269
ἐμαυτοῦ παρουσίας κατηξίωσα ὑμᾶς αὐτούς, πρώτους δὲ ὑμᾶς περὶ ἐμαυτοῦ κέκληκα, ὑμεῖς δὲ οὐχ ὑπηκούσατε. ὃ δὴ καὶ πρὸ τούτου ᾐτιώμην λέγων· «διότι ἦλθον καὶ οὐκ ἦν ἄνθρωπος, ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων»; καὶ νῦν αὖθίς φημι· ὅτι ἐκάλεσα ὑμᾶς καὶ οὐχ ὑπηκούσατε, ἐλάλησα καὶ παρηκούσατε καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον μου καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξασθε. ἄρ' οὖν πρώτους ὑμᾶς ἐκάλουν καὶ πρώτους κατηξίουν τῆς ἐμῆς χάριτος, ὑμεῖς δὲ ἦτε ἀνήκοοι καὶ ἀπειθεῖς, πῶς οὖν καταμέμφεσθε ἐπαιτιώμενοι καὶ ἐγκαλοῦντες καὶ λέγειν τολμῶντες· «ἐπλάνησας ἡμᾶς, κύριε, ἀπὸ τῆς ὁδοῦ σου»; διὸ τὴν δυσσεβῆ ταύτην φωνὴν ἀπελέγχων ἤδη καὶ πρότερον ἔφην ὡς ἄρα· «Ἐμφανὴς ἐγενήθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι καὶ εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν», εἶτα· «ἰδοὺ εἶπα τοῖς μὴ ἐπικαλεσαμένοις τὸ ὄνομά μου» «Ἰδού εἰμι». ὑμεῖς πᾶν τοὐναντίον ἐπράττετε καλούμενοι καὶ προτιμώμενοι καὶ οὐδαμῶς ὑπακούοντες, ἀλλ' ἐνυβρίζοντες τὴν πρώτοις ὑμῖν ἀπονεμηθεῖσαν ἐξ ἐμοῦ χάριν. 2.56 Εὐαγγελισάμενος ὁ λόγος τοὺς ἐκ τοῦ Ἰουδαίων ἔθνους ἐκλεχθησομένους καὶ δίκην ἀγαθοῦ σπέρματος φυλαχθησομένους εἰς ἑτέρων φυτείαν καὶ καρποφορίαν καὶ ὡς αὐτοὶ οὗτοι ἐν τῷ δρυμῷ ἐπαύλεις ποιμνίων συστήσουσι καὶ «ἐν τῇ φάραγγι Ἀχὼρ» τῇ ἀποδοθείσῃ «βουκολίων ἀναπαύσεις» ποιήσουσιν, εἶτ' αὖ διαστειλάμενος τῷ λοιπῷ πλήθει τῶν ἀπολλυμένων τὰ ἑξῆς ἐπενηνεγμένα πάλιν πρὸς αὐτοὺς τὰς προκειμένας ποιεῖται κατηγορίας διδάσκων, ὡς δικαιοσύνης ζυγῷ πάντα πράττων ὁ θεὸς οὐδαμῶς μὲν παρόψεται τοὺς ὅποι δήποτε αὐτῷ δουλεύοντας, ἐξ οἵου δ' ἂν ἔθνους εἶεν. πάντας γὰρ ἁπλῶς ἅπαξ τοὺς δουλεύειν αὐτῷ προῃρημένους παραδέξεται καὶ τούτοις παρέξει τὴν ἐπουράνιον τροφήν, τὸν λόγον τὸν σωτήριον τὸν εἰρηκότα· «ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς». οὗτοι μὲν οὖν τῷ λεχθέντι «ἄρτῳ» τραφήσονται καὶ ἐμπλησθήσονται, ὑμεῖς δέ φησιν, οἱ μὴ τὴν ἐμὴν ἀποδεξάμενοι χάριν ἐν ἐνδείᾳ λογικῆς τροφῆς λιμώξετε. καὶ πάλιν οἱ μὲν ἐμοὶ δουλεύοντες ποτοῦ ζωῆς ἀθανάτου πλησθήσονται, περὶ οὗ λέλεκται· «ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον». ὑμεῖς δὲ οἱ τὴν ἐμὴν «ἀθετήσαντες χάριν», ἅτε «τὴν πηγὴν τῆς ζωῆς καταλιπόντες», διψήσετε, καὶ αὖθις οἱ μὲν ἐμοὶ δουλεύοντες ἀκολούθως τῷ ποτῷ καὶ τῇ τροφῇ, ἧς ἠξιώθησαν εὐφροσύνης ἐνθέου μεταλήψονται, ὑμεῖς δὲ οἱ τὴν ἐμὴν χάριν διαπτύσαντες, τούτων πάλιν στερισκόμενοι αἰσχυνθήσεσθε, ἀλλὰ καὶ οἱ δουλεύοντές μοι πρὸς τοῖς λεχθεῖσιν ἀγαλλιάσονται ἐν εὐφροσύνῃ χαίροντες τῇ ψυχῇ δικαίως, ἅτε τοσούτων ἀγαθῶν ἠξιωμένοι, ὑμεῖς δὲ τούτους θεώμενοι τούτων ἀπολαύοντας κεκράξεσθε ἀπὸ πόνου ψυχῆς καὶ ἀπὸ συντριβῆς πνεύματος ὀλολύξετε. μικρὸς μὲν γὰρ ἦν ὁ τῶν σωμάτων πόνος παραβαλλόμενος τῷ ἀπὸ καρδίας, διὸ οὐ τὸ σῶμα, τὴν δὲ καρδίαν αὐτὴν πονήσετε, ἀλγοῦντες καὶ μονονουχὶ κραυγὰς καὶ φωνὰς ἀφιέντες ὡς ἂν ἐπὶ ἀπολωλόσιν ἑαυτοῖς. Ἀντὶ δὲ τοῦ· καταλείψετε γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονήν, οἱ λοιποὶ ἑρμηνευταὶ συμφώνως εἰς ὅρκον ἐκδεδώκασιν. ἐπὶ τῶν τὰ δεινὰ πεπονθότων εἰώθασιν ὀμνύειν· εἰ μὴν μὴ πάθοιμεν τὰ ἴσα ὡς οἵδε πεπόνθασι, τὸν αὐτὸν τρόπον τὸ ὄνομα ὑμῶν ὅρκος γενήσεται τοῖς ἐκλεκτοῖς μου φευκτοῦ καὶ τοῦ ὀνόματος ὑμῶν γενησομένου διὰ τὰ συμβησόμενα ὑμῖν ὅθεν ἔσται τοῖς ἐκλεκτοῖς μου εἰς ὅρκον τὸ ὑμέτερον ὄνομα καὶ ἡ τῶν ὑμετέρων κακῶν μνήμη. τέλος δὲ τῶν καταληψομένων ὑμᾶς κακῶν ἔσται ὁ ἐξ αὐτοῦ τοῦ θεοῦ ἐπελευσόμενος ὑμῖν θάνατος χωρισμὸς ὢν οὐ ψυχῆς ἀπὸ σώματος, ἀλλὰ τῆς ἀθανάτου ζωῆς καὶ αὐτοῦ τοῦ θεοῦ στέρησις. ταῦτα μὲν οὖν ὑμᾶς ἐκδέξεται, τοῖς δὲ δουλεύουσί μοι ἐξ ὁποίου δ' ἂν γένοιντο ἔθνους τὰ ἐπηγγελμένα χαρισθήσεται. εἰ δὲ περιεργότερον ἐθέλοιτε μαθεῖν τίνες εἶεν οὗτοι οἱ μέλλοντές μοι δουλεύειν καὶ τί αὐτοῖς ὄνομα, γινώσκετε