὰ τέκνα σου· πλοῖα δὲ Θαρσεῖς αἰνίττεται τὰ σώματα οἷς ἐπενήξαντο κατὰ τὸν θνητὸν βίον αἱ ψυχαί. Θαρσεῖς δὲ πάλιν ἀλλοφύλων ἐτύγχανε χώρα· διὸ περὶ τῶν ἀλλοφύλων ἀπίστων εἴρηταί που· «πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσεῖς». ἀλλ' ἐκεῖνα μὲν «συνετρίβετο»,