257
σῇ διατριβῇ, ἀλλ' οὐδὲ σύντριμμα οὐδὲ ταλαιπωρία ἐν τοῖς ὁρίοις σου· οὐκέτι γοῦν ἐχθρὸς περιλειφθήσεται οὔτε πολέμιος τότε ἀλλ' οὐδὲ κακίας ἔσται τις μνήμη, ἀλλ' «ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός». κληθήσεται δὲ τότε φησὶ τὸ Σωτήριον τὰ τείχη σου. ἀντὶ δὲ τοῦ Σωτήριον ἡ Ἑβραϊκὴ ἀνάγνωσις τὸν Ἰησοῦν αὐτὸν περιέχει αὐτοῖς στοιχείοις καὶ χαρακτῆρσιν, οἷς ὁ σωτὴρ ἡμῶν ἀναγράφεται· ὡς τὴν αὐτοῦ δύναμιν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ ἀντὶ περιβόλου καὶ τείχους στερροῦ τοῖς τούτων ἀξίοις τοῦτο γενέσθαι. ταῦτα δὲ ἐκ μέρους μέν ἐστιν ἐνταῦθα ἰδεῖν, κατὰ δὲ τὸν νέον αἰῶνα μετὰ τὴν συντέλειαν τοῦ παρόντος γενήσεται. πρὸς τούτοις φησί· καὶ αἱ πύλαι σού φησι κληθήσονται Γλύμμα, κατὰ δὲ τὸν Ἀκύλαν· καὶ αἱ πύλαι σού φησιν ὕμνησις, κατὰ δὲ τὸν Σύμμαχον· αἴνεσις. ὁρᾷς ὅπως ἀφίστησιν ἡμᾶς ὁ λόγος τῆς σωματικωτέρας ὑπολήψεως εἰς τὸ μὴ πίπτειν ἐπὶ τὰς προχείρους καὶ Ἰουδαϊκὰς ὑπολήψεις. διὸ τὰς πύλας τῆς νέας ταύτης Ἰερουσαλὴμ ὕμνησιν καὶ αἴνεσιν ὀνομάζει· διὰ γὰρ τούτων μάλιστα αἱ εἴσοδοι τοῦ θεοσεβοῦς πολιτεύματος συνίστανται διὰ τοῦ ὑμνεῖν καὶ αἰνεῖν τὸν θεὸν διδάσκεσθαι τοὺς εἰσαγομένους. Ἀλλὰ οὐκέτι ἥλιος ἡμέραν σοι παρέξει οὐδὲ σελήνη φωτιεῖ σε διὰ τῆς νυκτός, ἐπεὶ μήτε ἐν νυκτὶ γενήσονται μήτε ἐν αἰσθητῷ καὶ σωματικῷ φωτὶ οἱ τοῦ καινοῦ αἰῶνος καταξιωθησόμενοι· ὑπὲρ γὰρ πάντα ἥλιον αὐτὸν ἕξουσι τὸν κύριον φῶς αἰώνιον καὶ τὸν θεὸν δόξαν ἑαυτῶν. διὸ ἑξῆς ἡ προφητεία φησί· καὶ ἀναπληρωθήσονται αἱ ἡμέραι τοῦ πένθους σου· ἔργῳ φησὶν ὁ μακαρισμὸς πιστωθήσεται ὁ λέγων· «μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται». Καὶ ὁ λαὸς πᾶς δίκαιος τότε φησὶν ἀποφανθήσεται οὐδενὸς ἀδίκου τότε ἐν αὐτῷ εὑρεθησομένου· διὸ ὥσπερ ἐκλελεγμένος κληρονομήσει τὴν ἐπηγγελμένην αὐτῷ γῆν. ὃ δὴ καὶ ὁ σωτὴρ ἐδίδαξεν εἰπών· «μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν», οὕτω τὴν οὐράνιον αἰνιξάμενος διατριβήν, ἐν ᾗ καὶ «ἡ πόλις ἐστὶ τοῦ θεοῦ ἡ ἐπουράνιος καὶ ἀληθινὴ Ἰερουσαλήμ», «ἥτις ἐστὶ μήτηρ ἡμῶν» κατὰ τὸν Ἀπόστολον. ἀντὶ δὲ τοῦ· φυλάσσων τὸ φύτευμα, ἔργα χειρῶν αὐτοῦ, ὁ Σύμμαχος· βλαστὸς φυτείας μου, ἔργα χειρῶν μου εἰς τὸ ἐνδοξασθῆναι. τοιοῦτος γὰρ ὁ λαός μου βλαστὸς ἐμῆς φυτείας· «πᾶσα» γὰρ «φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται», ὁ δὲ βλαστὸς οὗτος ὁ ἐκ τῆς φυτείας τοῦ θεοῦ ἔργα χειρῶν αὐτοῦ γενόμενος κληρονομήσει τὴν ἐπηγγελμένην γῆν ὡς δοξασθῆναι τῶν τοσούτων ἀγαθῶν. Τότε δὲ καὶ ὁ ἐν τῷ παρόντι βίῳ ὀλιγοστὸς ἔσται εἰς χιλιάδας κατὰ τὰς σωτηρίους ἐπαγγελίας, δι' ὧν «ἄρχοντας καταστήσειν» ἐπαγγέλλεται λέξων αὐτοῖς τότε· «ἴσθι ἐξουσίαν ἔχων ἐπάνω πέντε πόλεων», καί· «ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων». οὕτω τοίνυν εἰς χιλιάδας γενήσονται ὥσπερ χιλιάρχου τινὸς τῶν σῳζομένων γενησομένων, ἀλλὰ καὶ ὁ νῦν ἐλάχιστος ἔσται τότε εἰς ἔθνος μέγα· οἷος ὡς ἐπὶ παραδείγματος Παῦλος εἰπών· «ἐμοὶ δὲ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη». ἄρχων ἔσται τότε οὐρανίου τινὸς ἔθνους μεγάλου παρὰ θεῷ λελογισμένου. ταῦτα δέ φησιν ἅπαντα ἔσται, ἐπειδὰν ἐγὼ κύριος κατὰ τὸν ὡρισμένον ὑπ' ἐμοῦ καιρὸν συνάξω αὐτούς. εἰ γὰρ καὶ τὰ μάλιστα οὐδέπω τὰ τῆς ἐπαγγελίας ἐνέστηκεν, ἀλλ' ἔσται καιρὸς ὁ ἅπαξ ὡρισμένος, ἐν ᾧ ταῦτα πάντα γενήσεται διὰ τῆς ἐμῆς συναγωγῆς· «τότε γὰρ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ καὶ ἐπισυνάξουσι πρὸς αὐτὸν πάντας τοὺς ἁγίους ἀπ' ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν». 2.51 Ὁ διὰ τῆς ἔμπροσθεν περικοπῆς μετὰ τὰς εὐαγγελικὰς ἐπαγγελίας πρὸς τῷ τέλει τοῦ λόγου φήσας· ἐγὼ κύριος κατὰ καιρὸν συνάξω αὐτούς, σφόδρα ἀκολούθως διὰ τῶν προκειμένων ἀναβοᾷ λέγει· Πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με. εἶθ' ὅπως τὴν ἐπισυναγωγὴν ποιεῖται, διὰ τῶν ἐπιφερομένων διδάσκει, πῶς δὲ ὁ λέγων· κύριος κατὰ καιρὸν συνάξω αὐτούς, ὡσπερεὶ ἕτερος ὢν τοῦ