1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

270

ὅτι οὔπω μὲν εἰς φανερὸν τοὔνομα αὐτῶν ὁ θεὸς βούλεται ἀγαγεῖν· τοσοῦτον δὲ μόνον σημαίνει ὡς οὔτε Ἰσραὴλ κληθήσονται οὔτε Ἰακὼβ οὔτε Ἰουδαῖοι οὔθ' ὅλως τιδὴ τῶν ἀνθρώποις ἤδη συνεγνωσμένων. καινὸν γάρ τι καὶ νεώτερον αὐτοῖς ἐπιτεθήσεται ὄνομα ξένον καὶ μηδὲ πώποτε ἀκουσθέν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς αὐξανόμενον καὶ πληθυνόμενον ὑπὲρ πᾶσαν σωματικὴν εὐλογίαν. εἰ γάρ τις καὶ ἄλλη πλήθους ποιητικὴ τυγχάνει εὐλογία παρὰ θεοῦ, ταύτης τεύξεται τὸ ὄνομα τὸ ἐπιτεθησόμενον τοῖς δουλεύουσί μοι. ὅθεν μηδεὶς πολυπραγμονείτω τέως πρὸ τῆς τῶν πραγμάτων ἐκβάσεως, εὐλογηθέντες δὲ οἱ εἰρημένοι διατελοῦσι καὶ αὐτοὶ τὸν ἀληθινὸν θεὸν εὐλογοῦντες. ἀντὶ δὲ τοῦ· τὸν θεὸν τὸν ἀληθινόν, ὁ μὲν Ἀκύλας· καὶ τοῖς δούλοις αὐτοῦ φησι καλέσει ὄνομα ἕτερον, ᾧ ὁ εὐλογημένος ἐν τῇ γῇ εὐλογηθήσεται πεπιστωμένως, ὁ δὲ Σύμμαχος· τοῖς δὲ δούλοις αὐτοῦ καλέσει ὄνομα ἕτερον, ἐν ᾧ ὁ εὐλογημένος ἐπὶ τῆς γῆς εὐλογηθήσεται ἐν τῷ θεῷ ἀμήν. ὥσπερ γάρ φησιν εὐλογήσουσιν αὐτοὶ τὸν θεὸν τὸν ἀληθινόν, οὕτως εὐλογηθήσονται πεπιστωμένως, ἢ κατὰ τὸν Σύμμαχον· ἀμήν. ἀλλὰ καὶ ὀμνύοντες ἐπὶ τῆς γῆς, οἱ μέλλοντές μοι δουλεύειν, ὀμοῦνται τὸν θεὸν τὸν ἀληθινόν, οὐκέτι τοὺς πεπλανημένως αὐτοῖς νομιζομένους θεούς, ἀλλὰ τὸν ἀληθινὸν μαθόντες παρὰ τοῦ σωτῆρος αὐτὸν εἰδέναι «μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλε κύριον Ἰησοῦν Χριστόν». τούτων δὲ τυχόντες οἱ μέλλοντες αὐτῷ δουλεύειν ἐπιλήσονται τὴν θλῖψιν τὴν πρώτην, ᾗ ὑπέκειντό ποτε τοῖς πονηροῖς δαίμοσιν ὑποτεταγμένοι, καὶ οὐκ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν ἡ τῆς εἰδωλολάτρου πλάνης ταλαιπωρία, μεταβαλόντες δὲ ὡς ἀπὸ σκότους εἰς φῶς λήθην ποιήσονται τῆς προτέρας καταστάσεως. Καὶ οὕτως ἔσται αὐτοῖς ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή· ἄλλως μὲν γάρ ποτε ὁρῶντες τὸν οὐρανὸν «ἐσέβοντο τὴν κτίσιν παρὰ τὸν κτίσαντα» καὶ τὴν γῆν ὁμοίως ἐθεοποίουν καὶ τοὺς ἐκ ταύτης βλαστῶντας καρπούς, νῦν δ' ὅτε καινὸν ὄψονται τὸν οὐρανὸν καὶ τὴν γῆν «ἔργα χειρῶν θεοῦ» αὐτὰ εἶναι ὁμολογοῦσιν, οὐκέτι θεοὺς εἶναι νομίζουσι. διὸ ἐπιφέρει· οὐ μὴ μνησθῶσι τῶν προτέρων, οὐδ' οὐ μὴ ἐπέλθῃ αὐτῶν ἐπὶ τὴν καρδίαν, ἀλλ' εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσι, τὴν τῶν ἀγαθῶν πηγὴν ἀπειληφότες. τότε δὲ ποιήσω αὐτοῖς ἐγὼ αὐτὸς ὁ πάντα ποιεῖν δυνατὸς θεὸς τὴν Ἰερουσαλὴμ ἀγαλλίαμα· αὐτὸ γὰρ τὸ ἀγαλλίαμα καὶ αὐτὴ ἡ κατὰ θεὸν εὐφροσύνη καὶ ἡ καθαρὰ θεοσέβεια ἔσται αὐτοῖς. Ἰερουσαλὴμ καὶ τὸν λαόν μου δὲ ἐν εὐφροσύνῃ θήσω, αὐτὸν ἐκεῖνον τὸν καινόν, ᾧ τὸ καινὸν ὄνομα θήσειν ἐπηγγειλάμην. Καὶ αὐτὸς δὲ ἐγὼ ὁ θεὸς ἀγαλλιάσομαι, τὴν Ἰερουσαλὴμ ἐκείνην, δηλαδὴ τὸ θεοσεβὲς πολίτευμα τῶν μελλόντων μοι δουλεύειν θεωρῶν, πολὺ κρείττονα τῆς σωματικῆς Ἰερουσαλὴμ εἶναι αὐτὴν παρ' ἐμαυτῷ κρίνας. διὸ ἀγαλλιάσομαι ἐπ' αὐτῇ καὶ εὐφρανθήσομαι ἐπὶ τῷ λαῷ μου· τοιαῦτα δὲ πράξει ἡ τότε θεοσεβὴς πολιτεία «τῶν δουλευόντων μοι», ὡς μηκέτι ἀκούεσθαι ἐν αὐτοῖς ἔργα καὶ πράξεις κλαυθμοῦ καὶ κραυγῆς ἄξια, οὐδὲ γενήσεται ἐκεῖ ἄωρος καὶ πρεσβύτης· πάντες γὰρ τῆς παρ' ἐμοὶ ἀναστάσεως τυχόντες κατὰ τὸν καιρὸν τῶν ἐπαγγελιῶν «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας» ἥξουσι καὶ πάντες ἔσονται ἀκμαῖοι τὰς ψυχάς, ὡς μήτε ἄωρον νήπιον καὶ ἀτελὲς μήτε ὑπερβεβηκότα καὶ γεγηρακότα ἐν αὐτοῖς εὑρίσκεσθαι· πάντες δ' ὁμήλικες ὡς ἂν ὑφ' ἕνα καιρὸν τῆς ἀναστάσεως τευξόμενοι καὶ μιᾶς παλιγγενεσίας μεθέξοντες. διὸ τέλειος μὲν ἔσται καὶ ἀκμαῖος ὡσανεὶ ἑκατὸν ἐτῶν ὁ σῳζόμενος νέος, ἰσῆλιξ δὲ πάλιν αὐτῷ ἔσται ὁ ἀπολλύμενος ἁμαρτωλός· ὥσπερ γὰρ εἰς ἕνα καιρὸν ἀναβιώσαντες καὶ ὁμήλικες γενόμενοι διὰ τὴν ἰσόχρονον ἀνάστασιν οἱ μὲν τεύξονται «ζωῆς τῆς αἰωνίου», οἱ δὲ «τῷ δευτέρῳ θανάτῳ» παραδοθήσονται «κολάσει» καὶ τιμωρίᾳ ψυχῆς ὑποβληθέντες. θαυμαστῶς δὲ ἑκατὸν ἐτῶν τὸν νέον τὸν σῳζόμενον εἰπὼν καὶ τὸν ἁμαρτωλὸν ὡσαύτως ἑκατὸν