266
αὐτός, ὦ κύριε, τοῦ μὴ γνωρίσαι τὴν ὁδόν σου. πλὴν ἀλλ' εἰ καὶ ἡμεῖς τοιοῦτοι, σὺ γοῦν ὡς θεὸς διὰ τοὺς δούλους σου, εἰκὸς γὰρ εἶναί τινας ἐν τῷ παντὶ πλήθει τοιούτους, ἐπίστρεψον, καὶ ἐπειδὴ κλῆρός σου κατηξιώθημεν ὀνομάζεσθαι, ἱκετεύομεν· Ἐπίστρεψαι διὰ τοὺς δούλους σου καὶ διὰ τὰς φυλὰς τῆς κληρονομίας σου, ἵνα κἂν διὰ τοὺς σοὺς δούλους καὶ τὰς φυλὰς τῆς κληρονομίας σου δυνηθῶμεν καὶ ἡμεῖς οἱ ἀνάξιοι μικρᾶς τινος μερίδος τυχεῖν ἐν τῷ ἐπηγγελμένῳ ὑπὸ σοῦ ὄρει ἁγίῳ, οὗ παντελῶς νῦν ἀποπεπτώκαμεν, ἐπειδήπερ οἱ ὑπεναντίοι ἡμῶν κατεπάτησαν τὸ ἁγίασμά σου. Καὶ τοῦτ' ἔπραξαν διὰ τὸ σὲ ἀποστραφῆναι ἡμᾶς· οὕτω γοῦν καταλειφθέντες ἔρημοι τῆς σῆς ἐπισκοπῆς τοιοῦτοι νῦν ἐσμεν, ὁποῖοι καὶ πρὶν σὲ ἡμῶν ἄρξαι. ὡς γὰρ ἦν ποτε χρόνος, ὅτε «οὔτε προφήτας οὔτε ἱερέας οὔτε βασιλέας» οὔτε τι τῶν σῶν χαρισμάτων εἴχομεν, τὸν αὐτὸν τρόπον καὶ νῦν εἰς ἐκείνην κατέστημεν τὴν ἐρημίαν. ἦμεν δὲ τοιοῦτοι ἐν Αἰγύπτῳ μακρῷ διατρίψαντες χρόνῳ πρὶν καὶ Μωσέα ἡμῖν ἐπιστῆναι. τὸ τηνικαῦτα γὰρ οὐδὲ τὸ ὄνομά σου ἐκόσμει ἡμᾶς οὐδὲ «λαός σου» ἐχρηματίζομεν οὐδὲ «μερὶς κληρονομίας σου», καὶ νῦν δὲ ὁμοίως εἰς τὸ αὐτὸ περιέστημεν τέλος. ταῦτα πάντα ἔοικεν ἀναφέρεσθαι ἐπὶ τὸν καιρὸν τὸν μετὰ τὴν παρουσίαν τοῦ σωτῆρος ἡμῶν, ἐν ᾧ παντελῶς κατελείφθησαν διὰ τὰ κατὰ τοῦ σωτῆρος ἡμῶν τολμηθέντα αὐτοῖς. νῦν γὰρ ὡς ἀληθῶς τοιοῦτοι γεγόνασιν ὡς τὸ ἀπ' ἀρχῆς, ὅτε οὐκ ἦρχεν αὐτῶν ὁ θεός. Ἀντὶ δὲ τοῦ· ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη καὶ τῶν ἑξῆς, ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· ἐγενήθημεν ὡς ἀπ' αἰῶνος, ὧν οὐκ ἐξουσιάσεις οὐδὲ ἐπεκλήθη τὸ ὄνομά σου αὐτοῖς, οὐδὲ ῥήξας οὐρανοὺς κατέβης. ἀπὸ προσώπου σου ὄρη κατέρρευσεν, ὡς ἔκκαυσις πυρὸς ἐτάκη θάλασσα, ὕδατα ἐπτοήθησαν. τοιοῦτοι γοῦν φησι γεγόναμεν ὁποῖοι μηδὲ πώποτε πειραθέντες τῶν σῶν θαυμάτων, οἷς οὐκ ἔδειξας τὰ θαυμάσιά σου τὰ ἐπὶ Μωσέως γεγεννημένα. κατὰ δὲ τοὺς Ἑβδομήκοντα· τοιοῦτοι μὲν ἡμεῖς φησι γεγόναμεν ὁποῖοι ἦμεν πρὶν ἄρξαι σὲ ἡμῶν. πλὴν ἀλλ' ἴσμεν ἀκριβῶς καὶ πεπείσμεθα, ὅτι ἐὰν θελήσῃς ἀνοῖξαι τὸν οὐρανὸν θεὸς ὢν καὶ πάντα δυνατός, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, τὰς ἀντικειμένας δηλαδὴ δυνάμεις τὰς ἐπαιρομένας κατὰ τῆς γνώσεώς σου, καὶ τακήσονται ὡς κηρὸς ἀπὸ πυρός, ἀλλὰ καὶ πῦρ καταφάγεται τοὺς ὑπεναντίους τῆς σῆς θεότητος. ἔργῳ τε δειχθήσεται πᾶσι τοῖς ἐχθροῖς ἡ δύναμις τοῦ ὀνόματός σου, καὶ «τὰ ἔθνη δὲ τὰ σὲ μὴ εἰδότα τὸν θεόν», εἰ βουληθείης αὐτὸ μόνον διανοίξας τὸν σαυτοῦ οὐρανὸν ἐπισκοπῆσαι τοὺς ἐπὶ τῆς γῆς, ταραχθήσονται, καὶ τρόμος λήψεται ἀπὸ σοῦ τὰ προλεχθέντα ὄρη. Τοσαύτη πάρεστί σοι δύναμις, ὅθεν ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν, τίς ἕτερος τοιοῦτος θεὸς οὐδὲ δυνάμεθα ψευδομαρτυρήσαντες εἰπεῖν ὡς ἄρα καὶ ἄλλον τινὰ τοιούτων ἔργων ποιητὴν τεθέανται ἡμῶν οἱ ὀφθαλμοὶ οὔτε οὖν θεὸν πλὴν σοῦ ἕτερον εἴδομεν οὔτε πράξεις θεϊκάς. ὁποῖα δὲ τοῖς σὲ ὑπομένουσιν ὁρᾶν παρέσχες, ὑφ' ἑτέρου γεγενημένα τιθέμεθα. ἔνθα γενόμενος ἐπίστησον, ὅπως θεὸν ὁρώμενον ὁ προφητικὸς εἰσάγει λόγος φάσκων ἐκ προσώπου τοῦ λαοῦ· οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον θεὸν πλὴν σοῦ. καὶ μήν· «θεὸν οὐδεὶς ἑώρακε πώποτε», καί· «οὐδεὶς ὄψεται μου τὸ πρόσωπον καὶ ζήσεται», ἀλλ' ἔοικε τὸν Χριστὸν τοῦ θεοῦ διὰ τούτων αἰνίττεσθαι, τὸν δὲ ἐπὶ τῆς ἐρήμου χρηματίσαντα Μωσεῖ, τῷ τε παντὶ λαῷ ἑωραμένον διὰ τῆς ἐμφαινομένης τοῖς πᾶσι δόξης, περὶ ἧς εἴρηται· «καὶ ἑώρα πᾶς ὁ λαὸς τὴν δόξαν κυρίου». Τούτοις ἑξῆς ἐπιφέρει· ἰδοὺ σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν, ὡσεὶ σαφέστερον ἔλεγεν, ἐπειδὴ ἡμάρτομεν ἡμεῖς, σὺ ὠργίσθης, ἀλλὰ καὶ ἐπλανήθημέν φησι, καὶ ἐγενήθημεν ὡς ἀκάθαρτοι πάντες ἡμεῖς. εἰ δὲ καί τις ἐνομίσθη παρ' ἡμῖν εὑρίσκεσθαι δικαιοσύνη καὶ πρᾶξις δικαία, ἐρρυπωμένη καὶ αὐτὴ καὶ ἄτιμος ἐλήλεγκται. διόπερ ὡς ἄκαρπον δένδρον ἀποβαλὸν τοὺς καρποὺς τοιοῦτοι γεγόναμεν, ἀλλὰ καὶ ὡς φύλλα