268
πλησιάζειν τοῖς τυχοῦσι μηδὲ τῶν πέλας ἐφάπτεσθαι καταξιοῦν, λέγειν δὲ τοῖς προσιοῦσι· μὴ ἐγγίσῃς μοι, ὅτι καθαρός εἰμι. ἄρ' οὖν ἐπὶ τούτοις οὐ δικαιότατα κινηθήσεται κατ' αὐτῶν ὁ λεγόμενος θυμὸς τοῦ θεοῦ, ἡ τιμωρητικὴ δηλαδὴ δύναμις, καὶ τὸ κατ' αὐτῶν ἐξάψον πῦρ; Ἀναγέγραπται γὰρ τοῦτ' ἔστιν ἐνώπιόν μου οὐδὲ παρελθεῖν ἐστὶν αὐτά, ἔστ' ἂν τὴν ὑπὲρ αὐτῶν ἀποτίσωσι τιμωρίαν, καὶ οὐ τὴν ὑπὲρ αὐτῶν μόνον, ἀλλὰ καὶ ὑπὲρ ὧν οἱ πατέρες αὐτῶν ἠσέβουν ἄρτι μὲν θυμιῶντες ἐπὶ τῶν ὀρέων καὶ αὐτοὶ καὶ ἐπὶ τῶν βουνῶν εἰδωλολατροῦντες, ἄρτι δὲ χλευάζοντες τοὺς ἐμοὺς νόμους, ἃ δὴ κατὰ καιρὸν εἰς τὸν αὐτῶν ἀποδοθήσεται κόλπον. Εἴρηται δὲ τὰ λελεγμένα κατὰ τῶν ἀσεβούντων ἐν τῷ λαῷ, ὡσεί τις εὑρεθείη ἐν τῷ πλήθει σωτηρίας ἔχων ἐλπίδα ἐλεύθερος ἔσται τῶν εἰρημένων, εἰ γὰρ καὶ «ὁ ἀμπελὼν κυρίου σαβαὼθ οἶκος τοῦ Ἰσραήλ», «ἀντὶ σταφυλῆς» «ἐποίησεν ἀκάνθας» καὶ «ἀντὶ κρίσεως» «ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν». καὶ εἰ τούτων ἕνεκα ἐρημία καὶ ἀφανισμὸς παντελὴς κατ' αὐτοῦ ὥρισται, ἀλλ' εἴ πού τις ἐν τῇ τοσούτων ἀπωλείᾳ εὑρεθείη ὡς ἐν βότρυι ξηρῷ ὑγιὴς καὶ ἐρρωμένος ῥώξ, οὐ διαπεσεῖται παρ' ἐμοὶ κριτῇ οὗτος οὐδὲ συναπολεῖται τοῖς ἀπολλυμένοις διὰ τὸ μετέχειν αὐτὸν εὐλογίας. οὕτω δ' ἔσται ὁ ῥὼξ οὗτος τίμιος παρ' ἐμοὶ ὅσῳ καὶ σπάνιος. κατὰ τοῦτο δὴ τὸ παράδειγμα καὶ ἐπὶ τοῦ παντὸς ἔθνους ποιήσω, εἴ πού τις εὑρεθείη ἐν αὐτοῖς σωτηρίας ἄξιος. διὸ οὐ μὴ ἀπολέσω πάντας, ἀλλὰ τὸν ἐν αὐτοῖς δουλεύοντά μοι ἐξάξω ἀφορίσας τῶν ἀπολλυμένων, καὶ ἔσται οὗτος σπέρμα ἐξ Ἰακὼβ σπέρμα ζώπυρον καὶ χρήσιμον, δυνάμενον καὶ εἰς ἑτέρων χρησιμεῦσαι καρποφορίαν. οἷον ἦν καὶ τὸ διὰ τῶν ἔμπροσθεν εἰρημένον τό· «καὶ εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα». τοῦτο δὲ τὸ ἀγαθὸν καὶ σπάνιον σπέρμα, δηλαδὴ ὁ ἀποστολικὸς χορὸς τοῦ πλήθους τῶν ἀπολλυμένων ἀφορισθείς, κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου, ὃ δὴ καὶ γνωρίζειν ὡμολόγουν φάσκοντες· «προσεληλύθαμεν Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ», κἀκείνην φησὶ τὴν ἐπουράνιον κληρονομίαν ἀπολήψονται οἱ ἐκλεκτοί μου καὶ δοῦλοί μου καὶ κατοικήσουσιν ἐκεῖ, πάλιν κἀνταῦθα ἐκλεκτοὺς καὶ δούλους αὐτοῦ τοὺς ἀποστόλους σημάνας οἵτινες ῥῶγες εὕρηνται, οὓς ἐκλεξάμενος ὡσπερεὶ φυλακὴν ἑτέρων καὶ «σπέρμα ἅγιον» καὶ ἐκλεκτὸν ὠνόμασεν. ∆ι' ὧν καὶ τὰ ἑξῆς ἐπληροῦτό τινα δὲ ταῦτα· καὶ ἔσονταί φησιν ἐν τῷ δρυμῷ ἐπαύλεις ποιμνίων· δρυμὸν δὲ εἴωθεν ἡ γραφὴ τὸ πλῆθος τῶν ἀλλοφύλων καὶ ἀλλογενῶν ἐθνῶν ὀνομάζειν, ἐν οἷς ἐπαύλεις ποιμνίων ἔσεσθαι θεσπίζει τὰς ἐκκλησίας τῶν τοῦ θεοῦ προβάτων αἰνιττόμενος. ἀλλὰ καὶ ὥσπερ ποτὲ ἡ φάραγξ Ἀχὼρ γέγονεν ἀνατεθεματισμένη, ἔνθα ὡς ἡ ἱστορία Ἰησοῦ τοῦ Μωϋσέως διαδόχου περιέχει. ὁ Ἀχὼρ σὺν ὅλῳ τῷ γένει, δι' ἣν ἔπραξε παρανομίαν, ἀπώλετο ἐν τῇ φάραγγι λίθοις βληθεὶς καὶ ἀνάθεμα γενόμενος. τοιαύτη τις ἦν καὶ αὐτῶν ἀνατεθεματισμένων ἡ χώρα τῶν ἀθέων, δηλαδὴ καὶ ἀλλοφύλων ἐθνῶν. ἀλλὰ καὶ αὕτη εἰς ἀνάπαυσιν ἔσται βουκολίων τῷ λαῷ μου τῷ ἐκζητήσαντί με· λαὸς δὲ ὁ ἐκζητήσας αὐτὸν ὁ ῥὼξ ἦν καὶ τὸ ἀνωτέρω εἰρημένον σπέρμα οἱ ἐκλεκτοὶ δοῦλοι αὐτοῦ, δι' ὧν βουκόλια βοῶν καὶ ποίμνια συστήσεσθαι οὐκ ἐν τῷ Ἰσραὴλ οὐδὲ ἐν τῇ Ἰουδαίων χώρᾳ, ἀλλ' ἐν τῷ δρυμῷ καὶ ἐν τῇ λεχθείσῃ φάραγγι Ἀχὼρ προφητεύει. Ταῦτα μὲν οὖν περὶ τούτων, πάλιν δὲ πρὸς τὸ πλῆθος τὸ Ἰουδαϊκὸν ὁ λόγος ἀποτείνεται φάσκων· ὑμεῖς δὲ οἱ ἐγκαταλείποντές με καὶ ἐπιλανθανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου, τὸ πολλάκις ἡμῖν δεδηλωμένον. οἱ τῇ τῶν ἐθνῶν συναπτόμενοι εἰδωλολατρίᾳ ὡς καὶ τῇ τύχῃ παρ' αὐτοῖς ὀνομαζομένῃ παρασκευάζειν τράπεζαν καὶ τῷ δαιμονίῳ τῷ ἐμφωλεύοντι τῷ τῆς λεγομένης τύχης ἀγάλματι ἱστάναι κέρασμα ἐπακούσατε τὰ περιμένοντα ὑμᾶς, παραδοθήσεσθε μαχαίρᾳ πολεμικῇ πάντες. καὶ εἰ ἔροιτό τις ὑμῶν ∆ιὰ τί; διὰ τόδε φημί, ἵνα τὰ λοιπὰ παρέλθω, ἐπειδὴ αὐτὸς ἐγὼ τῆς