1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

271

ἐτῶν φήσας τὸ ἴσον τοῦ χρόνου τῆς ἐκ νεκρῶν ἀναστάσεως παρέστησεν. ἔσται οὖν ὁ ἁμαρτωλὸς καὶ αὐτὸς ἑκατὸν ἐτῶν καὶ ἐπικατάρατος ἔσται, ἀκμαῖος καὶ ὡς ἐν κακίᾳ τέλειος ἀποθνῄσκων τῇ αὑτοῦ ἁμαρτίᾳ, ὅ τε νέος πάλιν ἑκατὸν ἐτῶν καὶ αὐτὸς τέλειος ἐν τελείοις εἰς σωτηρίαν παραλαμβανόμενος. Οὗτοι δὲ αὐτοὶ οἰκοδομήσουσιν οἰκίας καὶ αὐτοὶ ἐνοικήσουσι· τοῖς γὰρ ἑαυτῶν ἔργοις καὶ ταῖς οἰκείαις πράξεσι ποριοῦνται ἑαυτοῖς «τὰς μονὰς τὰς παρὰ τῷ πατρί», ἀλλὰ καὶ «τοὺς πόνους τῶν καρπῶν αὐτῶν φάγονται»· διόπερ ὅσα γεωργήσαντες συνήγαγον, ταῦτα εὑρήσουσι καὶ ἐξ αὐτῶν τραφήσονται οὐκέτι ἀγωνιῶντες, μὴ ἀλλότριοι τοὺς πόνους αὐτῶν ἁρπάσωσι. διὸ εἴρηται· οὐ μὴ οἰκοδομήσουσι καὶ ἄλλοι ἐνοικήσουσι, καὶ οὐ μὴ φυτεύσουσι καὶ ἄλλοι φάγονται, ἀλλ' εἰς ἄπειρον αἰῶνα ἐν ἀθανάτῳ εὐζωΐᾳ διάξουσι. διὸ λέλεκται· κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς αἱ ἡμέραι τοῦ λαοῦ μου, τὸ ξύλον δὲ εἴρηται «ἐν τῷ παραδείσῳ τοῦ θεοῦ πεφυτεῦσθαι»· δείκνυνται τοιγαροῦν οὐκ ἔξω τοῦ παραδείσου τοῦ θεοῦ τυγχάνουσαι αἱ ἐπαγγελίαι. καὶ τὴν αἰώνιον δὲ καὶ ἀθάνατον ζωὴν σαφῶς παρέστησεν εἰπών· κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς αἱ ἡμέραι τοῦ λαοῦ μου, ξύλον δὲ ζωῆς καὶ ἄλλως Σολομὼν ἐδίδαξεν εἶναι τὴν σοφίαν τοῦ θεοῦ εἰπών· «ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς, καὶ τοῖς ἐπερειδομένοις ἐπ' αὐτὴν ὡς ἐπὶ κύριον ἀσφαλής». εἰ δ' ἡ σοφία τοῦ θεοῦ ἀΐδιός ἐστι καὶ «πηγὴ ζωῆς αἰωνίου», τοιαύτας δ' ἔσεσθαι τὰς ἡμέρας τοῦ λαοῦ ὁ λόγος ἐπαγγέλλεται. τί ἕτερον ἢ τὴν ἀνωτάτω μακαριότητα αὐτοῖς θεσπίζει; ταῦτα δέ φησι ποιήσω τῷ λαῷ μου «καὶ εὐφρανθήσομαι ἐπὶ τῷ λαῷ μου»· κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς αἱ ἡμέραι τοῦ λαοῦ μου, δι' ὧν ἁπάντων σαφῶς ἕτερον λαὸν εἰσάγει ἑαυτῷ παρὰ τὸ Ἰουδαίων ἔθνος. ἀλλὰ καὶ τὰ ἔργα φησὶ τῶν πόνων αὐτῶν παλαιώσουσιν· οὐ γὰρ αὐτοὶ παλαιωθήσονται οὐδ' ἑτέροις καταλείψουσι μέλλοντες αὖθις μεθίστασθαι τοῦ βίου τοὺς ἑαυτῶν πόνους, ἀλλ' αὐτοὶ τὰ ἔργα τῶν πόνων αὐτῶν εἰς ἑαυτοὺς ἀναλήψονται καὶ τοῖς οἰκείοις καρποῖς ἐντρυφήσουσι. Ταῦτα δὲ πάντα ἐπαγγέλλεται ὁ θεὸς οὐ τοῖς τυχοῦσιν οὐδὲ «τοῖς κλητοῖς» «πολλοὶ γὰρ κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί». διὸ τοῖς ἐκλεκτοῖς προαναφωνεῖ λέγων· οἱ ἐκλεκτοί μου οὐ κοπιάσουσιν εἰς κενὸν οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν· εἰ γὰρ καί τινες ἔσονται κατὰ τὸν καιρὸν τῶν ἐπαγγελιῶν κόποι σωτήριοι καὶ ἀγαθοὶ καὶ ἡδεῖς, ὁποίους πάντως που καὶ ἡ ἀγγελικὴ τάξις ὑπομένει, ἀλλ' οὐκ ἐπικενῶς ἔσται τὰ τῆς ἐργασίας αὐτοῖς· «μισθὸς» γὰρ αὐτοῖς «ἄξιος» τεθησαύρισται. καὶ τὰ γεννήματα δὲ αὐτῶν οὐκ ἔσται εἰς κατάραν, γεννήματα δὲ νοήσωμεν τῶν ψυχῶν τοὺς λογισμοὺς καὶ τῆς διανοίας τοὺς καρπούς, οὓς κατάρας ἔσεσθαι ἀλλοτρίους, εὐλογίας δὲ ἀξίους θεσπίζει. καὶ τὸ σπέρμα αὐτῶν εὐλογημένον ἐστὶν ὑπὸ τοῦ θεοῦ· δύναται δὲ ταῦτα καὶ εἰς τὸν παρόντα βίον ἐκλαμβάνεσθαι, τοῦ λόγου πάλιν ἐξ ὑπαρχῆς τὸν χορὸν τὸν ἀποστολικὸν αἰνιττομένου διὰ τοῦ· οἱ ἐκλεκτοί μου οὐ κοπιάσουσιν εἰς κενὸν οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν· ἔστι γὰρ ὀφθαλμοῖς παραλαβεῖν τῶν ἀποστόλων τοὺς κόπους οὐκ εἰς κενὸν γεγενημένους ἀπὸ τῆς ὑπ' αὐτῶν ἱδρυθείσης καθ' ὅλης τῆς οἰκουμένης ἐκκλησίας. καὶ τὰ τέκνα δὲ αὐτῶν τὰ ἐν Χριστῷ ἀναγεννηθέντα «διὰ λουτροῦ παλιγγενεσίας» νοήσομεν, ὅπως οὐκ εἰς κατάραν γεγέννηνται παραθέντες τὴν εἰς τὸν Ἀδὰμ εἰρημένην κατάραν, καὶ ὡς τῇ γυναικὶ εἴρητο· «ἐν λύπαις τέξῃ τέκνα· καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου». ἀλλ' ἐκεῖνοι μὲν οὕτως ἐτεκνοποίουν κατὰ σάρκα γεννῶντες, οἱ δὲ ἐκλεκτοὶ τοῦ θεοῦ οὐχ οὕτως, ἀλλὰ καὶ τὸ σπέρμα αὐτῶν τὸ εὐαγγελικόν, ὃ κατέσπειραν ἐν πάσαις ταῖς ἐκκλησίαις τοῦ θεοῦ, εὐλογημένον γεγένηται τοῖς δ' αὐτοῖς τούτοις, δηλαδὴ τοῖς ἐκλεκτοῖς τοῦ θεοῦ ἀποστόλοις καὶ μαθηταῖς καὶ εὐαγγελισταῖς τοῦ σωτῆρος ἡμῶν. Καὶ ἄλλο τι ἐπαγγέλλεται φάσκων· καὶ ἔσται πρὶν κεκράξαι αὐτοὺς ἐγὼ ἐπακούσομαι αὐτῶν, ἔτι