259
προσιοῦσι παρεῖχε. μήποτε δὲ τὸν μέλλοντα αἰῶνα τῶν μετὰ τὴν συντέλειαν τοῦ παρόντος ᾐνίξατο εἰπών· καλέσαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως τῷ θεῷ ἡμῶν, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· ἐνιαυτὸς εὐδοκίας· ὁ γὰρ καταθύμιος τῷ κυρίῳ χρόνος καὶ αἰὼν ἐκεῖνος ἂν εἴη ὁ αὐτὸς αἰὼν καὶ ἡμέρα ἀνταποδόσεως· τὰς γὰρ ἀμοιβὰς τὸ τηνικαῦτα ἀποδώσει τοῖς ἐν τῷ παρόντι βίῳ κεκμηκόσι. διὸ λέλεκται· καλέσαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως τῷ θεῷ ἡμῶν, ἀλλὰ καὶ παρακαλέσαι πάντας τοὺς πενθοῦντας. ὁ γὰρ εἰπών· «μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται», νῦν μὲν αὐτοῖς παράκλησιν ἐπηγγέλλετο, κατὰ δὲ τὴν ἡμέραν τῆς ἀνταποδόσεως τοῖς ἑαυτοῦ λόγοις ἀνακτήσεται αὐτοὺς καὶ παρακαλέσει, ἀλλὰ καὶ τοῖς τὴν Σιὼν πενθοῦσι δώσει δόξαν καὶ ἀντὶ σποδοῦ ἄλειμμα εὐφροσύνης. «ἐπένθει» δὲ τὴν Σιὼν Παῦλος καὶ οἱ αὐτῷ παραπλήσιοι ἀποκλαιόμενοι τὴν πτῶσιν τοῦ Ἰουδαίων ἔθνους καὶ τοῦ ἐν αὐτοῖς θεοσεβοῦς πολιτεύματος. καὶ τούτοις οὖν ἀντὶ τοῦ πένθους δώσει δόξαν καὶ ἀντὶ τῆς σποδοῦ, ἣν κατεπάσαντο ἑαυτοὺς κακοῦντες ἐν ταῖς πρὸς τὸν θεὸν ἱκετηρίαις ταῖς ὑπὲρ τοῦ λαοῦ εὐφροσύνης ἄλειμμα δώσει καὶ ἀντὶ πνεύματος τῆς ἀκηδίας, ἐν ᾧ δι' ὑπερβάλλουσαν φιλανθρωπίαν ἑαυτοὺς κατέτρυχον καταστολὴν δόξης, τοῖς αὐτοῖς ἐπαγγέλλεται δώσειν ταῦτα κατὰ τὴν προτέραν αὐτοῦ παρουσίαν ὁ σωτὴρ ἐπαγγειλάμενος ἐν τῇ ἡμέρᾳ τῆς ἀνταποδόσεως ποιήσειν. εἰκότως ἀναγνοὺς τὸ μέρος τῆς προφητείας ἐπήγαγε τό· «σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν». ἑξῆς τούτοις εἴρηται· καὶ κληθήσονται Γενεαὶ δικαιοσύνης, Φύτευμα κυρίου εἰς δόξαν· πότε δὲ καὶ κληθήσονται καὶ τίνες, ἀλλ' ἢ οἱ καταξιωθησόμενοι τοῦ δεκτοῦ ἐνιαυτοῦ καὶ τῆς ἡμέρας τῆς ἀνταποδόσεως; κατὰ δὲ τὸν Σύμμαχον· καὶ κληθήσονται Ἰσχυροὶ τῆς δικαιοσύνης, Φυτὸν κυρίου εἰς τὸ δοξασθῆναι. Καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίας, τὰς ψυχὰς δηλαδὴ τῶν πάλαι ἐρήμων ἐθνῶν. διὸ ἐπιλέγει· ἐξηρημωμένας πρότερον ἐξαναστήσουσι· καὶ καινιοῦσι πόλεις ἐρήμους ἐξηρημωμένας εἰς γενεάς· ἀλλὰ γὰρ διὰ τούτων ἁπάντων τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω μεταβολὴν ὁ λόγος θεσπίζει. Εἶθ' ἑξῆς ἐπιλέγει· καὶ ἥξουσιν ἀλλογενεῖς ποιμαίνοντες τὰ πρόβατά σου, καὶ τὴν ποιμαντικὴν ἐπιστασίαν ἀλλογενέσιν ὑπισχνεῖται ἡ προφητεία· καὶ ἀλλόφυλοι ἀροτῆρες καὶ ἀμπελουργοί φησιν ἔσονταί σοι· ἀλλότριοι γοῦν καὶ ἀλλογενεῖς ποιμαίνουσι τὰ πρόβατα τοῦ θεοῦ καὶ τὸν ἀμπελῶνα ἢ τὴν ἐκκλησίαν ἀροτῆρες ξένοι τινὲς καὶ ἀλλόφυλοι γεωργοῦσι πάλαι ὄντες εἰδωλολάτραι καὶ «ἀπηλλοτριωμένοι τῆς διαθήκης τοῦ θεοῦ καὶ ξένοι τῶν ἐπαγγελιῶν, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ». εἶτα τούτοις αὐτοῖς προσφωνεῖ λέγων· ὑμεῖς δὲ ἱερεῖς κυρίου κληθήσεσθε, λειτουργοὶ τοῦ θεοῦ ὑμῶν· τίνες δὲ ὑμεῖς, ἀλλ' ἢ οἱ τῆς ἐκκλησίας ἀροτῆρες καὶ ἀμπελουργοὶ καὶ ποιμένες; οἱ δ' αὐτοὶ καὶ τὴν ἰσχὺν τῶν ἐθνῶν κατέδονται, ἢ κατὰ τὸν Ἀκύλαν· εὐπορίαν ἐθνῶν φάγεσθε· οὐδὲν γὰρ τοιοῦτο βρῶμα τοῖς ἱερεῦσι τοῦ θεοῦ καὶ τοῖς τῆς ἐκκλησίας ποιμέσι καὶ ἀμπελουργοῖς καὶ ἀροτῆρσι κατάλληλον ὡς ἡ ἰσχὺς τῶν δι' αὐτῶν σῳζομένων ἐθνῶν. νοήσεις δὲ τῶν ἐθνῶν τὴν ἰσχὺν τοὺς καθ' ὅλης τῆς οἰκουμένης τοῦ θεοῦ μάρτυρας θεωρῶν καὶ τὴν ἰσχυρὰν καὶ ἀκαταμάχητον ὑπομονὴν τῶν ἐν πᾶσι τοῖς ἔθνεσιν «ὑπὲρ ἀληθείας ἀγωνιζομένων», ἀλλὰ καὶ ἐν τῷ πλούτῳ φησὶ θαυμασθήσεσθε. τὸν δὲ πλοῦτον τῶν ἐθνῶν νοήσεις ἀπὸ τῆς Παύλου μαρτυρίας, δι' ἧς Κορινθίοις γράφων ἔλεγεν· «Εὐχαριστῶ τῷ θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει, καθὼς τὸ μαρτύριον τοῦ θεοῦ ἐβεβαιώθη ἐν ὑμῖν, ὥστε μὴ ὑστερεῖσθαι ὑμᾶς ἐν μηδενὶ χαρίσματι». Οἱ αὐτοὶ δὲ οὗτοι ἐκ δευτέρας τὴν γῆν ἐκληρονόμουν καὶ τὴν σύμπασαν γὰρ οἰκουμένην ἐκληρονόμησαν, περὶ ἧς εἴρηται ἐν Ψαλμοῖς· «κύριος εἶπε πρός με Υἱός