272
λαλούντων αὐτῶν ἐρῶ Τί ἐστιν; ἃ δὴ καὶ ἐπληροῦτο ἐπὶ τῶν πράξεων τῶν ἀποστόλων· «πολλὰ σημεῖα καὶ τέρατα» ἐνηργεῖτο τοῦ θεοῦ αὐτοῖς παρεστῶτος, ὧν τοιαῦτα ἐνεργούντων ἀκολούθως ἡ τῶν ἀλλοφύλων ἐθνῶν ἐγίνετο ἐπιστροφή. καὶ οἱ μὲν πρότερον ἁρπακτικοὶ καὶ θηριώδεις ὡς λύκοις παραβάλλεσθαι μεταβαλόντες ἐπὶ τὸ ἥμερον ἀρνίοις καὶ βουσὶ συνηγελάζοντο ὡς μιᾶς καὶ τῆς αὐτῆς μεταλαμβάνειν τῆς ἀπὸ τῶν θείων ἀναγνωσμάτων λογικῆς τροφῆς, οἱ δὲ τοῖς τρόποις λέοντος οὐδὲν διαφέροντες οὐκέτι σαρκοφάγοις οὐδὲ ὠμοβόροις θηρσὶν ἐοικότες δίκην βοῶν καὶ αὐτοὶ τὴν ἀπὸ τῆς ἐνθέου διδασκαλίας πόαν ἤσθιον. καὶ ὁ πάλαι δὲ πρότερον ὀφιώδης καὶ ἰοῦ μεστὸς ἀνὴρ ἀποπτύσας τὴν ἐν ἑαυτῷ κακίαν ἄρτον φάγεται τροφῇ λογικῇ καὶ ἀνθρωπίνῃ χρώμενος, ἀνθ' ἧς ἤσθιε πρότερον γῆς. οὕτω δὲ οἱ θῆρες οὗτοι ἐξημερωθήσονται ὡς μηδένα ἀδικεῖν μηδὲ λυμαίνεσθαί τινα ἐν τῷ ὄρει τοῦ θεοῦ, ἐν ᾧ καὶ αὐτοὶ τὰς διατριβὰς ἕξουσι διὰ τὴν τῶν τρόπων μεταβολήν. ἄξιον δὲ πρὸς Ἰουδαίους σωματικώτερον ταῦτα ἐπὶ τῆς κάτω Ἰερουσαλὴμ ἔσεσθαι, προσδοκῶντας εἰπεῖν πρῶτον ὅτι οὐδεμία ἐν τούτοις ἀγαθῶν μνήμη περὶ αὐτῶν φέρεται, ἀλλ' ἔλεγχοι καὶ ὀνειδισμοὶ καὶ τῶν ἀσεβημάτων αὐτῶν κατηγορίαι. ἔπειτα τί τὸ ἀναγκαῖον ἐν τῷ ὄρει τῷ ἁγίῳ καὶ ἐν αὐτῇ τῇ Ἰερουσαλὴμ λέοντας εἶναι καὶ λύκους καὶ ὄφεις; ποίαν δὲ ταῦτα παρέξει χρείαν τοῖς τότε τί δὲ θεοῦ ἄξιον ἐπαγγελίας, ἵνα ἐν τῷ ὄρει τῷ ἁγίῳ τοῦ θεοῦ ὄφεις καὶ λέοντες καὶ λύκοι τοῖς μακαρίοις συνδιατρίβωσιν, ἀλλὰ σαφῶς ταῦτα ἐπὶ τρόπους ἀναφέρεται ἀνθρώπων. Εἶτ' ἐπειδὴ ὄρους ἁγίου αὐτοῦ ἐμνημόνευσεν, ἀναγκαίως ἐπισυνάπτει λέγων· Οὕτως λέγει κύριος Ὁ οὐρανός μοι θρόνος, καὶ ἡ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι; λέγει κύριος· καὶ ποῖος τόπος τῆς καταπαύσεώς μου; πάντα γὰρ ταῦτα ἡ χείρ μου ἐποίησε, καὶ ἔστιν ἐμὰ ταῦτα πάντα, λέγει κύριος. δι' ὧν τὴν ἐπὶ γῆς Ἰερουσαλὴμ σαφῶς παραιτεῖται, σημαίνων ὡς οὐδ' ἐπὶ τοῦ σωματικοῦ ὄρους αἱ ἐπαγγελίαι τοῖς ἀξίοις ἀποδοθήσονται. οὕτω καὶ διὰ τῶν ἔμπροσθεν ἐλέγετο· «ἔσται γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, οὐδ' οὐ μὴ μνησθῶσι τῶν προτέρων, οὐδ' οὐ μὴ ἐπέλθῃ αὐτῶν ἐπὶ τὴν καρδίαν». εἰ δὴ «ὁ οὐρανὸς ἔσται καινὸς καὶ ἡ γῆ καινὴ» καὶ οὐκέτι μνήμη «τῶν προτέρων» ἕπεται, εἰ μήτε ὄρους σωματικοῦ μήτε ἐπιγείου Ἰερουσαλὴμ μνήμην γενήσεσθαι, τότε εὐκαίρως τοίνυν ἐπ' ἀνατροπῇ τῆς Ἰουδαϊκῆς ὑπολήψεως ἐπήνεγκε τό· ποῖον οἶκον οἰκοδομήσετέ μοι; λέγει κύριος· καὶ ποῖος τόπος τῆς καταπαύσεώς μου; πάντα γὰρ ταῦτα ἐποίησεν ἡ χείρ μου, καὶ ἔστιν ἐμὰ ταῦτα πάντα. τί οὖν δεῖ ἐπὶ γῆς προσδοκᾶν οἶκον θεοῦ; τί δὲ πάλιν τὴν κάτω Ἰερουσαλὴμ ὑπολαμβάνειν; εἰ «γὰρ ἔσται ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή», ἀκόλουθόν ἐστι καὶ τὴν Ἰερουσαλὴμ τοιαύτην εἶναι φαντάζεσθαι, ὡς μηκέτι μνήμην πάσης «προτέρας» ἔσεσθαι. σαφῶς δὴ ὁ παρὼν λόγος «καινὸν οὐρανὸν» εἰσάγει καὶ «γῆν καινὴν» καὶ «λαὸν καινὸν» καὶ «ὄνομα καινὸν» καὶ Ἰερουσαλήμ, ὁμοίως καὶ θύρας καὶ νέως κατεσκευασμένους. οἷς ἐπιλέγεται· «καὶ οὐ μὴ μνησθῶσι τῶν προτέρων, οὐδ' οὐ μὴ ἐπέλθῃ αὐτῶν ἐπὶ τὴν καρδίαν». καὶ ἐπειδὴ Ἰουδαίων παῖδες περὶ τὸ θυσίας προσφέρειν τὰς διὰ ζῴων σφαγῆς πολλὴν εἰσῆγον φροντίδα, καὶ ταῦτα ἀποσείεται καὶ ἀποστρέφεται ὁ θεὸς τὸν μὲν εὐλαβῆ καὶ ταπεινὸν τὴν ψυχὴν εἰλικρινῶς τε ἀνακείμενον αὐτῷ ἀποδέχεσθαι λέγων, τὰς δὲ διὰ θυσιῶν σπονδὰς ἐκτρέπεσθαι. διό φησιν· ἐπὶ τίνα ἐπιβλέψω ἀλλ' ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους; ὁ δὲ ἄνομος ὁ θύων μόσχον ὡς ἀποκτέννων κύνα. κατὰ δὲ τὴν Ἑβραϊκὴν ἀνάγνωσιν καὶ τοὺς λοιποὺς ἑρμηνευτὰς οὐκ ἐμφέρεται τό· ὁ δὲ ἄνομος, ἀλλὰ τούτου περιῃρημένου ἁπλῶς ἐπάγεται· ὁ σφάζων μόσχον ὡς ὁ τύπτων ἄνδρα καὶ θύων τὸ ἐκ ποιμνίου ὡς τραχηλοκοπῶν κύνα, ἀναφέρων προσφορὰν ὡς αἷμα χοίρου, ἀναμιμνῄσκων