262
θῇ τὴν Ἰερουσαλὴμ αἴνεσιν ἐν τῇ γῇ. προστάττει δὲ διὰ τούτων τοῖς ὑπερεύχεσθαι δυναμένοις τοῦ παντὸς λαοῦ μὴ ἀποσιωπᾶν μηδὲ ἡσυχάζειν, ἀλλὰ μηδὲ αὐτῷ ἡσυχίαν διδόναι τῷ θεῷ, βοαῖς δὲ καὶ κραυγαῖς ἀσχέτοις διεγείρειν αὐτόν, ἔστ' ἂν ἐπὶ πέρας ἀγάγοι τὰ ἐπηγγελμένα. Τούτων δὲ βοώντων καὶ μὴ συγχωρούντων τῷ κυρίῳ ἀναβάλλεσθαι ὁ ἐπαγγειλάμενος καὶ εἰπών· «ἔτι λαλοῦντός σου ἐρῶ Ἰδοὺ πάρειμι», ἀποκρίσεως αὐτοὺς καταξιοῖ. διὸ ἐπιλέγει ἑξῆς· ὤμοσε κύριος κατὰ τῆς δόξης αὐτοῦ καὶ κατὰ τῆς ἰσχύος τοῦ βραχίονος αὐτοῦ Εἰ ἔτι δώσω τὸν σῖτόν σου καὶ τὰ βρώματά σου τοῖς ἐχθροῖς σου, καὶ εἰ ἔτι πίονται υἱοὶ ἀλλότριοι τὸν οἶνόν σου, ἐφ' ᾧ ἐμόχθησας. πάλαι μὲν γὰρ ταῦτα ἐγίνετο, ὁπηνίκα τὸν ἑαυτῶν καρπὸν βρῶμα παρεῖχον τοῖς ἐχθροῖς τοῦ θεοῦ τοιαῦτα πράττοντες καὶ ἐνεργοῦντες ὡς δαιμόνων γίνεσθαι τροφὴν τὰς αὐτῶν πράξεις· νυνὶ δὲ τοῖς τοῦ νέου αἰῶνος καταξιωθησομένοις καὶ τῶν ἐπηγγελμένων τευξομένοις ὅρκῳ ὄμνυσιν ὁ κύριος μηκέτι δώσειν ἐχθροῖς τοὺς καρποὺς αὐτῶν, ἀλλ' αὐτοὺς αὐτῶν ἀπολαύσειν· κατορθοῦντας γὰρ τὸν κατ' ἀρετὴν βίον καὶ θεοσεβῶς διάγοντας δίκαιον τῶν οἰκείων ἀπολαύσειν καρπῶν κατὰ τὸ λεγόμενον· «τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι», φάγονται δέ φησι καὶ πίονται ἐν ταῖς ἐπαύλεσι ταῖς ἁγίαις μου. εἶεν δ' ἂν αὗται «αἱ πολλαὶ μοναὶ αἱ παρὰ τῷ πατρί», καὶ ἐπειδήπερ ἐμνημόνευσεν ἐπαύλεων, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς αὐλῶν, ἀκολούθως καὶ τοῦ ἱεροῦ μνημονεύει. ∆ιὸ ἐπιλέγει ἑξῆς· πορεύεσθε πορεύεσθε διὰ τῶν πυλῶν μου καὶ ὁδοποιήσατε τῷ λαῷ μου καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαρρίψατε. νοεῖν δὲ ἡμῖν παρέχει διὰ τούτων «τὴν ἐπουράνιον τοῦ θεοῦ πόλιν» καὶ τὰς αὐτῆς πύλας καὶ τὰς εἴσω τῆς πόλεως αὐλάς· ἃ δὴ πάντα κατὰ τὸν ἐπηγγελμένον αἰῶνα ἀναπετασθήσεται τοῖς ἀξίοις καὶ λεχθήσεται· πορεύεσθε πορεύεσθε διὰ τῶν πυλῶν μου. εἶθ' ὅπως μηδὲν κώλυμα μηδ' ἐμπόδιον μηδέ τις φθόνος μηδὲ βάσκανος μὴ πρόφασίς τε μὴ δαίμων μὴ πνεῦμα πονηρὸν μὴ δύναμις ἀντικειμένη διακωλυέτω τὸν λαὸν τὸν ἐμὸν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσιέναι, ταῦτα δὲ πρός τινας ἀγγελικὰς λεχθήσεται δυνάμεις. εἶθ' ἑξῆς ἐπιλέγει· ἄρατε σύσσημον εἰς τὰ ἔθνη. ἰδοὺ γὰρ κύριος ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τῆς γῆς· μὴ γὰρ νομιζέτω τις φησὶ περὶ τοῦ Ἰουδαίων λαοῦ ταῦτ' εἰρῆσθαι, ἐπειδὴ γὰρ εἰς πάντα τὰ ἔθνη τὸ σημεῖον αἴρεσθαι προστάττει καὶ πάντας τοὺς ἕως ἐσχάτου τῆς γῆς εὐαγγελίζεται τὰ προλεχθέντα. εἶτα τὴν θυγατέρα Σιὼν σαφῶς τὴν ἐκκλησίαν τὸν σωτῆρα ἑαυτῆς προσδοκᾶν διδάσκει λέγων· Εἴπατε τῇ θυγατρὶ Σιών· θυγατέρα δὲ Σιὼν ὠνόμασε τὴν νέαν ἐκκλησίαν τοῦ θεοῦ τὴν τὸ καινὸν ὄνομα ἀπειληφυῖαν θυγατέρα οὖσαν τοῦ προτέρου παρὰ Ἰουδαίοις θεοσεβοῦς πολιτεύματος, ᾗ καὶ προσφωνεῖ λέγων· Ἰδοὺ ὁ σωτήρ σοι παραγέγονεν ἔχων τὸν ἑαυτοῦ μισθόν. τήρει δ' ὅπως αὐτὰ ταῦτα καὶ διὰ τῶν ἔμπροσθεν ἐδηλοῦτο, ἐν οἷς ἐλέγετο· «ἰδοὺ κύριος μετὰ ἰσχύος ἔρχεται, ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ' αὐτοῦ καὶ τὸ ἔργον αὐτοῦ ἐναντίον αὐτοῦ», νῦν δέ· Εἴπατε τῇ θυγατρὶ Σιών Ἰδοὺ ὁ σωτήρ σοι παραγέγονεν ἔχων μεθ' ἑαυτοῦ τὸν μισθὸν αὐτοῦ καὶ τὸ ἔργον αὐτοῦ πρὸ προσώπου αὐτοῦ· πάλαι μὲν οὖν κατὰ τὴν πρώτην αὐτοῦ παρουσίαν ὁ αὐτὸς οὗτος ἦν σωτήρ, δι' ὧν ἔπραξε καὶ πέπονθεν ὑπὲρ τοῦ τῶν ἀνθρώπων γένους τὴν παρὰ τοῦ θεοῦ σωτηρίαν τοῖς εἰς αὐτὸν πιστεύουσι προξενῶν, παρ' ᾧ καὶ «Ἰησοῦς ὠνομάσθη» κατὰ τὴν τοῦ ἀγγέλου μαρτυρίαν. τὴν γὰρ δευτέραν ἄφιξιν αὐτοῦ παριστὰς ὁ λόγος κριτὴν αὐτὸν εἰσάγει καὶ μισθαποδότην. Καὶ καλέσει αὐτὸν λαὸν ἅγιον λελυτρωμένον ὑπὸ κυρίου. ἀντὶ δὲ τοῦ· καὶ καλέσει αὐτόν, καὶ καλέσουσιν αὐτούς, τοὺς σωθησομένους δηλαδή, παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς εἴρηται. οὗτοι μὲν οὖν κληθήσονται λαὸς ἅγιος λελυτρωμένος ὑπὸ κυρίου, σὺ δὲ ἡ τοῦ θεοῦ πόλις, πρὸς ἣν τὰ τοσαῦτα λέλεκται, κληθήσῃ ἐπιζητουμένη πόλις καὶ οὐκ ἐγκαταλελειμμένη.