261
ἡσυχάσω, ἕως ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη αὐτῆς, τὸ δὲ σωτήριον αὐτῆς ὡς λαμπὰς καυθήσεται, ἢ κατὰ τὸν Ἀκύλαν· καὶ τὸ σωτήριον αὐτῆς ὡς λαμπὰς ἀναφθήσεται. οὐ δυνήσομαι γάρ φησιν ἠρεμεῖν καὶ τὰς ἡσυχίας ἄγειν, βοᾶν δέ μοι ἀνάγκη νύκτωρ καὶ μεθ' ἡμέραν, εὐχαῖς τε καὶ ἱκετηρίαις σχολάζειν. ἔστ' ἂν τούτων αὐτῶν τῶν εἰρημένων ὀφθαλμοῖς ἴδοιμι τὸ ἀποτέλεσμα, ὅπερ ἔσται ἐπὰν ἡ δικαιοσύνη τῆς Ἰερουσαλὴμ καὶ τὸ σωτήριον αὐτῆς φωτὸς δίκην ἐκλάμψῃ ἐπὶ πάντας ἀνθρώπους· οὐ γὰρ ἐν αὐτῇ μόνῃ συσχεθήσεται τὸ μέλλον εἰς αὐτὴν ἐκλάμπειν φῶς, ἀλλὰ καὶ τοῖς ἔθνεσιν ἅπασι μεταδώσει τῶν οἰκείων μαρμαρυγῶν. διὸ ἐπιλέγει· καὶ ὄψονται ἔθνη τὴν δικαιοσύνην σου καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς τὴν δόξαν σου. πάλιν δὲ κἀνταῦθα τὸ θεοσεβὲς πολίτευμα τὸ πάλαι συνεστὸς παρὰ Ἰουδαίοις καὶ τὸν χορὸν τῶν παρ' αὐτοῖς διαπρεψάντων δικαίων καὶ θεοφιλῶν καὶ προφητῶν ἁπάντων τῶν σωτηρίας ἀξίων Σιὼν καὶ Ἰερουσαλὴμ ὀνομάζει, ὧν τὸ φῶς ὑπὲρ πᾶσαν λαμπάδα πᾶσι τοῖς ἔθνεσιν ἐκλάμψειν ἐπαγγέλλεται, ὡς καὶ πάντας τοὺς βασιλεῖς ὄψεσθαι αὐτῶν τὴν δόξαν ἤτοι τὰς ἐπὶ γῆς βασιλείας τοῦτον δηλῶν τὸν τρόπον. εἶτ' ἐπιλέγει· καὶ καλέσεις τὸ ὄνομα τὸ καινόν, ὃ ὁ κύριος ὀνομάσει αὐτό· τὸ γὰρ ἐπώνυμον κυρίου τὴν ἐκκλησίαν αὐτοῦ κοσμεῖ. Εἶτα καὶ ἔσῃ φησὶ στέφανος κάλλους ἐν χειρὶ κυρίου, ὃν ἀπολήψεται τότε λέγουσα· «τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος», καὶ διάδημα βασιλείας ἐν χειρὶ θεοῦ σου· στέφανος γὰρ ὡς ἀληθῶς Χριστοῦ πάντες οἱ δι' αὐτοῦ κατορθοῦντες τυγχάνουσι καὶ διάδημα βασιλείας εἰσὶ τῆς αὐτοῦ οἱ τοῖς ὑπὲρ αὐτοῦ ἐνηθληκότες ἀγῶσιν ἅγιοι μάρτυρες, οὓς τῇ ἑαυτοῦ χειρὶ ὁ πατὴρ ἐκλεξάμενος τῷ υἱῷ περιτίθησι στεφανῶν αὐτὸν καὶ διαδήματι βασιλικῷ τιμῶν τῷ πλήθει τῶν ὑπ' αὐτοῦ καὶ δι' αὐτοῦ σεσῳσμένων. τούτων δὲ πληρουμένων οὐκέτι κληθήσεται ἡ τὸ ὄνομα τὸ καινὸν ὑποδεδεγμένη Καταλελειμμένη οὐδὲ Γῆ ἔρημος, εἰ καὶ πάλαι τοιαύτη τις ἦν, ἀλλὰ νῦν τοσούτων ἀγαθῶν καταξιωθεῖσα Θέλημά φησιν ἐμὸν κληθήσεται, τοῦτ' ἔστι κατὰ τὸ θέλημα τὸ ἐμὸν ὀνομασθήσεται, καὶ ἡ γῆ σου Οἰκουμένη. Ἐν τῷ καινῷ αἰῶνι τῆς Χριστοῦ βασιλείας συστήσεται μόνους ἕξουσα οἰκήτορας τοὺς τῶν ἐπαγγελιῶν τοῦ θεοῦ καταξιωθησομένους, οἳ καὶ ἐν τοσαύτῃ θυμηδίᾳ καὶ εὐφροσύνῃ διάξουσιν ὡς ἐοικέναι νεανίσκῳ ἁγίῳ ἀνδρὶ συνόντι παρθένῳ καθαρᾷ, οὐδαμῶς μὲν αὐτῆς τὴν παρθενίαν σπιλοῦντι, τῇ δὲ ἁγνείᾳ τῇ παρθενικῇ καὶ τῇ καθαρᾷ συνδιατριβῇ καὶ συνοικίᾳ χαίροντι. καὶ οἱ μὲν υἱοί σου οὕτως εὐφρανθήσονται, αὐτὸς δὲ ὁ κύριος τὴν ἑαυτοῦ νύμφην ἀπολαβών σε τὴν ἁγίαν ἐκκλησίαν ἐκ τελείων μελῶν συνεστῶσαν, ἔκ τε τοῦ προτέρου λαοῦ καὶ ἐκ τοῦ νέου τοῦ ἐξ ἐθνῶν. οἷα νυμφίος ἐπὶ νύμφῃ εὐφρανθήσεται, καταστήσει τε φύλακας, ἀγγέλους δηλαδὴ θείους καὶ δυνάμεις ἁγίας εἰς τὸ τηρεῖν καὶ φυλάττειν τὰ τείχη καὶ τοὺς περιβόλους τῆς νέας ταύτης Ἰερουσαλήμ, ὅπως ἐν εἰρήνῃ κατάρχων αὐτὸς τὸν σύμπαντα αἰῶνα διάγοι. οὗτοι δὲ οἱ προλεχθέντες φύλακες διὰ πάσης ἡμέρας καὶ διὰ πάσης νυκτὸς οὐ διαλείψουσί φησιν ὕμνοις καὶ δοξολογίαις τὸν τῶν τοσούτων ἀγαθῶν αἴτιον ἀνυμνοῦντες καὶ εὐχαριστοῦντες αὐτῷ ἐπὶ τῇ τῶν τοσούτων σωτηρίᾳ. Ἀντὶ δὲ τοῦ· οὐκ ἔστι γὰρ ὑμῖν ὅμοιος, ἐὰν διορθώσῃ καὶ ποιήσῃ Ἰερουσαλὴμ ἀγαυρίαμα ἐπὶ τῆς γῆς, ὁ Σύμμαχος μὴ ἡσυχάσητέ φησι, μηδὲ δῶτε ἡσυχάσαι αὐτῷ, ἕως ἑτοιμάσει καὶ ἕως θῇ τὴν Ἰερουσαλὴμ αἴνεσιν ἐν τῇ γῇ. τίνι δὲ ταῦτα λέλεκται ἢ τοῖς ἀνωτέρω φήσασι· «∆ιὰ Σιὼν οὐ σιωπήσομαι καὶ διὰ Ἰερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη αὐτῆς»; τοῦ γὰρ προφητικοῦ χοροῦ ταῦτα εἰρηκότος τὸ πνεῦμα τὸ ἅγιον ἐπιθαρσῦνον αὐτοὺς προτρέπει ἐπιμένειν ταῖς ὑπὲρ τῶν εἰρημένων εὐχαῖς· διό φησι· μὴ ἡσυχάσητε, μηδὲ δῶτε ἡσυχάσαι, δῆλον δ' ὅτι τῷ ταῦτα ἐπαγγελλομένῳ κυρίῳ, ἕως ἑτοιμάσει καὶ ἕως