267
ἐξερρεύσαμεν πάντες καὶ διεσκεδάσθημεν «ὡς χοῦς ἀπὸ προσώπου ἀνέμου». Καὶ οὐδεὶς ἐν ἡμῖν εἴρηται τοιοῦτος ὡς ἐπικαλεῖσθαι τὸ ὄνομά σου καὶ δυσωπεῖν σε διὰ τῶν προσευχῶν δύνασθαι· οὐδὲ γὰρ ἀντέχεταί τις οὐδ' ἐν μνήμῃ τίθεται τὴν παρὰ σοῦ βοήθειαν. διὸ εὐλόγως ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφ' ἡμῶν· πλὴν ὅμως καὶ μετὰ ταῦτά σε πάτερ γινώσκομεν, οὐκ ἀγνοοῦμεν δὲ καὶ ἑαυτοὺς ὡς οὐδὲν διενηνώχαμεν πηλοῦ, οὗ σὺ μόνος πλάστης γέγονας, καὶ ὀστράκου δὲ εὐθραύστου σκεύους κατ' οὐδὲν διαφέρομεν ἄλλοτε ἄλλως ῥηγνύμενοι καὶ συντριβόμενοι. διὸ ἀπιδόντας σε τῇ σαθρότητι τῆς ἡμετέρας ἀσθενείας ἀντιβολοῦμεν νεῖμαι συγγνώμην τοῖς ἡμαρτημένοις ἀνενέγκαντα τῇ μνήμῃ, ὡς σός ποτε λαὸς ἐχρηματίσαμεν καὶ σὴ πόλις, ἣ νῦν ἔρημος, καὶ σὸν ἁγιαστήριον, τὸ νῦν καθῃρημένον, καὶ ὡς ὁ οἶκος τοῦ ἁγιάσματός σου μεταβέβληται εἰς κατάραν καὶ πυρὶ παραδέδοται ὁ ὑπὸ τῶν πατέρων ἡμῶν εὐλογηθεὶς τόπος, κατὰ δὲ τὸν Σύμμαχον· ἔρημός φησιν ἐγένετο Ἰερουσαλήμ, εἰς ἀφανισμὸν ὁ οἶκος τοῦ ἁγιάσματος ἡμῶν, ὅπου ὕμνησάν σε οἱ πατέρες ἡμῶν, ἐγένετο εἰς καῦσιν πυρός, καὶ πᾶν τὸ ἐπιθυμητὸν ἡμῶν ἐγένετο εἰς ὄνειδος. μὴ ἐπὶ τούτοις ἐγκρατεύσῃ, κύριε, καὶ σιγήσῃς καὶ ταπεινώσῃς ἡμᾶς ἕως σφόδρα; 2.55 Πρὸς τὰς προεκτεθείσας φωνὰς δι' ὧν ἐκ προσώπου τοῦ λαοῦ ἱκετηρίαι ἀνεπέμποντο καὶ ἐξομολογήσεις ἤδη δὲ καὶ ὡσπερεὶ μέμψεις τῶν εἰρηκότων· «πεπλάνηκας ἡμᾶς, κύριε, ἀπὸ τῆς ὁδοῦ σου, ἐσκλήρυνας τὰς καρδίας ἡμῶν τοῦ μὴ φοβεῖσθαί σε», ἀπόκρισις διὰ τοῦ προφητικοῦ πνεύματος δίδοται τοῦτον ἔχουσα τὸν νοῦν· καὶ πῶς οἷόν τε ἦν ἐμὲ «τὸν μὴ βουλόμενον» «τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν αὐτοῦ» τοὺς τὰ τοιαῦτα εὐχομένους καὶ ἐξομολογουμένους ὑπερορᾶν; πῶς δὲ δυνατὸν ἐμὲ τὸν ἀπὸ πλάνης ἐπὶ τὴν ἀλήθειαν ἐπιστρέφειν πάντας ἀνθρώπους ἐθέλοντα τὸν καὶ «τοὺς πίπτοντας ἀνίστασθαι» παρακαλοῦντα ὑμᾶς «ἀποπλανᾶν τῆς ἐμῆς ὁδοῦ» ἢ «τὰς καρδίας ὑμῶν σκληρύνειν τοῦ φοβεῖσθαί με»; καὶ μὴν εἴ τις ἐθέλοι φιλαλήθει λογισμῷ τὴν ἐμὴν ὁρᾶν φιλανθρωπίαν, εὕροι ἂν φθάνοντά με ταῖς εὐεργεσίαις καὶ τοὺς μακρὰν ἀφεστῶτας τῆς ἐμῆς γνώσεως. αὐτίκα δ' οὖν τοῖς ἐκτὸς μηδὲ πώποτε ἐρωτήσασί με ἐμφανῆ κατέστησα ἐμαυτὸν δι' ὑπερβάλλουσαν φιλανθρωπίαν, ὥστ' ἤδη τοὺς ἀλλογενεῖς καὶ ἀλλοφύλους τὴν ἐμὴν γνῶσιν ἀνειληφέναι καίπερ μηδὲν εἰς τοῦτο συμβαλλομένους. ἀλλὰ καὶ τοῖς μὴ ζητήσασι τὴν ἐμὴν χάριν ταύτης μετέδωκα φθάσας τε τὰς ἑτέρων παρακλήσεις· πρὶν καὶ εὔξασθαι, πρὶν καὶ ἱκετεῦσαι αὐτούς, εἶπον Ἰδού εἰμι. Ὁ τοίνυν καὶ περὶ τοὺς ἀλλοτρίους τῆς ἐμῆς γνώσεως οὕτω χρηστὸς καὶ ἀγαθὸς πεφυκὼς πῶς ἂν περὶ ὑμᾶς ὠμός τις καὶ ἀπηνὴς καὶ ἀδικώτατος ἐφάνην; καὶ μὴν ἐξ ὑμῶν ἀπηρξάμην τῆς ἐμαυτοῦ χάριτος καὶ πρώτοις ὑμῖν τὰς ἐμαυτοῦ χεῖρας ἐξεπέτασα προσκαλούμενος καὶ ἐναγκαλιζόμενος ὡς ἂν ἐμαυτοῦ γνησίους υἱούς· ὑμεῖς δὲ ἀπειθοῦντες διετελεῖτε καλοῦντός τε καὶ παρακαλοῦντος ἐμοῦ σπεύδειν ἐπὶ τὴν παρ' ἐμοὶ σωτηρίαν. Ὑμεῖς τὴν ἐναντίαν ὡδεύσατε πολυπλασιάζοντες τὰ ἑαυτῶν κακά. ἢ οὐχ ὑμεῖς ἐστε ἐκ τοῦ παντὸς αἰῶνος παροξύνοντές με οἱ τὸν καθηγιασμένον ἐμοὶ νεὼν ἐγκαταλείποντες, εἰδωλολατρίᾳ δὲ καὶ πολυθέῳ πλάνῃ ἐκδότους ἑαυτοὺς παρέχοντες ὡς θυσιάζειν μὲν ἐν τοῖς κήποις, θυμιᾶν δὲ πνεύμασιν ἀκαθάρτοις καὶ πονηροῖς δαιμονίοις ἐν τοῖς ἐκ πλίνθων κατεσκευασμένοις ὑμῖν βωμοῖς, ἀλλὰ καὶ ἐν τοῖς μνήμασι καὶ ἐν τοῖς σπηλαίοις ἐγκαθεύδοντες; τοιαῦτα δὲ ἦν τὰ νομιζόμενα τῶν θεῶν ἱερὰ τὰς μαντείας ἑαυτοῖς περινοεῖτε. τί γὰρ ἄλλο ἢ τοῖς πάμπαν ἀνόμοις καὶ ἀλλογενέσιν ὁμοιούμενοι καὶ χοιρείων ἤδη κρέων ἐμφορεῖσθε καὶ πάντα τὰ κατὰ τοὺς οἴκους ὑμῶν σκεύη μιαραῖς μολύνειν θυσίαις οὐκ ἀποκνεῖτε. Καὶ τὸ χείριστον, ἐφ' ᾧ καὶ μάλιστα θυμοῦ πληροῦσθαι καὶ ἀγανακτεῖν ἄξιον, ὅτι δὴ ἐπὶ τοῖς αὐτοῖς ὡς ἂν ἐπ' ἀγαθαῖς πράξεσι σεμνυνόμενοι πάντων ἀνθρώπων καθαρώτεροι εἶναι διέκεισθε, ὡς μηδὲ βούλεσθαι