1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

275

ἄγοντας οὐκ ἐκτὸς αὐτῆς, ἀλλ' ἐν αὐτῇ. καὶ χάρητε δὲ ἐπ' αὐτῇ φησι πάντες οἱ ὁρῶντες αὐτὴν τὴν καινὴν καὶ νέαν σύστασιν καὶ οἱ πάλαι καὶ ἐκ μακροῦ πενθοῦντες ἐπὶ τῷ ἀπολαβεῖν αὐτήν, οἷος ἦν Παῦλος λέγων· «ἡμεῖς οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι», «τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες», ἀλλὰ νῦν ἀπολαβόντες, ἣν πάλαι στένοντες καὶ πενθοῦντες ἐπιποθεῖτε, «χαίρετε καὶ ἀγαλλιᾶσθε» ὡς ἂν μέλλοντες ἐμπίπλασθαι τοῦ ἐν αὐτῇ γάλακτος. ἀκόλουθον γάρ ἐστιν αὐτὴν ἀθρόως γεννήσασαν λαὸν τῷ θεῷ ἄρρενα, καὶ γάλακτος πληροῦσθαι εἰς ἐκτροφὴν τῶν αὐτῆς νηπίων· ὃ δὴ «λογικὸν γάλα» ἀπὸ τῶν δύο θηλῶν αὐτῆς ῥεύσει, παλαιᾶς δηλαδὴ καὶ νέας διαθήκης. ἐξ ἀμφοτέρων γὰρ τούτων τῶν ἑαυτῆς μαζῶν, περὶ ὧν εἴρηται καὶ ἐν τῷ Ἄισματι· «ὅτι ἀγαθοὶ οἱ μαστοί σου ὑπὲρ οἶνον» τοῖς ἑαυτῆς νηπίοις ἐπάρδουσα «τὸ λογικὸν καὶ ἄδολον γάλα» ἄνδρας προσάξει τελείους. οἱ οὖν λόγοι οἱ παρακλητικοὶ καὶ παραμυθητικοὶ τῶν ἀτελεστέρων ψυχῶν «γάλα» κυρίως ὠνομάσθησαν, «τῆς στερεᾶς τροφῆς» ἐν δόγμασι μυστικῆς νοουμένης καὶ ἐν θεωρήμασι τοῖς ἐν ταῖς θείαις γραφαῖς ἀποκειμένοις. ἀλλ' ὑμεῖς, τὰ τέκνα τῆς νέας Ἰερουσαλήμ, «τὰ ἀρτιγέννητα βρέφη», εὐφραίνεσθε τούτων ἀκροώμενοι, ἅτε δὴ μέλλοντες αὐτῶν ἀπολαύσειν καὶ κατεντρυφᾶν ἐν ταῖς τοῦ θεοῦ ἐπαγγελίαις. Τούτοις ἑξῆς εἴρηται· ὅτι τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ κλίνω εἰς αὐτοὺς ὡς ποταμὸς εἰρήνης καὶ ὡς χειμάρρους ἐπικλύζων δόξαν ἐθνῶν. πάλιν κἀνταῦθα τὴν τῶν ἐθνῶν δόξαν συνάπτων τῇ προλεχθείσῃ νέᾳ Σιὼν καὶ τῇ νέᾳ Ἰερουσαλήμ, τὴν δὲ δοθησομένην τοῖς ἔθνεσιν εἰρήνην ποταμῷ κατακλύζοντι παραβάλλει, ὃν καὶ ἐν ἑτέροις παρίστη λέγων· «ὁ ποταμὸς τοῦ θεοῦ ἐπληρώθη ὑδάτων», καί· «τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ». καὶ δὴ βαθυτάτης εἰρήνης δίκην ποταμοῦ τὴν ἐκκλησίαν τοῦ θεοῦ πολλῷ τῷ ῥεύματι ἀρδευούσης τὰ τέκνα αὐτῶν ἐπ' ὤμων ἀρθήσονται καὶ ἐπὶ γονάτων παρακληθήσονταί φησι. καὶ ἀνωτέρω δὲ ταῖς αὐταῖς ἐκέχρητο ἐπαγγελίαις σημαίνων ὡς τοὺς ἔτι νηπίους τῆς ἐκκλησίας, ἅτε δὴ γάλακτι τρεφομένους «τιθηνοί» τινες ὑποβαστάζουσιν, ἤτοι διδάσκαλοι καὶ προεστῶτες τῆς ἐκκλησίας τοῦ θεοῦ γνησίως ἢ θεῖοί τινες καὶ οὐράνιοι ἄγγελοι. τοῦτο γὰρ ἐδήλου ὁ σωτὴρ ἡμῶν λέγων· «μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν» τῶν ἐν τῇ ἐκκλησίᾳ μου· «οἱ γὰρ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς». οἱ μὲν οὖν δυνατώτεροι τοὺς ἀσθενεστέρους βαστάξουσιν ἐπ' ὤμων καὶ ἐπὶ γονάτων παρακαλέσουσιν. ὡσπερεί τις μήτηρ τὰ ἑαυτῆς παρακαλέσει τέκνα, κἀγὼ αὐτὸς ὁ κύριος, ἅτε δὴ πάντων αὐτῶν ὑπάρχων πατήρ, παρακαλέσω τοὺς τῶν ὑποδεεστέρων παρακλήτορας. Τούτων οὕτως ἐπιτελουμένων ὄψεσθέ φησι, καὶ χαρήσεται ἡ καρδία ὑμῶν. τί δὲ ὄψεσθε ἢ δηλαδὴ τὸν θεόν; καὶ τὰ ὀστᾶ ὑμῶν ὡς βοτάνη ἀνατελεῖ, ἢ κατὰ τὸν Σύμμαχον· ὡς χλόη ἀνθήσει, καὶ γνωσθήσεται ἡ χεὶρ κυρίου τοῖς φοβουμένοις αὐτόν. καὶ τοῦτο τέλος ἔσται τῶν ἐπαγγελιῶν, τό· «ὄψεσθε τὸν θεόν», διὸ καὶ ὁ σωτὴρ τούτους ἐμακάριζεν λέγων· «μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται». οὕτω δὲ καὶ γνωσθήσεται τοῖς πᾶσιν, ὅτι οὐκ ἀνθρώπων ἦν χεὶρ οὐδ' ἀνθρωπίνη δύναμις ἡ τὰ τοσαῦτα ἐνεργήσασα, αὐτοῦ δ' ἀληθῶς τοῦ θεοῦ χείρ, ἥτις γνωσθήσεται τοῖς φοβουμένοις αὐτόν· «φόβον» γὰρ ἀνειληφότες τὸν ἐκ «σοφίας» θεοῦ, «ἀρχὴ γὰρ σοφίας φόβος κυρίου», νοήσουσιν ὅτι οὐκ ἂν εὔχειρος θεοῦ ἡ τοσαύτη παράδοξος εἰς ἀνθρώπους προεχώρησε χάρις. οὗτοι μὲν οὖν τούτων ἕξουσι τὴν γνῶσιν, τοῖς δὲ μὴ τοιούτοις ἑξῆς ὁ λόγος ἀπειλεῖ τὰ ἐπαγόμενα. 2.58 Τοῖς μὲν δηλωθεῖσιν ἐπαγγέλλεται τὰ προλελεγμένα, τοῖς δὲ τὴν ἐναντίαν πεπορευμένοις εἰπὼν ἀπειλήσειν ἀπειλήν, ἀκουλούθως διδάσκει τὸν τῆς ἀπειλῆς τρόπον παριστὰς τὴν δευτέραν καὶ ἔνδοξον τοῦ σωτῆρος παρουσίαν, ὅτε