258
εἰρηκότος ἐπήγαγε· Πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με. σαφὲς ἂν γένοιτο τοῖς τὸν Χριστὸν τοῦ θεοῦ μήτε ψιλὸν ἄνθρωπον εἶναι δοξάζουσι μήτε ἄσαρκον καὶ ἀσώματον λόγον οὐδὲν τῆς θνητῆς φύσεως μεταληφότα. ὁμοῦ λέγουσι δὲ αὐτὸν καὶ θεὸν εἶναι καὶ ἄνθρωπον· θεὸν μὲν καθ' ὃ «μονογενής» ἐστι «θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός», ἄνθρωπον δὲ καθ' ὃ νοεῖται «ἐκ σπέρματος ∆αυὶδ» γεγονὼς «κατὰ σάρκα». ὃ δὴ τοίνυν θεὸς λόγος ὁ διὰ τῆς προφητείας κυριολεκτούμενος μεθ' ὧν ἄλλων πεποίηται ἐπαγγελιῶν καὶ τοῦτο προσέθηκεν εἰπών· ἐγὼ κύριος κατὰ καιρὸν συνάξω αὐτούς. εἶθ' ὅπως παρίστησιν ὃν ἀνείληφεν ἄνθρωπον εἰσάγων φάσκοντα· Πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με. πολλάκις δὲ καὶ διὰ τῶν ἔμπροσθεν ἀπεδείχθη, ὅπως «ἐπαναπέπαυται ἐπὶ τὸν ἐκ ῥίζης Ἰεσσαὶ» «πνεῦμα τοῦ θεοῦ καὶ πνεῦμα σοφίας καὶ συνέσεως καὶ πνεῦμα βουλῆς καὶ ἰσχύος καὶ πνεῦμα γνώσεως καὶ εὐσεβείας». ἐντεῦθεν εἰκότως ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἀναγέγραπται ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ πεπληρῶσθαι ἐπ' αὐτῷ διδάξας τὴν προφητείαν, ὁπηνίκα «ἦλθεν εἰς Ναζαρέτ, οὗ ἦν ἀνατεθραμμένος, καὶ εἰσῆλθε κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, ἀνέστη τε ἀναγνῶναι. καὶ ἐπεδόθη αὐτῷ βιβλίον Ἠσαΐου τοῦ προφήτου, ὅπερ ἀνοίξας εὗρε τό· Πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, κηρύξαι ἐνιαυτὸν κυρίου δεκτόν. ὅτε πτύξας τὸ βιβλίον καὶ ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισε· καὶ πάντων οἱ ὀφθαλμοὶ ἦσαν ἐν τῇ συναγωγῇ ἀτενίζοντες αὐτῷ. καὶ ἤρξατο λέγειν πρὸς αὐτοὺς ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ». ἐπιστήσας δὲ τῷ καιρῷ τῷ δηλουμένῳ ἀπὸ τοῦ· «σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη», εὕροις ἂν ὅτι κατ' αὐτὸν ἐκεῖνον «μετὰ τὸ βαπτισθῆναι ἐν τῷ Ἰορδάνῃ τὸ πνεῦμα τὸ ἅγιον ἐν εἴδει περιστερᾶς κατελθὸν» «ἔμεινεν ἐπ' αὐτόν». εἶτα «ἀνήχθη εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου»· εἶτα «ἐλθὼν εἰς Ναζαρὲτ ἀνέγνω» τὴν εἰρημένην προφητείαν. διόπερ ἀκριβῶς ἐπήγαγε τό· «σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν». κατ' αὐτὸν γάρ τοι τὸν καιρὸν «τοῦ πνεύματος τοῦ ἁγίου ἐν εἴδει περιστερᾶς κατελθόντος ἐπ' αὐτὸν» ἐπληροῦτο ἡ ἐξ αὐτοῦ προσώπου λέγουσα προφητεία· Πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με· οὐ γὰρ σωματικῷ χρίσματι τοῖς παλαιοῖς ὁμοίως χρισθεὶς ἂν εἴρηται· οὐδὲν γὰρ εἶχεν ἐξαίρετον, εἰ τοῖς λοιποῖς ἀνθρώποις ὁμοίως κέχριστο. νυνὶ δὲ τῷ ἁγίῳ πνεύματι τὸ χρίσμα λαβὼν ἐξαίρετος παρὰ πάντας καὶ μονογενὴς Χριστὸς τοῦ θεοῦ ἀποφαίνεται. καὶ τό· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κατὰ τὸν ἐκεῖνον ἐπληροῦτο καιρόν, ἐν ᾧ «κηρύσσων τὴν βασιλείαν τῶν οὐρανῶν» καὶ τοὺς μακαρισμοὺς τοῖς αὐτοῦ προὔφερε μαθηταῖς λέγων· «μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν», ἀλλὰ καὶ ἰᾶτο τοὺς συντετριμμένους τὴν καρδίαν θεραπεύων ταῖς ἐπαγγελίαις, δι' ὧν ἔλεγε· «μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται», καί· «μακάριοι οἱ κλαίοντες, ὅτι αὐτοὶ γελάσονται». ἤδη δὲ καὶ τοῖς ἔθνεσι τὰς ψυχὰς ἠχμαλωτισμένοις ὑπὸ τῶν ἀοράτων καὶ νοητῶν πολεμίων ἐκήρυττεν ἄφεσιν τοῖς αὐτοῦ παρακελευομένοις μαθηταῖς καὶ λέγει· «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος», δι' ὧν τὴν ἄφεσιν τῶν προτέρων ἀσεβημάτων προὐξένει. οὕτως οὖν καὶ τοῖς αἰχμαλώτοις ἐκήρυττεν ἄφεσιν καὶ τοῖς ἀβλεψίαν δὲ νοσοῦσιν ὡς τῇ πολυθέῳ δεδουλῶσθαι πλάνῃ ἀνάβλεψιν ἐκήρυττε, ἐνιαυτὸν δὲ δεκτὸν κυρίου ἐκάλει, ὃν αὐτὸς ἐνιαυτὸν οἰκεῖον ἐποίει πάντα τὸν χρόνον, καθ' ὃν τὰς σὺν ἀνθρώποις διατριβὰς ποιούμενος φωτὸς ἡμέρας τοῖς αὐτῷ