260
μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ' ἐμοί, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς». ταύτην οὖν τὴν τοῦ σωτῆρος κληρονομίαν οἱ τῆς ἐκκλησίας αὐτοῦ προεστῶτες ἐκληρονόμησαν, ἀλλὰ καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν γέγονε. καὶ πάντα ταῦτα ἐκ μέρους εἴληφε κατὰ τὸν παρόντα βίον, τῆς δὲ ἐπαγγελίας τὸ πλήρωμα εἰς τὴν ἐλπίδα τοῦ μέλλοντος αἰῶνος ἀνεπέμπετο. Ἔσται δὲ ταῦτά φησιν, ἐπειδήπερ ἐγώ εἰμι κύριος ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας· αἱ μὲν γὰρ ἀντικείμεναι δυνάμεις δαίμονες πονηροὶ τὰς ψυχὰς τῶν ἀνθρώπων ἐξηνδραποδίζοντο βιαίως καὶ ἀδίκως τοῦτο πράττοντες. διὸ ταῦτα μισῶν ἁρπάγματα, δικαιοσύνην δὲ αὐτὸς ἀγαπῶν, οὐκ Ἰουδαίοις μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς ἔθνεσιν ἐξέχεα τὴν ἐμαυτοῦ χάριν. καὶ δώσω δέ φησι τὸν μόχθον αὐτῶν δικαίοις· τίνων δὲ αὐτῶν ἢ τῶν ἐκ δευτέρου τὴν γῆν κληρονομούντων; ἀντὶ δὲ τοῦ· δικαίοις, ἐν ἀληθείᾳ οἱ λοιποὶ πάντες ἑρμηνευταὶ εἰρήκασιν, ὥστε οὐ διαψευσθήσεται αὐτῶν ὁ μόχθος, ἀλλ' ἐν ἀληθείᾳ καὶ αὐτοῖς φυλαχθήσεται. καὶ διαθήκην δὲ αἰώνιον διαθήσομαι αὐτοῖς, οὐκέτι τὰ Μωσέως πρόσκαιρα παραγγέλματα παραδοὺς αὐτοῖς, τὸ δὲ μυστήριον τῆς καινῆς διαθήκης, ὃ δὴ διαρκὲς ἔσται καὶ αἰώνιον. Ἔτι πρὸς τούτοις εἴρηται· καὶ γνωσθήσεται ἐν τοῖς ἔθνεσι τὸ σπέρμα αὐτῶν καὶ τὰ ἔκγονα αὐτῶν ἐν μέσῳ λαῶν· πᾶς ὁ ὁρῶν αὐτοὺς ἐπιγνώσεται αὐτούς, ὅτι οὗτοί εἰσι σπέρμα εὐλογημένον ὑπὸ κυρίου. καὶ τίς οὐκ ἂν ὁμολογήσειεν ἀκριβῶς ἐξ εὐλογίας τοῦ θεοῦ τὸ ἐκκλησιαστικὸν πληθύνεσθαι σπέρμα, ὡς εἰς πᾶσαν τὴν οἰκουμένην αὐτὸ γνωρίζεσθαι; σπέρμα δὲ αὐτῶν ἢ τὸν λόγον καὶ τὴν διδασκαλίαν τὴν εὐαγγελικὴν προσήκει νοεῖν ἢ τοὺς γνησίως λόγῳ καὶ βίῳ μαθητευομένους αὐτοῖς ὡς ὄψει δήλους εἶναι, ὡς ἄρα εἶεν σπέρμα εὐλογημένον ὑπὸ τοῦ θεοῦ. 2.52 Σφόδρα ἀκολούθως μετὰ τὰς προκαταλεχθείσας ἐπαγγελίας, ἃς αὐτὸς ὁ υἱὸς τοῦ θεοῦ πεποίηται κατὰ τὴν πρώτην αὐτοῦ παρουσίαν, προσωποποιεῖ λοιπὸν ὁ λόγος τὴν ἐκκλησίαν τοῦ θεοῦ ὡς ἂν τοσούτων ἀγαθῶν τετυχηκυῖαν καὶ εὐχαριστοῦσαν, ἐφ' οἷς πέπονθεν. ἀπολαβοῦσα τοίνυν ὥσπερ τινὰ οἰκεῖα μέλη τὸ πλήρωμα τῶν σῳζομένων καὶ ὥσπερ τις νύμφη ἐξ ἑνὸς εὐπρεποῦς καὶ ὡραίου συγκειμένη σώματος καὶ τὸν παρὰ τοῦ ἑαυτῆς νυμφίου κόσμον περιβαλλομένη φησίν· ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ. καὶ τὸ αἴτιον ἐπάγει λέγουσα· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου. στήλη δέ τις ἔσται φωτὸς ἀπαστράπτουσα θείου τὸ σῶμα τῆς ἀναστάσεως τὸ λεγόμενον ἱμάτιον σωτηρίου· οὐκέτι γὰρ «θανάτου σῶμα», οἷον ὁ Παῦλος ἐδήλου λέγων· «τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου»; ἔσται κἀκεῖνο σωτήριον, σωτηρίου δὲ ἱμάτιον τῇ ψυχῇ περιθήσεται καὶ χιτὼν εὐφροσύνης· ἕκαστος γὰρ ταῖς ἑαυτοῦ πράξεσι ταῖς κατὰ δικαιοσύνην αὐτῷ πεπραγμέναις τὸν ἑαυτοῦ κόσμον ἐνδύσεται. «καταντήσασα» δὲ «εἰς ἄνδρα τέλειον καὶ εἰς μέτρον ἡλικίας» τῷ τε ἑαυτῆς νυμφίῳ ἐξομοιωθεῖσα διὰ μὲν τοὺς ἐν αὐτῇ «τελείους» κατ' εἰκόνα τοῦ νυμφίου μεμορφωμένους ἐρεῖ· περιέθηκέ μοι ὡς νυμφίῳ μίτραν, διὰ δὲ τοὺς μηδέπω τοιούτους ἐν δευτέρῳ δὲ τάγματι τῶν ἀγαθῶν ἑστῶτας ἐρεῖ· καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ. ἡ δὲ αὐτὴ νύμφη τις οὖσα τοῦ νυμφίου λόγου καὶ τὰ παρ' αὐτοῦ σπέρματα ὑποδεξαμένη καρποὺς ὡραίους καὶ εὐανθεῖς ἀποδίδωσι. διό φησι· καὶ ὡς γῆν αὔξουσαν τὸ ἄνθος αὐτῆς καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ ἀνατελεῖ. εἶθ' ἑξῆς τούτοις ὡς ἂν μὴ συναρπάζοντες εἰς ἑαυτοὺς ταῦτα Ἰουδαίων παῖδες διαστέλλεται ὁ λόγος φάσκων· οὕτως κύριος κύριος ἀνατελεῖ δικαιοσύνην καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν. Ταῦτα θεσπίσας ὁ προφήτης κἄπειτα διατεθεὶς ἐπὶ τοῖς εἰρημένοις ἀναφωνεῖ λέγων· ∆ιὰ Σιὼν οὐ σιωπήσομαι καὶ διὰ Ἰερουσαλὴμ οὐκ ἀνήσω, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· καὶ διὰ Ἰερουσαλὴμ οὐκ