273
λίβανον ὡς εὐλογῶν ἀδικίαν. καὶ ταῦτα δὲ ἀκολούθως συνῆπται τῷ· ποῖον οἶκον οἰκοδομήσετέ μοι; καὶ ποῖος τόπος τῆς καταπαύσεώς μου; ἀναιρῶν γὰρ τὸν ἐπὶ γῆς οἶκον, εἰκότως συναναιρεῖ καὶ τὰ ἐν αὐτῷ συντελούμενα. οἷς ἐπιλέγει· καὶ αὐτοὶ ἐξελέξαντο τὰς ὁδοὺς αὐτῶν καὶ τὰ βδελύγματα αὐτῶν, ἃ ἡ ψυχὴ αὐτῶν ἠθέλησεν. Οὐ γὰρ ἐμά φησι ταῦτα θελήματα οὐδὲ «ἐμαὶ αἱ ὁδοὶ» αὗται, ἀλλὰ τῆς αὐτῶν προαιρέσεως καταθύμια. διόπερ καὶ ἐγὼ ἐκλέξομαι τὰ ἐμπαίγματα αὐτῶν, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· τοὺς ἐμπαιγμοὺς αὐτῶν· ἐμπαιχθήσονται γὰρ παραδοθέντες τοῖς αὐτοὺς κολάζουσι, καὶ τὰς ἁμαρτίας αὐτῶν ἀνταποδώσω αὐτοῖς. ταῦτα δὲ αὐτοῖς ἐπελεύσεσθαι πάλιν μαρτύρεται, οὐδ' ἀλλ' ὅτι ἀλλ' ἐπειδὴ ἐκάλεσα αὐτούς φησι καὶ οὐχ ὑπήκουσαν καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον μου καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξαντο. τηρητέον ὡς ἤδη ταῦτα δεύτερον ἐν τῇ αὐτῇ εἴρηται προφητείᾳ, ἐπεὶ καὶ μικρῷ πρόσθεν ἐλέγετο· «διότι ἐκάλεσα ὑμᾶς καὶ οὐχ ὑπηκούσατέ μου, καὶ ἐλάλησα καὶ παρηκούσατε καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον ἐμοῦ καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξασθε». πότε δὲ καλοῦντος οὐχ ὑπήκουσαν, ἢ ὁμιλοῦντος αὐτοῖς οὐ συνῆκαν, ἢ ὅτε αὐτοῖς συνδιατρίβων ἐβόα· «δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς»; ἀλλ' ἐπεὶ μὴ παρέσχον ἑαυτοὺς καλοῦντι, τούτου χάριν ἐν τῇ τῶν ἐπαγγελιῶν ἀποδώσει οἱ μὲν ἄξιοι τούτων ἀπολαύσουσιν, αὐτοὶ δὲ ταῖς ἑαυτῶν παραδοθήσονται ἁμαρτίαις. 2.57 Θεσπίσας ὁ λόγος καινὰ πάντα ἔσεσθαι κατὰ τὸν καιρὸν τῶν ἐπαγγελιῶν, ἀκολούθως ἐκείνοις διὰ τῶν προκειμένων τοῖς κατὰ τὸν ἐνεστῶτα βίον ταῦτα προμεμαθηκόσι προσφωνεῖ λέγων· Ἀκούσατε τὸ ῥῆμα κυρίου, οἱ τρέμοντες τὸν λόγον αὐτοῦ. τίνες δ' ἦσαν οὗτοι, διὰ τῶν ἔμπροσθεν ἐδίδαξεν εἰπών· «ἐπὶ τίνα ἐπιβλέψω ἀλλ' ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντα τοὺς λόγους μου»; τοῖς τὸν εὐλαβῆ τοίνυν καὶ θεοσεβῆ τρόπον ἀναδεδειγμένοις διὰ τοῦ τρέμειν τὸν λόγον αὐτοῦ προσφωνεῖ λέγων· Ἀκούσατε τὸ ῥῆμα κυρίου, οἱ τρέμοντες τὸν λόγον αὐτοῦ· εἴπατε, ἀδελφοὶ ἡμῶν, τοῖς μισοῦσιν ὑμᾶς καὶ τοῖς βδελλυσσομένοις. ἀκολούθως εὐαγγελικὸν αὐτοῖς παραδίδωσι παράγγελμα οὐδὲν διαφέρον τοῦ· «ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων καὶ διωκόντων ὑμᾶς, ἵνα γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς». οὕτω καὶ ἡ προφητεία παρακελεύεται, ὅπερ καὶ τὸ εὐαγγέλιον διδάσκει. πρὸς μὲν γὰρ τελείωσιν οὐκ ἐπαρκεῖ τὸ τρέμειν τὰ θεῖα λόγια καὶ διακεῖσθαι περὶ αὐτὰ σὺν εὐλαβείᾳ τῇ πάσῃ, πρὸς δὲ ἄκρας ἀρετῆς ἀνάληψιν οὕτω προσήκει ἀνεξικακίας εἰς ἄκρον ἐλαύνειν, ὡς τοὺς ἐχθροὺς μισοῦντας ἡμᾶς ἀδελφοὺς ὀνομάζειν καὶ τοὺς βδελυσσομένους ἡμᾶς μὴ ὡς πολεμίους ὁρᾶν, ἀλλὰ στέργειν καὶ ἀγαπᾶν ὡς γνησίους φίλους. «οὕτω γὰρ ἔσεσθε», φησὶν ὁ σωτήρ, «υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅστις ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ δικαίους καὶ ἀδίκους καὶ βρέχει ἐπὶ πονηροὺς καὶ ἀγαθούς». ἡ δὲ προφητεία ταῦτά φησι· ποιεῖτε, ἵνα τὸ ὄνομα κυρίου δοξασθῇ καὶ ὀφθῇ ἐν τῇ εὐφροσύνῃ αὐτῶν, ἢ κατὰ τὸν Σύμμαχον· καὶ ὀψόμεθα ἐν τῇ εὐφροσύνῃ ὑμῶν· εἰ γὰρ ταῦτα πράττοιτε, ὑμῶν μὲν κατὰ τὸ τέλος τῶν ἀμοιβῶν εὐφροσύνη ἔκδηλος ἔσται τοῖς πᾶσιν· ἐκεῖνοι δὲ καταισχυνθήσονται τὸ ὑμέτερον ὀψόμενοι τέλος καὶ τὴν ἑαυτῶν ἀπώλειαν κατὰ τὸν «τῆς δικαιοκρισίας τοῦ θεοῦ» καιρὸν ἔργοις μαθησόμενοι· ὅσον γὰρ οὔπω ἐπιστήσεται «ἡ ἡμέρα τῆς ἀνταποδόσεως», καθ' ἣν φωναὶ παντοῖαι τῶν κολαζομένων ἀκουσθήσονται, αἱ μὲν ἐξ αὐτῆς τῆς πόλεως τῶν οἰκητόρων ἐκβοώντων, αἱ δὲ ἐξ αὐτοῦ τοῦ ναοῦ τῶν ἱερέων καὶ τῶν λοιπῶν λειτουργῶν ἀποκλαομένων. τὸ τηνικαῦτα δὲ καὶ αὐτοῦ τοῦ κριτοῦ ἡ φωνὴ ἀκουσθήσεται ἀνταποδιδόντος ἀνταπόδοσιν τοῖς ἀντικειμένοις. ἐπεὶ τοίνυν ταῦτα περιμένει τοὺς