277
δηλαδὴ τῶν ἀπολλυμένων, περὶ ὧν ἐλέγετο· ἐπὶ τὸ αὐτὸ ἀναλωθήσονται· ἐξ αὐτῶν γὰρ τούτων περιλειφθέντες τινὲς τὸ ἐμὸν καταδέξονται σημεῖον καὶ τὴν τῶν ἐθνῶν κλῆσιν τῶν μελλόντων ὄψεσθαι τὴν δόξαν μου. διὸ λέλεκται· καταλείψω ἐπ' αὐτῶν σημεῖον καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσῳσμένους. οὗτοι δ' ἦσαν «τὸ λεῖμμα τὸ κατ' ἐκλογὴν χάριτος», περὶ οὗ λέλεκτο· «εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα». τοῦτο δὴ οὖν «τὸ σπέρμα» τὸ ἐξ αὐτῶν ἐκείνων τῶν ἀπολλυμένων διασωθὲν ἐξαποστελῶ φησιν εἰς τὰ ἔθνη τὰ ἀλλογενῆ καὶ ἀλλόφυλα, εἰς Θαρσεῖς καὶ Φοὺδ καὶ Λοὺδ καὶ Μοσὸχ καὶ Θοβὲλ καὶ εἰς τὴν Ἑλλάδα καὶ εἰς τὰς νήσους τὰς πόρρω, οἳ οὐκ ἀκηκόασι τὸ ὄνομά μου οὐδὲ ἑωράκασι τὴν δόξαν μου. καὶ ἐν τοῖς ἔμπροσθεν ἐλέγετο· «ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι, συνήσουσι», καὶ πάλιν· «Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν, εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν· εἶπα Ἰδού εἰμι τοῖς μὴ ἐπικαλουμένοις τὸ ὄνομά μου». τούτων ἀδελφὰ τυγχάνει τὰ προκείμενα, δι' ὧν τοὺς ἑαυτοῦ ἀποστόλους ἐπαγγέλλεται ἀποστέλλειν ἐπὶ τὰ ἀλλότρια τοῦ Ἰσραὴλ ἔθνη τὰ πορρωτάτω τῆς Ἰουδαίας καὶ ἐπὶ τὰς νήσους, ἐν αἷς οὐδεὶς πώποτε προφήτου ὄνομα ἀκήκοε, τούτοις δὲ ἐπιδημήσειν τοὺς ἑαυτοῦ ἀποστόλους φησὶ σημεῖον ἐπικομιζομένους. ποῖον δὲ τοῦτο ἢ τὸ σωτήριον σημεῖον, ᾧ θαρσοῦντες «τὴν δόξαν τοῦ μονογενοῦς θεοῦ» πᾶσι κατήγγελον τοῖς ἔθνεσιν, ἐν οἷς ὡς καὶ τοὺς πάλαι πλάνῃ εἰδωλολατρίας δεδουλωμένους ἐλευθερώσαντες ἄξουσιν, ἀδελφούς τε αὐτοὺς ἑαυτῶν ἀποδείξαντες δῶρον προσάξουσι τῷ θεῷ. καὶ τέως μὲν ταῦτα πράξουσι, κατὰ δὲ τὸν καιρὸν τῆς συντελείας ἐπὶ «τὴν τοῦ θεοῦ πόλιν καὶ τὴν ἐπουράνιον Ἰερουσαλὴμ» ἄξουσιν αὐτοὺς τέλος ἀγαθὸν αὐτοῖς τοῦτο προχωρήσαντες, ὅτε καὶ ἀναληφθήσονται ὁμοίως «τῷ Ἠλίᾳ ἐφ' ἁρμάτων» ἀγγελικῶν ὀχούμενοι φωτὸς ἐπουρανίου περιαστράπτοντος αὐτούς. διὸ λέλεκται· μεθ' ἵππων καὶ ἁρμάτων ἐν λαμπήναις ἡμιόνων μετὰ σκιαδίων εἰς τὴν ἁγίαν πόλιν Ἰερουσαλὴμ καὶ ἄξουσι τοὺς ἀδελφοὺς ὑμῶν τοὺς ἐκ πάντων τῶν ἐθνῶν. νοήσεις δὲ τοὺς ἵππους καὶ τὰ ἅρματα τὰ ἀγγελικά, ἐπιστήσας τῇ Ζαχαρίου προφητείᾳ, παρ' ᾧ «ἵππους ψαροὺς καὶ ποικίλους καὶ λευκοὺς καὶ ἅρματά» τινα διαγράψας ὁ λόγος ἀγγελικὰς ᾐνίττετο δυνάμεις. λαμπῆναι δὲ ἡμιόνων σημαίνειν ἐοίκασι τὰ τῆς ἀναστάσεως σώματα, οἷς ἐποχούμεναι αἱ ψυχαὶ εἰς τὴν ἐπουράνιον ἀναληφθήσονται πόλιν. εὖ δὲ εἴρηνται λαμπῆναι διὰ τὴν ἐκλάμπουσαν ἐν αὐταῖς δόξαν. ἀντὶ δὲ τοῦ· ἐν λαμπήναις ἡμιόνων μετὰ σκιαδίων, ὁ Σύμμαχος ἐφ' ἵπποις καὶ ἐν ἅρμασι καὶ ἐν λεκτίσι καὶ ἐν καρούχαις καὶ ἐν φορείοις ἡρμήνευσε. πάντα δὲ ταῦτα παχέως οὕτως καὶ σωματικῶς καταλλήλως ταῖς Ἰουδαϊκαῖς ἀκοαῖς ἐλέγετο, κατὰ δὲ τὴν διάνοιαν τὴν δι' ἀέρος μετάρσιον αὐτῶν πορείαν τὴν εἰς οὐρανοὺς φέρουσαν σημαίνει, ἣν ἑρμηνεύων ἐπὶ τὸ σαφέστερον ὁ θεῖος Ἀπόστολος ἔλεγεν· «ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα· καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα». οὕτω δὲ εἰσελεύσονται εἰς τὴν ἐπουράνιον τοῦ θεοῦ πόλιν, οὕτω δὲ ἥξουσιν οἱ ἐξ ἁπάντων τῶν ἐθνῶν σῳζόμενοι εἰς τὴν ἐπουράνιον Ἰερουσαλήμ, ὥσπερ ποτὲ ἀνῄεσαν καὶ ἀνέφερον οἱ υἱοὶ Ἰσραὴλ ἐπὶ τῆς γῆς τὰς θυσίας αὐτῶν, ὃ δὴ σημαίνει λέγων· ὡς ἂν ἐνέγκαισαν οἱ υἱοὶ Ἰσραὴλ τὰς θυσίας αὐτῶν ἐμοὶ μετὰ ψαλμῶν εἰς τὸν οἶκον κυρίου, κατὰ δὲ τὸν Σύμμαχον· ὡσπερεὶ ἐνέγκαισαν οἱ υἱοὶ Ἰσραὴλ τὴν προσφορὰν ἐν σκεύει καθαρῷ εἰς οἶκον κυρίου. ὥσπερ οὖν τότε κατὰ τὸν σωματικὸν νόμον ἐπὶ τῆς ἐπιγείου Ἰερουσαλὴμ ταῦτ' ἔπραττον οἱ τὴν λατρείαν ἐπιτελοῦντες, τὸν αὐτὸν τρόπον κατὰ τὸ ἐπὶ γῆς παράδειγμα οἱ εἰς τὴν ἐπουράνιον Ἰερουσαλὴμ ἀνιόντες ἥξουσι μετὰ τῶν οἰκείων καρπῶν, καὶ ὧν ἕκαστος ἐν τῇ ψυχῇ ἐπικομίζεται δώρων ἐκ τῆς τῶν ἀρετῶν καρποφορίας. Εἶτ' ἐπιλέγει· καὶ ἀπ' αὐτῶν λήψομαι· ποίων δὲ