279
μακαριότητος ἥκουσιν, ἧς οὐ στερήσονται οὐδ' οἱ ὑποβεβηκότες. καὶ αὐτοὶ δὲ κατὰ περιόδους τινὰς ὡς ἐν οὐρανίοις ἑορταῖς ἀφικνούμενοι εὐφροσύνης ἀλήκτου τινὸς καὶ ἐνθέου μεταλήψονται τῶν αὐτόθι ἀρρήτων ἀγαθῶν ἀπολαύσαντες, περὶ ὧν εἴρηται· «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν». καὶ τούτων ἐμφορηθέντες ἐπανήξουσιν εἰς τὰς ἑαυτῶν μονάς, ἕκαστος τὴν οἰκείαν καὶ ἑαυτῷ κατάλληλον διατριβὴν ἀποληψόμενος, ὅτε καὶ ὁ ἀληθινὸς «σαββατισμὸς» καὶ ἡ τελεία καὶ ἀληθὴς «ψυχῶν ἀνάπαυσις» τοῖς τούτων ἀξίοις ἀποδοθήσεται. διὸ εἴρηται· καὶ ἔσται μῆνα ἐκ μηνὸς καὶ σάββατον ἐκ σαββάτου ἥξει πᾶσα σὰρξ τοῦ προσκυνῆσαι ἐνώπιόν μου εἰς Ἰερουσαλήμ, εἶπε κύριος. σάρκα δὲ πᾶσαν λέγει πάντα τὰ ἔθνη τοῦτον ὀνομάζων τὸν τρόπον· οὕτως γοῦν ἐλέγετο καὶ διὰ τῶν ἔμπροσθεν· «ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ», καὶ ἀλλαχοῦ· «ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν». ἵνα γὰρ μὴ Ἰουδαῖοι νομίζωσι ταῦτα περὶ αὐτῶν εἰρῆσθαι, ἀναγκαίως ἐξαπλοῖ τὴν διάνοιαν καθολικώτερον πᾶσαν ὀνομάζων σάρκα, οὕτω πᾶν τὸ ἀνθρώπινον δηλῶν γένος· ἀλλ' οἱ δὲ μὲν κατὰ καιροὺς ἥξουσιν, οἱ δὲ αὐτῆς τῆς Ἰερουσαλὴμ πολῖταί εἰσι δὲ «μυριάδες ἀγγέλων» καθὼς καὶ ὁ Ἀπόστολος ἐδίδαξε· «καὶ ἐκκλησία πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς». οὐχ ἥξουσιν ἐκ διαστημάτων, ἀλλὰ καὶ διὰ παντὸς οἰκήτορες ἔσονται καὶ πολῖται, οἷα «λειτουργοὶ» καὶ «ἱερεῖς» ὑπ' «ἀρχιερεῖ» τῷ υἱῷ τοῦ θεοῦ τῶν αὐτόθι ἀγαθῶν διὰ παντὸς ἀπολαύοντες, ὄψονται δὲ πάντες οὗτοι τῶν ἀσεβῶν τὴν ἀπώλειαν ἐννοοῦντες οἵων ἀγαθῶν ἐστερήθησαν. ∆ιὸ λέλεκται· καὶ ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί, ἢ κατὰ τὸν Σύμμαχον· καὶ ὄψονται τὰ ἔσχατα τῶν ἀνθρώπων τῶν ἀθετησάντων ἐν ἐμοί. τίνες δὲ ἦσαν οὗτοι, ἐν ἀρχῇ τῆς προφητείας ἐδήλου λέγων· «υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν»· ᾐνίξατο τοίνυν τοὺς ἐκ τοῦ Ἰουδαίων ἔθνους τὴν σωτήριον «ἀθετήσαντας χάριν». μακρὰν δὲ αὐτῶν ὄντες ὄψονται αὐτοὺς οἱ ἐκ τῆς Ἰερουσαλὴμ ἐξελευσόμενοι καὶ ἐπὶ τὰς οἰκείας μονὰς ἀπερχόμενοι· τοῦτο γὰρ παρίστη φάσκων ὁ λόγος· ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν ἀθετησάντων ἐν ἐμοί, ὧν ὁ σκώληξ οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται, ἀλλ' ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί. πάσης οὖν τιμωρίας τὸ χείριστον τοῦτο ἂν εἴη, λέγω δὲ τὸ ἀτελεύτητον ἔχειν ἐν ἑαυτοῖς τὸν ἑαυτῶν σκώληκα· οὕτω δὲ ὀνομάζει τὴν συνείδησιν δίκην σκώληκος κατεσθίουσαν τῶν ἑαυτοῖς οὐκ ἀγαθὰ συνειδότων τὴν ψυχὴν ἐν τῷ μετανοεῖν, ἐφ' οἷς ἠσέβουν, ὁρᾶν τε ἑαυτοὺς ἀποκλήτους τῶν τοσούτων ἀγαθῶν. ἕκαστος οὖν αὐτῶν ἐν τῷ ἐξομολογεῖσθαι ἑαυτοῦ κατήγορος γενήσεται ἀναπεμπαζόμενος τὰ κατὰ τὸν θνητὸν βίον αὐτῷ πεπραγμένα καὶ ὑπὸ τῆς συνειδήσεως κεντούμενος, καὶ οὕτως αὐτῶν ὁ σκώληξ ἀτελεύτητος διαμένει. οὐ γὰρ δή που περὶ αἰσθητοῦ σκώληκος ὡς μέλλοντος καὶ αὐτοῦ γενήσεσθαι ταῦτ' εἴρηται, «καὶ τὸ πῦρ δὲ αὐτῶν ἄσβεστον» ὑπάρξει. ὃ δὴ τέλος τῶν ἀσεβῶν ὡρίζετο καὶ ὁ σωτὴρ ἡμῶν ἐν Εὐαγγελίοις εἰπὼν τοῖς «εἰς τὰ ἀριστερὰ αὐτοῦ» στησομένοις· «πορεύεσθε εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ». ὥσπερ οὖν ἐκεῖ «αἰώνιον» εἴρηται πῦρ, οὕτω καὶ ἐνταῦθα «ἄσβεστον» μιᾶς καὶ τῆς αὐτῆς οὐσίας πυρὸς ἐξ ἑκατέρων τῶν γραφῶν παρισταμένης. ἀλλὰ καὶ ἔσονται ἐν τοιαύτῃ ὄντες κολάσει εἰς ὅρασιν πάσῃ σαρκί· ποίᾳ δὲ σαρκί; ἢ πάντως που τῇ μὴ κολασθησομένῃ, τῆς δὲ ἐπουρανίου θέας καταξιωθησομένῃ, περὶ ἧς ἀνωτέρω ἐλέγετο· «ἥξει πᾶσα σὰρξ τοῦ προσκυνῆσαι ἐνώπιόν μου, εἶπε κύριος», καὶ ἐξελεύσονται καὶ ὄψονται. αὕτη μὲν οὖν ἡ σὰρξ ὄψεται τούτων κολαζομένων τέλος τῶν κρειττόνων, αὕτη κατηξιωμένη. οἱ δὲ «τῷ πυρὶ τῷ αἰωνίῳ» παραδοθησόμενοι τὸν ἑαυτῶν σκώληκα