278
αὐτῶν ἢ ἀφ' ὧν εἴρηκεν ἐθνῶν μικρῷ πρόσθεν ὀνομάσας· «Θαρσεῖς καὶ Φοὺδ καὶ Λοὺδ καὶ Μοσὸχ καὶ Θοβὲλ καὶ εἰς τὴν Ἑλλάδα καὶ εἰς τὰς νήσους τὰς πόρρω, οἳ οὐκ ἀκηκόασι τὸ ὄνομά μου οὐδὲ ἑωράκασι τὴν δόξαν μου», ἐξ αὐτῶν τούτων λήψομαί φησιν ἱερεῖς καὶ Λευίτας, εἶπε κύριος. ἐπάγει δὲ συλλογισμὸν τὸ εὔλογον δεικνὺς τοῦ λόγου· ὃν τρόπον γάρ φησιν ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, ἃ ἐγὼ ποιῶ, μένει ἐνώπιόν μου, λέγει κύριος, οὕτως στήσεται τὸ σπέρμα ὑμῶν καὶ τὸ ὄνομα ὑμῶν· εἰ γὰρ ὁ οὐρανὸς καινὸς ἔσται καὶ ἡ γῆ καινὴ καὶ Ἰερουσαλὴμ καινή, ἀκόλουθον ἂν εἴη καὶ τοὺς ἱερεῖς καὶ Λευίτας καινοὺς ἔσεσθαι. διὸ καὶ ἐν τοῖς ἔμπροσθεν ἐλέγετο· «οὐ μὴ μνησθῶσι τῶν προτέρων, οὐκ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν». λήψομαι τοίνυν ἐξ αὐτῶν ἐκείνων, ὧν προεῖπον ἱερεῖς καὶ Λευίτας· οὐδὲ γὰρ πιθανὸν ἦν περὶ τοῦ Ἰουδαίων λαοῦ λέγεσθαι τό· λήψομαι ἱερεῖς καὶ Λευίτας, προϋφεστώτων ἤδη παρ' αὐτοῖς τούτων, ἀλλ' οὐδὲ οἷόν τε ἦν ἀπὸ Λευιτῶν Λευίτας λαμβάνειν οὐδ' ἀπὸ ἱερέων ἱερέας διὰ τὸ πάντας ἁπαξαπλῶς τοὺς ἐκ φυλῆς Λευὶ ἱερεῖς εἶναι καὶ Λευίτας, νῦν δὲ ἐκλογὴν ἐπαγγέλλεται ποιήσειν ἐκ τῆς τῶν ἐθνῶν κλήσεως. καὶ ταῦτα ἔσται, ἐπειδὴ καὶ ὁ οὐρανὸς ἔσται καινὸς καὶ ἡ γῆ καινή, ἃ ἐγὼ ποιῶ μένειν· «τὰ μὲν γὰρ πρῶτα οὐ μένοντα ἦν». διὸ ἐλέγετο· «ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται», καὶ πάλιν· «ἑλιγήσεται ὡς βιβλίον ὁ οὐρανός», καί· «φθορᾷ φθαρήσεται ἡ γῆ», τοῦ δὲ μέλλοντος αἰῶνος «ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ». εἶτ' ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, περὶ ὧν ἐν μακαρισμοῖς ἔλεγε· «μακάριοι» οἱ τοιοίδε, «ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν», καί· «μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν». οὗτος τοίνυν ὁ καινὸς οὐρανὸς καὶ ἡ τοῦ νέου αἰῶνος καινὴ γῆ μένουσιν εἰς ἄπειρον καὶ ἀτελεύτητον αἰῶνα διαρκοῦντες. διαφορὰν δέ μοι νοεῖ τῶν ἐν τῇ βασιλείᾳ τόπων· «πολλαὶ γὰρ μοναὶ παρὰ τῷ πατρί», ὧν αἱ μὲν γῆς πρὸς οὐρανὸν ἄξουσιν ἀναλογίαν, αἱ δὲ παραθέσει τῶν ὑποβεβηκυιῶν μονῶν οὐρανῶν δόξαν ἐφέξουσιν. ἃ δὴ καὶ ἔσται μένοντα ἀεί, οὐκέτι παρερχόμενα· «τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια». διό φησιν· ἃ ἐγὼ ποιῶ μένειν ἐνώπιόν μου, καὶ τὸ ὄνομα δὲ ὑμῶν οὕτως ἔσται διαμένον εἰς ἀεὶ ἐνώπιόν μου· τὸ δὲ εἰς ἀεὶ αἰώνιον καὶ ἀθάνατον καὶ ἄπειρον ζωὴν αἰνίττεται. Εἶτ' ἐπιλέγει· καὶ ἔσται μῆνα ἐκ μηνὸς καὶ σάββατον ἐκ σαββάτου ἥξει πᾶσα σὰρξ τοῦ προσκυνῆσαι ἐνώπιόν μου, εἶπε κύριος, εἰς Ἰερουσαλήμ. τὸ μὲν οὖν εἰς Ἰερουσαλὴμ οὐ κεῖται παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς οὐδὲ ἐν τῇ Ἑβραϊκῇ ἀναγνώσει. πλὴν οὐ λυπεῖ κείμενον παρὰ τοῖς Ἑβδομήκοντα· δῆλον γὰρ ὡς τὴν ἐπουράνιον σημαίνει Ἰερουσαλήμ, ἔνθα συστήσεται ἡ τοῦ σωτῆρος ἡμῶν βασιλεία. εἰ δὲ τύποι καὶ σύμβολα καὶ εἰκόνες ἦσαν τὰ παρὰ Μωσεῖ νενομοθετημένα τῶν ἐπουρανίων, ἀκόλουθόν ἐστιν κατὰ διάνοιαν ἐκλαμβάνειν τὰς ἐν οὐρανῷ ἑορτὰς καὶ τὰ ἐκεῖ σάββατα ἀληθινὰ καὶ τοὺς μῆνας τοὺς ἐκεῖ, «περὶ ὧν πολὺς ὁ λόγος καὶ δυσερμήνευτος», σχολῆς τε μακρᾶς καὶ οἰκείας ὑποθέσεως δεόμενος. πλὴν ὥσπερ ἐπὶ τῆς κάτω Ἰερουσαλὴμ τὸ μὲν πολὺ πλῆθος τοῦ ἔθνους διαφόρους κατῴκει πόλεις, ἐξαίρετος δὲ ἦν ὁ τοῦ ἁγιάσματος τόπος, ἔνθα κατὰ καιροὺς ἀπήντων οἱ τὴν ἄλλην οἰκοῦντες χώραν «τὰ τῆς τοῦ θεοῦ λατρείας ἐπιτελέσοντες», οὕτως καὶ ἐπὶ τῆς νοουμένης οὐρανίου πόλεως καὶ τοῦ αὐτόθι ἐξαιρέτου ἁγιάσματος, ἔνθα οὐδενὶ βατὸν ἢ «μόνῳ τῷ ἀρχιερεῖ» δηλαδὴ τῷ υἱῷ τοῦ θεοῦ, ᾧ μόνῳ θέμις τῇ τοῦ πατρὸς πελάζειν θεότητι, καὶ εἰς αὐτοὺς τοὺς πατρικοὺς διαβαίνει κόλπους. οἱ «τὰς πολλὰς μονὰς» τὰς οὐρανίους οἰκήσοντες καιροῖς τεταγμένοις, ὁποίους χρὴ νοεῖν τοὺς ἐκεῖ καιροὺς καὶ τοὺς ἐκεῖ ἐνιαυτούς, ὧν ἐν περινοίᾳ γενόμενός τις προφητῶν ἔλεγε· «καὶ ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα»· διαβήσονται γὰρ ἐπὶ τὴν οὐρανόπολιν τὴν ἐξαίρετον καὶ ἀφωρισμένην τῇ βασιλείᾳ τοῦ θεοῦ καὶ τοῖς εἰς ἄκρον