1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

276

ἥξει «μετὰ τῆς δόξης τοῦ πατρὸς καὶ μετὰ τῶν ἀγγέλων αὐτοῦ», «κρῖναι ζῶντας καὶ νεκρούς». διό φησιν· Ἰδοὺ κύριος ὡς πῦρ ἥξει. ἀντὶ δὲ τοῦ· ὡς πῦρ ἥξει, ἐν πυρὶ ἥξει οἱ λοιποὶ πάντες ἑρμηνευταὶ ἐκδεδώκασι. καὶ τὰ ἅρματα αὐτοῦ ὡς καταιγίς· ἅρματα δὲ αὐτοῦ ἄγγελοί εἰσι καὶ αἱ περὶ αὐτὸν δυνάμεις, ἃς δίκην καταιγίδος ἐπιστήσεσθαι τοῖς τιμωρίας ἀξίοις φησί. τοιοῦτος δὲ ἥξειν λέγεται διὰ τοὺς ἀσεβεῖς, οἷς μέλλει τὸν ἑαυτοῦ θυμὸν ἐπαφιέναι· θυμὸς δὲ αὐτοῦ αἱ κολαστικαὶ καὶ αἱ τιμωρητικαὶ δυνάμεις εἰώθασιν ὀνομάζεσθαι. καὶ τὸν ἀποσκορακισμὸν δὲ αὐτοῦ ἐν πυρὶ φλογὸς κατὰ τῶν αὐτῶν ἀφήσει. ἀντὶ δὲ τοῦ· καὶ τὸν ἀποσκορακισμόν, τὸν σκορακισμὸν αὐτοῦ οἱ λοιποὶ ἑρμηνευταὶ ἐκδεδώκασι. τοιοῦτος μὲν οὖν θυμὸς κατὰ τὸ εἰρημένον ἔσται, πρὸς δὲ τοὺς ἀξίους τῆς αὐτοῦ βασιλείας, ὁποῖος πολλάκις διὰ τῶν ἔμπροσθεν δεδήλωται καὶ ὡς «τὴν δόξαν» τῆς βασιλείας αὐτοῦ «τοῖς πρεσβυτέροις αὐτοῦ» δείξει καὶ ὡς «νυμφίου» δίκην ἐπιστήσεται καὶ «τὴν ἑαυτοῦ νύμφην» ἀπολήψεται καὶ ὅσα ἄλλα τοῖς τῶν ἐπαγγελιῶν μεθέξειν ὁ λόγος εὐηγγελίσατο. Εἶτ' ἀπειλεῖ λέγων· ἐν γὰρ τῷ πυρὶ κυρίου κριθήσεται πᾶσα ἡ γῆ καὶ τῇ ῥομφαίᾳ αὐτοῦ πᾶσα σάρξ· πολλοὶ τραυματίαι ἔσονται ὑπὸ κυρίου. ῥομφαίαν δὲ ὀνομάζει σωματικώτερον καὶ τραυματίας ὡσαύτως, ἐπεὶ μὴ ἄλλως ἦν δυνατὸν ἀκούειν Ἰουδαίους ὄντας καὶ μὴ οἵους τε παρακολουθεῖν τῇ τῶν λόγων διανοίᾳ. ὅ γε μὴν Ἀπόστολος τὸν τῶν προκειμένων νοῦν διασαφεῖ λέγων· «κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ». Ἑξῆς ὁ προφήτης τοῖς κατὰ τὸν αὐτὸν χρόνον ἀσεβοῦσιν Ἰουδαίοις ἔλεγχον ἐπάγει λέγων· οἱ ἁγνιζόμενοι καὶ καθαριζόμενοι ἐν τοῖς κήποις καὶ ἐν τοῖς προθύροις ἔσθοντες κρέας ὕειον καὶ τὰ βδελύγματα καὶ τὸν μῦν ἐπὶ τὸ αὐτὸ ἀναλωθήσονται, εἶπε κύριος. ἔνθα ὁ λόγος οὐχὶ αὐτοὺς ἐσθίοντας τὸ κρέας τὸ χοίρειον διαβάλλει, ἀλλὰ ταῦτα πράττοντας ἅπερ ᾐτιᾶτο ἐν μέσῳ ἐσθιόντων τὸ κρέας τὸ χοίρειον καὶ τὰ λοιπά. μεταξὺ γὰρ τῶν ἐθνῶν ζῶντες καὶ μεταξὺ τῶν ἀλλοφύλων πολιτευόμενοι οὐδὲν αὐτῶν διέφερον κατὰ τὸν βίον. διὸ σὺν αὐτοῖς φησιν ἐκλείψουσι τῇ αὐτῇ τοῖς ἔθνεσι παραδοθέντες τιμωρίᾳ. καθαρίζεσθαι δὲ εἰς τοὺς κήπους εἶπεν αὐτοὺς ὡς μηκέτι κατὰ τὸν νόμον ὃν παρέδωκε Μωϋσῆς καθαριζομένους «σποδιᾷ δαμάλεως καὶ περιρραντηρίοις ἡμερῶν ἑπτὰ» καὶ ταῖς διὰ θυσιῶν καθάρσεσιν, ἀντὶ δὲ τούτων ἐν αὐτοῖς περινοστήσαντες τὸ δι' ὕδατος καθάρσιον ἀπαρκεῖν αὐτοῖς ᾤοντο τοῖς κατὰ τοὺς κήπους ὕδασιν ἀπολούεσθαι καὶ μηκέτι μηδενὸς δεῖσθαι τῶν νενομοθετημένων. ἢ καὶ ἄλλως μετὰ μιαρὰς καὶ ἀκαθάρτους πράξεις, ἀθεμίτους τε αἰσχρουργίας ἐνόμιζον ψιλοῖς ὕδασι καθαρίζειν τὰς ἑαυτῶν ψυχάς. ∆ιὸ ἐπιλέγει· κἀγὼ τὰ ἔργα αὐτῶν καὶ τὸν λογισμὸν ἔρχομαι συναγαγεῖν. ἐπὶ τὸν περὶ τῆς καθ' ὅλου κρίσεως λόγος μεταβαίνει λέγων· πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας ἔρχομαι συναγαγεῖν, καὶ ἥξουσι καὶ ὄψονται τὴν δόξαν μου. καὶ καταλείψω ἐπ' αὐτῶν σημεῖον καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσῳσμένους. σαφέστερον δὲ ὁ σωτὴρ ἐν Εὐαγγελίοις ταῦτα διδάσκει λέγων· «ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ καὶ πάντες οἱ ἄγγελοι μετ' αὐτοῦ, καὶ συνάξουσι πάντα τὰ ἔθνη ἔμπροσθεν αὐτοῦ, καὶ ἀφοριεῖ αὐτούς, ὃν τρόπον ἀφορίζει ὁ ποιμὴν τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων». καὶ τοῖς μὲν ἐρεῖ τάδε, τοῖς δὲ τάδε. ὃ δὴ καὶ ἡ προφητεία παρίστησι διὰ τοῦ· καὶ ἐγὼ τὰ ἔργα αὐτῶν καὶ τὸν λογισμὸν αὐτῶν ἔρχομαι συναγαγεῖν, πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας, καὶ ἥξουσι καὶ ὄψονται τὴν δόξαν μου. καὶ τοῦτο δὲ πάλιν τοῖς ἔθνεσιν ἐπαγγέλλεται τὸ καταξιωθῆναι θεάσασθαι τὴν δόξαν αὐτοῦ. ἵνα δὲ τοῦτο γένηται καὶ εἰς ἀγαθὸν τέλος τοῖς ἔθνεσι τὰ τῆς ἐπαγγελίας προχωρήσῃ, καταλέγω τινάς φησιν ἐξ αὐτῶν· τίνων δὲ αὐτῶν ἢ