1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

274

μισοῦντας ὑμᾶς καὶ τοὺς βδελυσσομένους, τούτου χάριν τὰ μίση καὶ τὰς καθ' ὑμῶν ὕβρεις ἀνεξικάκως φέροντες κατὰ τὸν παρόντα βίον εἴπατε τοῖς μισοῦσιν ὑμᾶς, ἀδελφοὶ ἡμῶν, καὶ «ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς». καὶ δοκεῖ ταῦτα ὁ προφητικὸς λόγος εἰς πρόσωπον τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν λέγειν, ὡσανεὶ μελλόντων ἐλαύνεσθαι ὑπὸ Ἰουδαίων καὶ μάλιστα τῶν τὴν Ἰερουσαλὴμ οἰκούντων. καὶ τὰ μὲν τῆς ἐπαγγελίας εἰς τοὺς ἀποστόλους ἐπληροῦτο καθ' ὅλης τῆς οἰκουμένης δι' αὐτῶν ἐκκλησιῶν θεοῦ συνισταμένων, ἡ δ' ὀργὴ τοῦ θεοῦ τοὺς μισοῦντας αὐτοὺς καὶ βδελυσσομένους ἀνυπερθέτως μετῄει ὡς πάντας τοὺς ἐν αὐτῇ τῇ πόλει φωνὰς πένθους ἀφιέναι καὶ τοὺς τῷ ναῷ προσεδρεύοντας ἑτέρας βοὰς τῶν πολεμίων αὐτοὺς περιστάντων καὶ τοῦ θεοῦ τὴν ἀνταπόδοσιν αὐτοῖς ἐπάγοντος. διὸ λέλεκται· φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ ἐκ ναοῦ, φωνὴ κυρίου ἀνταποδιδόντος ἀνταπόδοσιν τοῖς ἀντικειμένοις αὐτῷ. Ἀλλ' ἐκείνοις μὲν ταῦτα, τὸ δὲ θεοσεβὲς πολίτευμα καὶ ἡ καινὴ καὶ νέα Σιών, δηλαδὴ ἡ ἐκκλησία τοῦ θεοῦ ἡ δι' ὑμῶν συστησομένη, τοσοῦτον ἀθρόως γεννήσει πλῆθος λαῶν, ὡς ἐκπλαγῆναι τὸν ἀκούοντα. οἷα γάρ τις ἐγκύμων γυνὴ κατὰ γαστρὸς ἔχουσα μηδεμιᾶς ὠδῖνος προσγενομένης αἰφνίδιον γεννήσειεν καὶ τοῦτο ἄρσεν, τὸν αὐτὸν τρόπον καὶ ἡ νέα Σιὼν λαὸν καινὸν καὶ ὅλον ἔθνος εἰς ἅπαξ ἀθρόως τέξεται· ὡς εἶναι τὸ πᾶν παραδοξότατον, οἷον οὐδὲ πώποτε ἠκούσθη. τὸ μὲν γὰρ Ἰουδαίων ἔθνος καὶ αὐτὸς ὁ Ἰσραὴλ οὐκ ἀθρόως ὑπέστη, ἀλλὰ πρῶτος μὲν ἦν αὐτῶν ὁ προπάτωρ, τούτου δὲ γεγόνασι «παῖδες δώδεκα». εἶτ' ἐξ ἑνὸς ἑκάστου υἱοί τε καὶ θυγατέρες, υἱῶν υἱοί τε καὶ ἔκγονοι καὶ ἀπόγονοι ὑπέστησαν. οὕτως τε κατὰ τὴν τῶν γονέων διαδοχὴν ἐν πλείοσι χρόνοις καὶ ἐν διαφόροις γενεαῖς συνέστη τὸ πᾶν αὐτῶν ἔθνος. κατὰ τὸν αὐτὸν δὲ τρόπον εὕροι ἄν τις καὶ τὰ λοιπὰ ἔθνη χρόνοις εἰς πλῆθος ἐπιδεδωκότα· ὁ δὲ τῆς ἐκκλησίας τοῦ θεοῦ λαὸς ἀθρόως ὑφ' ἕνα καιρὸν καὶ ὥσπερ ὑπὸ μίαν ἡμέραν ἐπλήρου τὰ πλεῖστα μέρη τῆς οἰκουμένης. ὃ δὴ ξενίζον πρᾶγμα καὶ θαύματος παντὸς ἐπέκεινα ὑπάρχον «οὔτε ὀφθαλμὸς ἑώρακε πώποτε οὔτε οὖς ἤκουσε». τούτων δὲ αἴτιος ἐγὼ κύριός φησιν, ὁ τῶν παραδόξων ἔργων ποιητής, ὃς ἐντεῦθέν σοι ἤδη τὴν προσδοκίαν ταύτην ἔδωκα, προαπαγγείλας τὸ μέλλον ἔσεσθαι διὰ τῆς ἐμῆς προφητείας, ἵν' ἐπειδὰν ἡ ἔκβασις ἐπιστῇ τῶν πραγμάτων ἔχοις τὴν πίστιν ἀσφαλῆ τῶν ἐμῶν λόγων. κἀγὼ μὲν ὑπὲρ τῆς σῆς σωτηρίας προηγόρευσα ταῦτα πάντα, σὺ δὲ ᾧ ταῦτα προσδιαλέγομαι λαῷ, οὐκ ἐμνήσθης μου οὐδ' ὀφθαλμοῖς ὁρῶν ἐπίστευσας. τὸ δέ· σὺ οὐκ ἐμνήσθης μου, εἶπε κύριος, οὐ κεῖται παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς. κατὰ δὲ τὸν Σύμμαχον τοῦτον εἴρηται τὸν τρόπον· μήτι ἐγὼ ὁ καθίζων ἐπὶ τὸ τεκεῖν καὶ οὐκ ἐκτοκίζω; εἶπε κύριος, ἢ ἐγὼ ὁ συνεκτοκίζων καὶ συνέξων; εἶπεν ὁ θεός σου. πῶς γάρ φησιν ἔθνος τεχθήσεται ἐπὶ τῆς γῆς, εἰ μὴ διὰ τῆς ἐμῆς δυνάμεως; ἐγὼ γάρ εἰμι ὁ τὰς κατὰ γαστρὸς κυούσας καθίζων ἐπὶ τὸ τεκεῖν καὶ αἴτιος αὐταῖς γινόμενος τοῦ προάγειν ἄνθρωπον εἰς φῶς καὶ τὸν μὴ πρότερον ὄντα «εἰς τὸ εἶναι» παράγειν. μήτι οὖν ἐγὼ ὁ ἐπὶ τῇ σωματικῇ γενέσει ταῦτα πράττων τὴν μέλλουσαν τὸ καθ' ὅλου ἔθνος, ὑφ' ἓν καὶ ἀθρόως γεννᾶν οὐκ ἐκτοκιῶ πρὸς τὸ κατ' εὐθὺ ἀβλαβῶς καὶ ἀλύπως προελθεῖν τὸ θεῖον τοῦτο γέννημα, ἀλλὰ μήτι ἐγὼ κύριος εἰωθὼς ἐκτοκίζειν τὰ γεγενημένα συνέξω τὸν τόκον ὡς ἀφανισθῆναι τὸ κύημα; Καὶ πῶς οἷόν τε ταῦτα ἐμὲ ποιεῖν τὸν πάντας τοὺς διὰ γενέσεως σαρκινῆς «εἰς τὸ εἶναι ἐκ τοῦ μὴ ὄντος» ἐρχομένους δυνάμει θεϊκῇ καὶ σωτηρίῳ ὑφιστάμενον; οὐ γὰρ τοὺς κατὰ μέρος, ἀλλὰ γὰρ ἐπὶ τούτοις τί λείπεται ἢ πάντας τοὺς τούτων ἀκροατὰς χαίρειν καὶ εὐφροσύνης πληροῦσθαι μετὰ τῆς καινῆς ἐκείνης Ἰερουσαλήμ, ἣν οὐκέτι ἐξ ἀψύχων λίθων προσήκει νοεῖν, ἀλλ' ἀπὸ ψυχῶν ἁγίων συστησομένην, ᾗ συνευφραίνεσθαι καὶ συμπανηγυρίζειν προσήκει ἑορτὴν