256
πεύκας καὶ κέδρους κατὰ νόμον ἀλληγορίας εἰπών, δι' ὧν δοξάζεται ὁ τόπος ὁ ἅγιος τοῦ θεοῦ, ὁ τόπος τῶν ποδῶν αὐτοῦ, δηλαδὴ ἡ ἐκκλησία. Πρὸς τούτοις ἅπασιν ἐπειδὴ πολλοὶ διαφθονούμενοι τῷ λαῷ τοῦ θεοῦ διαπρίονται τὰς ψυχὰς μηδὲν δεδυνημένοι, ταπεινοῦνται καὶ καθυποκρίνονται προσποιούμενοι τιμᾶν καὶ τὸν σωτήριον λόγον μετ' εἰρωνείας ἀποδέχεσθαι, οὐδὲ τὴν τούτων μνήμην παρῆλθεν ὁ προφήτης. διό φησι· καὶ πορεύσονται πρὸς σὲ δεδοικότες υἱοὶ ταπεινωσάντων σε καὶ παροξυνάντων σε· καὶ ἄλλως δὲ τῶν πάλαι βλασφημησάντων τὴν ἐκκλησίαν καὶ παροξυνάντων αὐτὴν καὶ διωξάντων πολλοὺς ἴσμεν μεταβαλόντας καὶ ἐπὶ τὸ προσκυνεῖν τὸν ἐν αὐτῇ θεὸν ἐληλυθότας. καὶ τότε δέ φησι· κληθήσῃ Πόλις κυρίου Σιών· τότε γὰρ ὡς ἀληθῶς, ἐπειδὰν «τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ», τότε «πᾶς Ἰσραὴλ σωθήσεται». ἑνωθεὶς γὰρ ὁ τῶν παλαιῶν ἁγίων τοῦ θεοῦ χορὸς τῷ ἐθνῶν διὰ Χριστοῦ συναφθέντι λαῷ καὶ «ἓν σῶμα» γενόμενος μίαν συνημμένην πόλιν ἐργάσεται. διὸ κληθήσεται τὸ ἐξ ἁπάντων ἑνωθὲν «σῶμα» πόλις κυρίου Σιὼν ἁγίου Ἰσραήλ. Εἶτα ἐπιλέγει· διὰ τὸ γεγενῆσθαί σε ἐγκαταλελειμμένην καὶ μεμισημένην, καὶ οὐκ ἦν ὁ βοηθῶν, ἐπειδὴ γὰρ «πάσχοντος μέλους συμπάσχει πάντα τὰ μέλη» τῶν ἐν τῷ προτέρῳ λαῷ παραβεβηκότων καὶ «τῶν κατὰ φύσιν κλάδων τῆς καλλιελαίου ἐκκοπέντων» γεγόνασιν ἐγκαταλελειμμένοι καὶ μεμισημένοι, καὶ οὐκ ἦν αὐτοῖς ὁ βοηθῶν. νυνὶ δὲ ἀντὶ «τῶν ἀποκοπέντων κλάδων» ἀντεισαχθέντων οἱ «ἐκ τῆς ἀγριελαίου» ἀντανεπλήρωσαν τὸ ὑστεροῦν μέρος τῆς τῶν ἀποβληθέντων χώρας καὶ οὕτω τῇ τοῦ σωτῆρος δυνάμει συνέστη τὸ τῶν σῳζομένων πλήρωμα καὶ τέλειος θεοῦ χορὸς εἷς ἐξ ἀμφοτέρων τῶν λαῶν, μία τε πόλις ἐξ ἀμφοτέρων τῶν ταγμάτων ἡ καλουμένη τοῦ θεοῦ Σιών, ᾗ τελειωθείσῃ ἐπαγγέλλεται τὰ ἑξῆς λέγων· καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον καὶ εὐφροσύνην γενεῶν γενεαῖς. Καὶ πάλιν τῶν ἐθνῶν τὸ γάλα παρέξειν αὐτῇ θεσπίζει λέγων· καὶ θηλάσεις γάλα ἐθνῶν· γάλα δὲ ἐθνῶν τί ποτ' ἂν εἴη εἰ μὴ τὸ καινὸν μυστήριον τῆς εὐαγγελικῆς διδασκαλίας καὶ ἡ στοιχειώδης διδασκαλία τῆς καινῆς διαθήκης, ἧς μετέχουσιν οἱ ἐν Χριστῷ ἀναγεννώμενοι; καὶ τὸν πλοῦτον δὲ τῶν βασιλέων ἐπαγγέλλεται τῷ δηλουμένῳ λαῷ. πάλιν κἀνταῦθα βασιλέας οὐχ ἑτέρους χρὴ νοεῖν ἢ τοὺς τῶν μακαρισμῶν ἀξίους, οἷς ὁ σωτὴρ ἐπήγγελται «τὴν βασιλείαν τῶν οὐρανῶν». τίς δὲ ὁρῶν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ σιτοδοσίας χορηγουμένας παρὰ τῶν κρατούντων, δῶρά τε αὐτῇ καὶ ἀναθήματα πλούσια προσφερόμενα, οὐκ ἀναμφιβόλως εἴποι ἂν αὐτὰ καὶ πρὸς λέξιν πεπιστῶσθαι ἐξ ἁπάντων δὲ τῶν εἰρημένων· ἐπιγνώσῃ φησὶν ὅτι ἐγώ εἰμι κύριος ὁ σῴζων σε καὶ ὁ ἐξαιρούμενός σε θεὸς Ἰακώβ. Ἀλλὰ γὰρ πρὸς τοῖς ἀποδοθεῖσι καὶ ταῦτα μάνθανε, ὡς οὐκέτι ξύλων ἀργῶν δεήσει· πυρὸς γὰρ ταῦτα ἀποβρώματα, ἀλλ' οὐδὲ λίθων, τοῦτ' ἔστι ψυχῶν ἠλιθίων, ἔσται σοι χρεία. διὸ ἀντὶ τούτων οἴσω σοι τὰ τούτων τιμιώτερα, οἵ τε πάλαι χάλκεοι καὶ ἀντίτυποι ἄνδρες σιδήρου τε παντὸς τραχύτεροι καὶ ἀπόσκληροι τοὺς τρόπους μεταβληθέντες εἰς χρυσὸν καὶ ἄργυρον ἐφαρμόσουσι «τῇ σῇ κατὰ θεὸν οἰκοδομῇ». καὶ οἱ ἠλίθιοι δὲ καὶ ξύλων ξηρῶν ἀναισθητότεροι μεταβαλόντες ἀντὶ χαλκοῦ καὶ σιδήρου χρησιμεύσουσί σοι, βελτίους μὲν ἑαυτῶν γενησόμενοι καὶ χρησιμώτεροι «τῇ τοῦ θεοῦ οἰκοδομῇ» κατὰ τοὺς πρώτους, οἳ ἀντὶ χαλκοῦ καὶ σιδήρου, χρυσοῦ τε καὶ ἀργύρου τιμὴν ἀντικατηλλάξαντο. ἀλλὰ γὰρ τούτων ὧδέ πη προχωρησάντων οἱ ἄρχοντές σου ἐν εἰρήνῃ τὸν ἑαυτῶν βίον τοῦ λοιποῦ διάξουσιν ἐπιστατοῦντες καὶ καθηγούμενοι τῆς ἐκκλησίας τοῦ θεοῦ, οὓς εἰ χρὴ προλαβόντας προγνώσει προφητικῇ κυρίῳ προσειπεῖν ὀνόματι ἐπισκόπους ἐντεῦθεν ἤδη θεὸς αὐτοὺς ἐπωνόμασεν εἰπών· καὶ καταστήσω τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνῃ. Τούτοις ἐπιλέγει τό· καὶ οὐκέτι ἀκουσθήσεται ἀδικία ἐν τῇ γῇ σου, τοῦτ' ἔστιν ἐν τῇ