1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

265

αὐτοὺς κατ' ἀρχὰς τῆς προφητείας λέγων· «υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν». Αὐτὸς μὲν οὖν προαρξάμενος ἔσπευσεν ἐπὶ τὴν τοῦ λαοῦ αὐτοῦ σωτηρίαν αὐτάγγελος παρὼν καὶ δι' ἑαυτοῦ, οὐχὶ δι' ἑτέρων διακονούμενος αὐτοῖς τὴν τῶν ἀγαθῶν χορηγίαν. διό φησιν· οὐ πρέσβυς οὐδὲ ἄγγελος, ἀλλ' αὐτὸς ἔσωσεν αὐτοὺς διὰ τὸ ἀγαπᾶν αὐτοὺς καὶ φείδεσθαι αὐτῶν καὶ τὰ ἑξῆς. τὰ μὲν οὖν τῆς αὐτοῦ φιλανθρωπίας τοιαῦτα οἱ δὲ οὐκ ἀξίους ἑαυτοὺς τῶν εὐεργεσιῶν παραστήσαντες πειρῶνται ἐχθρὸν αὐτὸν ἑαυτοῖς καταστῆσαι. αὐτίκα γοῦν ὁ τὰ τοσαῦτα δεδωρημένος αὐτοῖς ἀγαθὰ πολέμιος κατέστη αὐτοῖς ἀνενέγκας τῇ μνήμῃ ὡς νῦν οὐ πρῶτον τοιοῦτοι γεγόνασι, πάντοτε δὲ καὶ ἐκ πρώτης τῆς εἰς αὐτοὺς ἐπισκοπῆς ἀπηνεῖς ἦσαν καὶ ἀνεπαίσθητοι τῶν τοῦ θεοῦ εὐεργεσιῶν. Αὐτίκα δ' οὖν ἐπὶ Μωσέως ὁποῖα μυρίων καταξιωθέντες παραδόξων εὐεργεσιῶν οὐδαμῶς τὸν εὐεργέτην πρὸ ὀφθαλμῶν ἔθεντο οὐδὲ ἐλογίσαντο παρ' ἑαυτοῖς, τίς ἦν καὶ οἷος ὁ τὰ τοσαῦτα αὐτοῖς θαύματα ἐπιδεδειγμένος, ἀλλὰ καὶ «ἐμοσχοποίησαν» καὶ πάλιν εἰδωλολάτρησαν καὶ μυρία ἕτερα ἠσέβησαν ἐπ' αὐτῆς τῆς ἐρήμου μὴ λογισάμενοι τῇ διανοίᾳ, ὅπως αὐτοὺς διὰ τῆς θαλάσσης τῆς ἐρυθρᾶς διήγαγε, Μωσέα οἷα προβάτων ποιμένα ἐπιστήσας αὐτοῖς, ὃν καὶ μέγαν «προφήτην» καὶ «θεράποντα» ἑαυτοῦ ἀνέδειξε πληρώσας αὐτὸν τοῦ ἰδίου πνεύματος. ἀντὶ δὲ τοῦ· κατίσχυσεν ὕδωρ ἀπὸ προσώπου αὐτοῦ, ὁ Σύμμαχος ὁ ῥήξας ὕδατα ἔμπροσθεν αὐτῶν εἴρηκε, ποιῆσαι αὐτῶν ὄνομα αἰώνιον. οὕτως οὖν διαρρήξας τὰ τῆς ἐρυθρᾶς θαλάσσης ὕδατα ὡς ἵππον δι' ἐρήμου καὶ διὰ ξηρᾶς καὶ ὡς κτήνη διὰ πεδίου παρήγαγεν αὐτούς, ἀλλὰ τούτων οὐδεμίαν μνήμην ποιησάμενοι οἱ ὑπὸ τοῦ λόγου δηλούμενοι ἠπείθησαν καὶ παρώξυναν τὸ πνεῦμα τὸ ἅγιον αὐτοῦ· διὸ καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν, καὶ αὐτὸς ἐπολέμησεν αὐτούς. Ὁ πρότερος ὑπέρμαχος αὐτῶν ὀρθῷ λόγῳ καὶ δικαιοσύνῃ τοῦτο κρίνας πλὴν ἐπεὶ φιλάνθρωπος καὶ ἀγαθὸς οἷα θεὸς τὴν φύσιν ἐστίν, οὐκ ἀποναρκητέον ἡμῖν οὐδ' ἀπογνωστέον τὴν ἐξ αὐτοῦ σωτηρίαν· ἔξεστι γὰρ ἱκετηρίαις καὶ ἐξομολογήσεσιν ἑαυτοὺς ἐπιδιδόντας ἵλεων αὐτὸν κτήσασθαι. διὸ κοινῇ πάντες, ἐγώ τε ὁ ταῦτα λέγων προφήτης, καὶ ὑμεῖς οἱ ἐν τῷ λαῷ θεοσεβεῖν προῃρημένοι καθικετεύοντες καὶ λιπαραῖς ταῖς παρακλήσεσιν ἀντιβολοῦντες λέγομεν· Ἐπίστρεψον ἐκ τοῦ οὐρανοῦ καὶ ἴδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ δόξης σου. εἴ γε δεικνύομεν αὐτῷ τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω μεταβολὴν λέγοντες· καὶ ἴδε καὶ τοῦτο δέ, ὦ κύριε, ἀναγκαῖον ὑπομνῆσαι ὡς πολλάκις οὐ δι' ἡμᾶς, ἀλλὰ διὰ τὸν σὸν ζῆλον ἐποίησας μεθ' ἡμῶν καίτοι ἀναξίων ὄντων καὶ παρέσχου τὰ σαυτοῦ ἐλέη· ποῦ τοίνυν ἐστὶν ὁ ζῆλός σου ἐκεῖνος καὶ ἡ ἰσχύς σου καὶ τὸ πλῆθος τοῦ ἐλέους σου; ἤδη γὰρ καὶ ἄλλοτε πολλάκις ἁμαρτησάντων ἡμῶν ἠνέσχου καὶ οὐδὲν θαυμαστόν, ἐπειδὴ ἅπαξ κατηξίωσας εἰπεῖν· «ὁ λαός μου τέκνα καὶ ὁ λαός μου υἱοί εἰσιν». ὡς οὖν πατὴρ τέκνων καὶ πρότερον ἠνέσχου, καὶ νῦν πάλιν ἀνάσχου· οὐ γὰρ Ἀβραὰμ ἦν πατὴρ ἡμῶν, εἰ καὶ διακονεῖσθαι τῇ κατὰ σάρκα ἡμῶν ἔδοξε γενέσει, ἀληθεῖ δὲ λόγῳ σὺ πατὴρ ἡμῶν εἶ ἅτε «πατὴρ πάντων πνευμάτων» ὑπάρχων καὶ τῶν «κατ' εἰκόνα τὴν σὴν πεποιημένων» ψυχῶν. διὸ ῥύσασθαι ἡμᾶς ἀντιβολοῦμεν, ἐπείπερ τὸ ὄνομά σου κοσμεῖ ἡμᾶς. διὸ χαριζόμενος «τῷ σαυτοῦ ὀνόματι, ἵνα μὴ βλασφημεῖται παρὰ τοῖς ἔθνεσι», καταξίωσον ἡμᾶς τοῦ σοῦ ἐλέους. Ταῦτα εἰπὼν ὁ προφήτης ἐξ οἰκείου προσώπου καὶ τῶν ἐν τῷ λαῷ εὐλαβεστέρων καὶ ταῦτα προστίθησιν ἐκ προσώπου τῶν ἐν τῷ λαῷ φιλαιτίων καὶ φιλεγκαλημόνων οὐκ ὀκνούντων πολλάκις καὶ αὐτῷ καταμέμφεσθαι τῷ θεῷ. διό φασι· τί ἐπλάνησας ἡμᾶς, κύριε, ἀπὸ τῆς ὁδοῦ σου, ἐσκλήρυνας τὰς καρδίας ἡμῶν τοῦ μὴ φοβεῖσθαί σε; ὡς ἐκ προσώπου τοῦ λαοῦ ταῦτά φησιν· ὥσπερ γὰρ ἐσκλήρυνάς ποτε «τὴν καρδίαν Φαραώ», οὕτως φησὶ καὶ ἡμᾶς νῦν ἐσκλήρυνας ἀναξίους εἶναι κρίνας τοῦ φόβου σου, ἀλλὰ καὶ ἐπλάνησας ἡμᾶς σὺ