1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

255

ἐνταῦθα δὲ τὰ τέκνα τῆς παλαιᾶς Ἰερουσαλὴμ τὰ ἐξ ἐθνῶν αὐτῇ προσγενόμενα αὐτοῖς πλοίοις μακρόθεν πρὸς αὐτὴν ἥξει, τοῦτ' ἔστιν αὐτοῖς σώμασιν ἐπὶ τὸ κρεῖττον μεταβληθεῖσι· «δεῖ γὰρ τὸ φθαρτὸν ἐνδύσασθαι τὴν ἀφθαρσίαν καὶ τὸ θνητὸν ἐνδύσασθαι τὴν ἀθανασίαν». ἥξουσι τοίνυν αὐτοῖς τοῖς σώμασιν οἱ προλεχθέντες τὰς κατ' ἀρετὴν πράξεις ἀργύριον καὶ χρυσίον ὀνομαζομένας ἐπαγόμενοι, πράξεις δὲ οἶδε τὸν χρυσὸν καὶ τὸν ἄργυρον ὁ Ἀπόστολος. διὸ λέλεκται· τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν μετ' αὐτῶν, καὶ τὸ ὄνομα κυρίου τὸ ἅγιον δοξασθήσεται. Πρὸς τούτοις εἴρηται· καὶ οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου, ὃ καὶ αὐτὸ δι' ἔργων ἐπιτελούμενον ὄψει ἐπιστήσας τὸν νοῦν ὡς ἐξ ἀλλογενῶν καὶ ἀλλοφύλων ἐθνῶν τῆς ἐκκλησίας τοῦ θεοῦ προεστῶτες ἄνδρες λογικαῖς διδασκαλίαις περιφράττουσιν, ὥσπερ τισὶ περιβόλοις καὶ τείχεσιν ἀσφαλιζόμενοι τὸν τῆς θεοσεβείας λόγον εἰς τὸ μὴ παρεισδύεσθαι τοὺς ἀλλοτρίους τῆς πίστεως μηδὲ χώραν ἔχειν ἐπιβουλῆς κατὰ τῶν τῆς ἀληθείας δογμάτων. ἀλλὰ καὶ οἱ βασιλεῖς αὐτῶν, δηλαδὴ τῶν ἀλλογενῶν ἐθνῶν, παραστήσονταί σοί φησιν, ὃ καὶ αὐτὸ πάρεστιν ὀφθαλμοῖς παραλαβεῖν. οἱ γοῦν τῶν Ῥωμαϊκῶν ταγμάτων ἄρχοντες καὶ τῶν κρατούντων βασιλέων ὁ φόβος τὰ μεγάλα συμβάλλεται πρὸς ἀνατροπὴν τῶν ἐπιβουλεύειν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ πειρωμένων. διὸ λέλεκται· καὶ οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σοι. καὶ ἐπιλέγει· διὰ γὰρ ὀργήν μου ἐπάταξά σε καὶ διὰ ἔλεον ἠγάπηκά σε· ὥσπερ γάρ φησί ποτε σὲ τὴν ἐπαγγελλομένην θεοσεβεῖν πόλιν θεοῦ διὰ τὸ πλῆθος τῶν ἐν σοὶ μὴ θεοσεβούντων ἐπάταξα πολεμίοις παραδοὺς καὶ αἰχμαλωσίᾳ ὡς καὶ προφήτας καὶ διδασκάλους ἄνδρας συναπολαῦσαι τῇ κατὰ τῶν ἀσεβῶν ὀργῇ, οὕτως διὰ τοὺς νεωστὶ κατορθοῦντας τῆς ἐμῆς καταξιωθήσῃ «ἀγάπης», ἧς «καρποὶ ἡ πολλὴ παρρησία καὶ ἡ εἰρήνη». διὸ λέλεκται· καὶ ἀνοιχθήσονται αἱ πύλαι σου διὰ παντός, ἡμέρας καὶ νυκτὸς οὐ κλεισθήσονται· πύλαι δὲ τῆς τοῦ θεοῦ πόλεως τίνες ἂν εἶεν ἢ αἱ στοιχειώδεις καὶ εἰσακτικαὶ διδασκαλίαι, ἃς διὰ νυκτὸς καὶ ἡμέρας φησὶν ἠνεῷχθαι πᾶσιν ἀνθρώποις πρὸς τὸ πάντας εἰσδέχεσθαι τοὺς ἐξ ἁπάντων τῶν ἐθνῶν θεοσεβεῖν προῃρημένους; διὸ εἴρηται· εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐθνῶν, ἀλλὰ καὶ βασιλεῖς τῶν αὐτῶν ἐθνῶν εἰσδεχθήσεσθαι ἐν ταῖς εἰρημέναις πύλαις ἐπαγγέλλεται. δυνάμεις μὲν οὖν τῶν ἐθνῶν εἰσιν οἱ δυνάμενοι λέγειν· «πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με», βασιλεῖς δὲ αὐτῶν οἱ ἐξαίρετοι καὶ τῆς ἐπουρανίου βασιλείας ἄξιοι. ἤδη δὲ καὶ σωματικοὺς Ῥωμαίων αὐτοκράτορας καὶ βασιλεῖς ὁρῶντες ὑποτρέχοντας τῆς ἐκκλησίας τοῦ θεοῦ τὰς πύλας καὶ τῶν εἴσω πυλῶν μυστηρίων καταξιουμένους, πῶς οὐκ ἀλήθειαν μαρτυρήσαιεν τῷ θεσπίσματι; τούτους μὲν οὖν εἰσδέξονται καὶ τῆς βασιλείας τῶν οὐρανῶν αἱ πύλαι, τὰ δ' «ἐναπομείναντα τῇ ἀπιστίᾳ» ἔθνη καὶ οἱ τούτων ἄρχοντες καὶ βασιλεῖς οἱ τῇ εἰδωλολατρίᾳ ἐναποθανόντες, ὁποῖον τέλος ἕξουσι, παρίστησιν ἑξῆς ὁ λόγος φάσκων· τὰ γὰρ ἔθνη καὶ οἱ βασιλεῖς, οἵτινες οὐ δουλεύσουσί σοι, ἀπολοῦνται· δουλεῦσαι γὰρ δεῖ τὴν σωτήριον καὶ καλλίστην δουλείαν τῇ τοῦ θεοῦ πόλει, λέγω δὴ τῇ ἐκκλησίᾳ καὶ τῷ θεοσεβεῖ πολιτεύματι τῷ ἐν αὐτῇ τοὺς ἀξίους σωτηρίας, ἢ ἀπωλείᾳ παραδοθῆναι τοὺς ἀσεβήσαντας τῇ τοιαύτῃ δουλείᾳ. Σοὶ δὲ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ καὶ τῷ θεοσεβεῖ πολιτεύματι καὶ τὰ κάλλιστα καὶ ὑψηλότατα τῶν ἐν τῷ Λιβάνῳ φυτῶν κομισθήσεται εἰς τὸ δι' αὐτῶν δοξασθῆναι τὸν τόπον τὸν ἅγιόν μου. Λίβανος δὲ πάλιν ὄρος ἀλλοφύλων ἐστίν, ἔνθα τὰ ὑψηλότατα καὶ ὑπερμεγέθη εἰς οἰκοδομάς τε χρησιμώτατα δένδρα φύει. τοιοῦτοι δ' ἂν εἶεν οἱ ἐξ ἐθνῶν ἐλλόγιμοι ἄνδρες καὶ «σοφίας τοῦ αἰῶνος τούτου» μετεσχηκότες, οὓς ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ διαπρέποντας, κοσμοῦντάς τε αὐτὴν τῇ τοῦ λόγου παρασκευῇ θεασάμενος οὐκ ἂν ἁμάρτοις αὐτοὺς εἶναι τὰ ξύλα τοῦ Λιβάνου, κυπάρισσον καὶ