264
πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν· δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ θῇ πάντας ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ». οὕτω δ' οὖν ὑποτάξας τοὺς ἐχθροὺς καὶ καταθλάσας αὐτῶν τὸ σπέρμα μηδενὸς ἐχθροῦ λοιπὸν ὑφεστῶτος μηδὲ διαβόλου μηδὲ δαίμονος μηδὲ κακίας μηδὲ ἁμαρτίας ἔτ' οὔσης τοὺς ὑπ' αὐτῷ βασιλευθησομένους ἐν τῷ καινῷ αἰῶνι προσάξει τῷ πατρὶ «ὅτε καὶ παραδώσει τὴν βασιλείαν τῷ θεῷ καὶ πατρὶ» κατὰ τὸν Ἀπόστολον. μολύνει δὲ τὰ ἐνδύματα αὐτοῦ ὥσπερ ἐρυθρὰ γενέσθαι αὐτὰ λέγεται ὡς ἐν προσωποποιΐᾳ ἐμφαντικῶς· ὥσπερ καὶ τὸ αἷμα τῶν ἐχθρῶν, περὶ οὗ φησι· καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν· οὐ γὰρ δὴ αἰσθητὸν αἷμα νοητέον εἶναι περὶ τὰς ἀντικειμένας δυνάμεις, μὴ ἄρα τροπικῶς ἐκδεκτέον καὶ ταῦτα; Εἶτα πάλιν ἡμέρας ἀνταποδόσεως καὶ ἐνιαυτοῦ λυτρώσεως μέμνηται, ὥσπερ καὶ ἀνωτέρω ἐπὶ τῶν χρηστοτέρων ἐλέγετο· «κηρύξαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως τῷ θεῷ ἡμῶν». ὁ γὰρ νέος αἰὼν ὁ σύμπας ἐνιαυτὸς κυρίου δεκτὸς ὠνόμασται, ὡς ἂν αὐτὸν ἕξων «τὸν κύριον φῶς αἰώνιον», ὁ δ' αὐτὸς καὶ ἡμέρα ἀνταποδόσεως κέκληται. διό φησιν· ἡμέρα ἀνταποδόσεως ἦλθεν αὐτοῖς, καὶ ἐνιαυτὸς λυτρώσεως πάρεστιν· ἐν ταὐτῷ γὰρ τοὺς μὲν οἰκείους λυτρώσεται, τοῖς δ' «ἀνταποδώσει» κατὰ τὸ εἰρημένον παρὰ Μωσεῖ· «καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς καὶ τοῖς μισοῦσιν ἀνταποδώσει». Εἶτά φησι· καὶ ἐπέβλεψα, καὶ οὐκ ἦν ὁ βοηθῶν· καὶ προσενόησα, καὶ οὐθεὶς ἀντελαμβάνετο· καὶ ἐρρύσατο αὐτοὺς ὁ βραχίων μου. νοήσομεν δὲ πῶς ὁ λόγος εἴρηται ἐπιστήσαντες ὡς μόνος αὐτὸς «ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβὼν καὶ ἐταπείνωσεν ἑαυτὸν ὑπήκοος γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ». ἃ γὰρ οὐδεὶς πώποτε ἀνθρώπων οὐδὲ ἀγγέλων οὐδὲ τῶν θείων δυνάμεων ὑπέστη, μόνος αὐτὸς ὑπὲρ τῆς ἡμετέρας ἀνεδέξατο σωτηρίας, διὸ καὶ μόνῳ αὐτῷ ὁ πατὴρ «ἐχαρίσατο τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα» καὶ τὴν κατὰ πάντων κρίσιν ἐνεχείρισεν. ὁ δὲ τὴν παρὰ τοῦ πατρὸς λαβὼν ἐξουσίαν τοὺς μὲν ἐρρύετο τοὺς σωτηρίας ἀξίους, τοὺς δὲ πολεμίους καὶ ἐχθροὺς ἐτροποῦτο. διό φησι· καὶ ὁ θυμός μου ἐπέστη, καὶ κατεπάτησα αὐτοὺς καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς τὴν γῆν, ἀνθ' οὗ οἱ λοιποὶ ἑρμηνευταὶ τὸ νῖκος αὐτῶν ἐκδεδώκασιν· ἐπειδὴ γὰρ ἐδόκουν τὸ πρότερον ἀνυπότακτοί τινες εἶναι καὶ μηδενὶ παραχωροῦντες τῆς νίκης, εἰκότως τὴν ἧτταν καὶ τὴν ταπείνωσιν αὐτῶν αἰνιττόμενος φάσκει εἰς γῆν κατενηνοχέναι τὸ νῖκος αὐτῶν. 2.54 Ἡ μὲν περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας προφητεία περιγέγραπται, ἑτέρας δ' ὑποθέσεως κατάρχεται ὁ λόγος, δι' ἧς ἐξαγορεύει μὲν τὰς τοῦ θεοῦ εἰς τὸν Ἰουδαίων λαὸν εὐεργεσίας. ἐκ προσώπου δὲ τοῦ λαοῦ κατηγορίαν αὐτοῦ ποιεῖται παριστὰς διὰ τῆς ἐξομολογήσεως τὴν ἀποβολὴν αὐτῶν καὶ τὴν ἐσχάτην τῆς Ἰερουσαλὴμ ἐρημίαν δικαίᾳ κρίσει τοῦ θεοῦ γεγονέναι. διό φησι· Τὸν ἔλεον κυρίου ἐμνήσθην, καὶ ἐπιφέρει· τὰς ἀρετὰς κυρίου ἀναμνήσω, οὐ μὴν ἀλλὰ καὶ τὰς παραδόξους εὐεργεσίας τοῦ ἐλέους αὐτοῦ οὔποτε λήθῃ παραδώσω, μεμνήσομαι δὲ διὰ παντὸς ἐγὼ καὶ τοῦ ἐλέους καὶ τῶν θαυμασίων αὐτοῦ, ὧν πώποτε ἡμῖν παρέσχεν. εἰ καὶ σκυθρωπὰ μετῆλθεν ἡμᾶς ἐπὶ τέλει καὶ τῇ ὀργῇ τοῦ θεοῦ καὶ τὸ ἔθνος καὶ ἡ πόλις Ἰερουσαλήμ, ὅτε ἐν αὐτῇ νεὼς παρεδόθη ἕως ἐκ βάθρων ἀρθῆναι αὐτά. ἀντὶ δὲ τοῦ· ἐν πᾶσιν, οἷς ἀποδίδωσιν ἡμῖν, ὁ Σύμμαχος περὶ πάντων, ὧν εὐηργέτησεν ἡμᾶς εἴρηκε, καὶ πάλιν ἀντὶ τοῦ· κύριος κριτὴς ἀγαθὸς τῷ οἴκῳ Ἰσραὴλ καὶ τῶν ἑξῆς, ὁ Σύμμαχος· κύριος ἐκ πλήθους ἀγαθωσύνης τῷ οἴκῳ Ἰσραήλ, ὃς εὐηργέτησεν αὐτοὺς κατὰ τοὺς οἰκτιρμοὺς αὐτοῦ. ταῦτα τοίνυν πάντα φησὶν ἀναμνήσω τὰ πλήθη καταριθμούμενος τῆς ἀγαθωσύνης αὐτοῦ, ἐν οἷς καὶ τοῦτο μέγιστον ἐδωρήσατο χάρισμα καταξιώσας «τέκνα ἑαυτοῦ» ὀνομάσαι τὸν λαόν, εἰ «μὴ ἀθετοῖεν τὴν αὐτοῦ χάριν». διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· πλὴν λαός μού εἰσιν, υἱοὶ οὐκ ἀσυνθηκοῦντες. ἀπήλεγχεν δὲ