2
ἐδόθη· " διαταγείς, γάρ φησι, δι' ἀγγέλων ἐν χειρὶ με σίτου ". καὶ πάλιν· "εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος ". καὶ μάλα προσφόρως ὁ τῶν ὅλων Θεὸς δι' ἀγγέλου καὶ τῆς δουλείας ἀνέμνησε καὶ τὰ περὶ τοῦ τεχθησομένου παιδὸς προηγόρευσεν. ὅτι δὲ κτιστὴν ἔχουσι φύσιν καὶ ἄγγελοι καὶ ἀρχάγ γελοι, καὶ εἴ τι ἕτερόν ἐστιν ἀσώματον, πλὴν τῆς ἁγίας τριάδος, ἡ θεία σαφῶς ἡμᾶς διδάσκει γραφή. ὑμνεῖν γὰρ καὶ τούτοις ∆αβὶδ παρακελεύε ται ὁ προφήτης· " αἰνεῖτε γὰρ αὐτόν, φησί, πάντες οἱ 6 ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτὸν πᾶσαι αἱ δυνάμεις αὐτοῦ ". καὶ τὴν αἰτίαν διδάσκων ἐπήγαγεν· " ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθη σαν ". καὶ πάλιν ἐν ἑτέρῳ ψαλμῷ, " ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα ". καὶ οἱ τρεῖς μακάριοι παῖδες ἐν τῇ καμίνῳ τὸν θεῖον ὕμνον ὑφαίνοντες, καὶ τὸ πανάριστον ἐκεῖνο καὶ λίαν ἁρμόδιον εἰρη κότες προοίμιον· " εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον ", εὐθὺς ἐπήγαγον, " εὐλογεῖτε ἄγγελοι Κυρίου τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις Κυρίου τὸν Κύ ριον ". ἀλλὰ γὰρ παρέλκον οἶμαι περὶ τούτων μακρηγορεῖν· πᾶσα γὰρ ἡ θεόπνευστος γραφὴ τῆσδε τῆς διδασκαλίας ἀνάπλεως. III Προϋπάρχουσιν οὐρανοῦ καὶ γῆς ἄγγελοι, ἢ σὺν τούτοις ἐγένοντο; Περιττὰς μὲν ἐγὼ τὰς τοιαύτας ζητήσεις ὑπείληφα. τίς γὰρ ὄνησις προσ γενήσεται τοῖς ἐγνωκόσι τὸν τῆς τῶν ἀγγέλων δημιουργίας καιρόν; οἶδα δὲ καὶ τὸν θεῖον ἀπόστολον τῷ θαυμασίῳ Τιμοθέῳ παρεγγυῶντα· " παραγγεῖλαι τισὶ μὴ ἑτεροδιδασκαλεῖν, μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις ". ἐρῶ δὲ ὅμως ὅπερ συμβαίνειν ὑπείληφα τῷ σκοπῷ τῆς θείας γραφῆς· ἀπερίγραφον μόνην ἐδιδάχθημεν εἶναι τὴν θείαν φύσιν, ἅτε δὴ ἄκτιστον οὖσαν καὶ ἄναρχον, καὶ ἀΐδιον· τὰ δέ γε ἀρξάμενα τοῦ εἶναι περιγεγραμ μένον ἔχει δηλονότι τὸ εἶναι. οὐκοῦν καὶ ἀσώματον λέγοντες εἶναι τῶν 7 ἀγγέλων τὴν φύσιν, περιγεγράφθαι φαμὲν αὐτῶν τὴν ὑπόστασιν. πῶς γὰρ ἄν τις νοήσαι " χιλίας χιλιάδας καὶ μυρίας μυριά δας ", κατὰ τὸν θεῖον ∆ανιήλ, μὴ ἕκαστον λογιζόμενος ἐν ἰδίᾳ εἶναι περι γραφῇ; ἀλλ' ὅτι μὲν περιγεγραμμένην ἔχουσιν οἱ ἄγγελοι τὴν οὐσίαν, οὐδένα ἀντερεῖν οἶμαι· καὶ γὰρ τῶν ἀνθρώπων ἕκαστον ὑφ' ἑνὸς ἔφη τετάχ θαι κηδεμονίαν ὁ δεσπότης Χριστός· " ὁρᾶτε γάρ, φησί, μὴ κα ταφρονήσετε ἑνὸς τῶν ἐλαχίστων τῶν πιστευόν των εἰς ἐμέ· ὅτι οἱ ἄγγελοι αὐτῶν διαπαντὸς ὁρῶσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρα νοῖς ". καὶ ἑκάστῳ δὲ ἔθνει ἄγγελον ἐφεστάναι φησὶν ἡ θεία γραφή. ὁ γὰρ τῷ προφήτῃ ∆ανιὴλ προσδιαλεγόμενος ἄγγελος, καὶ ἄρχοντα περσῶν εἴρηκε, καὶ ἄρχοντα ἑλλήνων, καὶ Μιχαὴλ τὸν ἄρχοντα τῶν ἰουδαίων. καὶ Μωϋσῆς δὲ ὁ μέγας ἐν τῇ ᾠδῇ φησιν· " ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ ". εἰ τοίνυν ὁ μὲν τούτων, ὁ δὲ ἐκείνων ἄρχειν ἐτάχθη, ἕκαστος δὲ τῶν ἀν θρώπων ὑπὸ τὴν ἑνὸς φροντίδα τελεῖ, εὔδηλον ὡς περιγεγραμμένην ἔχουσι τὴν οὐσίαν. εἰ δὲ τοῦτο ἀληθές, ὥσπερ οὖν ἀληθές, τόπου ἄρα προσδέον ται. μόνον γὰρ τὸ θεῖον, ὡς ἀπερίγραφον, οὐκ ἐν τόπῳ. εἰ δὲ τὸ περιγε γραμμένον ἐν τόπῳ, πῶς οἷόν τε προϋπάρχειν οὐρανοῦ καὶ γῆς τοὺς ἀγγέλους; οὐ γὰρ ὄντος τοῦ φέροντος, πῶς ἔνεστι τὸ φερόμενον εἶναι; 8 IV Ἀλλά, φασί τινες, χρῆναι λέγειν προϋπάρχειν οὐρανοῦ καὶ γῆς τοὺς ἀγ γέλους· ἀγγέλων γάρ, φησί, οὐκ ὄντων πῶς ὁ τῶν ὅλων ὑμνεῖτο Θεός; Ἀλλ' οἱ ταῦτα λέγοντες ἀγνοοῦσιν ὡς καὶ ἀνάρχους αὐτοὺς καὶ ἀϊδίους οὗτος ὁ λόγος ποιεῖ· εἰ γὰρ ἐδεῖτο τῶν ὑμνούντων ὁ τῶν ὅλων Θεός, ἀεὶ δὲ τούτους εἶχεν ὑμνοῦντας, συναΐδιοι ἄρα οἱ ἄγγελοι τῷ τῶν ὅλων Θεῷ. εἰ δὲ οὐκ ἀεί, ἀλλ' ὅτε περ ἠβουλήθη τούτους ἐδημιούργησεν, ἦν ἄρα τις αἰών, ἐν ᾧπερ τοὺς ὑμνοῦντας οὐκ εἶχεν ὁ τῶν ὅλων Θεός. οὐκοῦν οὐ δεῖται τῶν ὑμνούντων ὁ δεσπότης Θεός· ἀνενδεῆ γὰρ ἔχει τὴν φύσιν· δι' ἀγαθότητα δὲ μόνην καὶ ἀγγέλοις, καὶ ἀρχαγγέλοις, καὶ πάσῃ τῇ κτίσει τὸ εἶναι δεδώρηται· ποίαν δὲ καὶ λειτουργίαν εἶχον πρὸ τῆς κτίσεως ὄντες, οὐδενὸς ὄντος τοῦ τῆς τούτων ὠφελείας προσδεομένου; ὅτι γὰρ εἰς τὴν τῶν ἀνθρώπων