1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

49

τῷ χωρίῳ θυσίαν προσενεγκεῖν. 133 XLV ∆ιὰ τί τοῦ ἑβραίου, τοῦ τὴν ἐλευθερίαν δέξασθαι μὴ βουλομένου, διατρη θῆναι τὸ ὠτίον προσέταξεν; Πάντων αὐτοῦς προτιμᾶν τὴν ἐλευθερίαν διδάσκει. τὸν τοίνυν ταύτης οὐκ ἀντεχόμενον, ἀλλὰ τὴν δουλείαν ἀσπαζόμενον, εἰς αἰσχύνην τοῦτο λα βεῖν τὸ σημεῖον παρακελεύεται. πρὸς δὲ τούτῳ καὶ ὑπακοὴν διὰ τῆς ἀκοῆς τὸ σημεῖον ἐμφαίνει, καὶ τὸ παρὰ τὴν θύραν τὸ μὴ ἐξεῖναι προβαίνειν οὐκ ἐπιτρέποντος τοῦ δεσπότου. XLVI ∆ιὰ τί πρόσκειται " καὶ δουλεύσει αὐτῷ εἰς τὸν αἰῶνα ", δήλης οὔσης τῆς ἀνθρωπίνης ζωῆς; Ἐντεῦθεν δῆλον, ὡς οὐ πανταχοῦ ὁ αἰὼν τοῦ ἀπείρου δηλωτικός, ἀλλ' ἔστιν ὅτε καὶ ὡρισμένου χρόνου σημαντικός. οὕτω καὶ ὁ μακάριος λέγει ∆αβίδ· " ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου ". τὸν δὲ ἀνθρώπινον οὕτως ὠνόμασε βίον. XLVII Τὸν ἀκουσίως πεφονευκότα, διὰ τί φεύγειν παρακελεύεται; Τὴν φονικὴν αὐτῶν ἰατρεύων γνώμην, καὶ διδάσκων, ὡς εἰ τὸ παρὰ γνώ μην ἀνελεῖν ἔνοχον τῇ τιμωρίᾳ ποιεῖ, πολλῷ μᾶλλον τὸ γνώμῃ φονεύειν κολάσεως ἄξιον. πρὸς δὲ τούτῳ καὶ τοὺς τέμνοντας ξύλα, καὶ τοὺς ἀκον τίζοντας λίθους, προμηθεστέρους ἐργάζεται, καὶ μέντοι καὶ τοὺς ἄλλο 134 τι τοιοῦτο δρῶντας παρασκευάζει δεδιέναι καὶ τρέμειν, ἵνα μὴ παρὰ γνώ μην τινὰ τῶν πελαζόντων ἢ πόρρωθεν ὄντων πημαίνωσι. χαλινοῖ δὲ καὶ τὸν τῶν συγγενῶν τοῦ πεφονευμένου θυμὸν τῇ τοῦ πεφονευκότος φυγῇ. XLVIII Τί ἐστιν " ἐξεικονισμένον "; Φασὶ τοῦ σώματος ἐν τῇ μήτρᾳ τελείου διαπλασθέντος, τότε ψυχοῦσθαι τὸ ἔμβρυον. καὶ γὰρ τοῦ Ἀδὰμ τὸ σῶμα πρότερον ὁ ποιητὴς διαπλάσας, οὕτως ἐνεφύσησε τὴν ψυχήν. κελεύει τοίνυν ὁ νομοθέτης, γυναικὸς ἐγκύ μονος ἀμβλωσάσης ἐν μάχῃ, εἰ μὲν ἐξεικονισμένον ἐξέλθοι τὸ βρέφος, του τέστι μεμορφωμένον, φόνον τὸ πράγμα καλεῖσθαι, καὶ τὴν ἴσην ὑπέχειν τιμωρίαν τὸν δεδρακότα· εἰ δὲ μὴ ἐξέλθοι μεμορφωμένον, μὴ λογίζεσθαι φόνον, ἐπειδήπερ οὐδέπω ψυχωθὲν ἐξημβλώθη· ἀλλὰ ζημίαν τίνειν τὸν αἴτιον. XLIX ∆ιὰ τί τὸν κερατιστὴν ταῦρον ἀναιρεῖσθαι κελεύει; Καὶ διὰ τῶν ἀλόγων παιδεύων τοὺς λογικοὺς ἡλίκον ὁ φόνος κακόν. L ∆ιὰ τί ὁ μόσχον κεκλοφὼς πενταπλάσια ἐκτίνειν ἐκελεύσθη, ὁ δὲ πρόβατον τετραπλάσια; Ὅτι τὰ μείζονα τῶν ἁμαρτημάτων μειζόνων ἄξια τιμημάτων· οὕτω καὶ ὁ Κύριος ἐδίδαξεν· " ᾧ μέν, γάρ φησι, πολὺ 135 δοθήσεται, πολὺ καὶ ἀπαιτήσουσι παρ' αὐ τοῦ ". LI Πῶς νοητέον τὸ " θεοὺς οὐ κακολογήσεις "; Τοὺς κριτὰς ὀνομάζει θεούς, ὡς κατὰ μίμησιν τοῦ τῶν ὅλων Θεοῦ κρίνειν πεπιστευμένους. τοῦτο σαφέστερον ἐδίδαξεν ὁ προφήτης ∆αβίδ· εἰπὼν γάρ, " ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρίνει ", ἐπήγαγεν· " ἕως πότε κρίνετε ἀδι κίαν καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; κρί νατε ὀρφανῷ καὶ πτωχῷ, ταπεινὸν καὶ πένητα δικαιώσατε. ἐξέλεσθε πένητα καὶ πτωχόν· ἐκ χειρὸς ἁμαρτωλοῦ ῥύσασθε αὐτόν ". εἶτα κατηγορῶν προστέθεικεν· " οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν ἐν σκότει διαπορεύονται ", ἐπιδείκνυσι δὲ καὶ τὴν οἰκείαν φιλοτιμίαν. " ἐγώ, γάρ φησιν, εἶπον· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες. ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε ". οὕτω καὶ ἐνταῦθα, " θεοὺς οὐ κακολογήσεις καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς ". LII Τίνος ἕνεκεν θηριάλωτα κρέα ἐσθίειν ἀπαγορεύει; Λογικωτέραν αὐτοὺς διδάσκει ζωὴν καὶ μηδὲν ἔχειν θηριῶδες παρεγγυᾷ. τὰ γὰρ θηρία οὐ θύει πρότερον, εἶθ' οὕτως ἐσθίει. διὰ τοῦτο μετ' ὀλίγα καὶ τῶν ἐχθρῶν ἐπιμελεῖσθαι κελεύει καὶ τοῦ δυσμενῶς διακειμένου τὸν βοῦν πλανώμενον μὴ παρορᾶν ἀλλ' ἐπιστρέφειν εἰς τὴν τοῦ δυσμενοῦς 136 οἰκίαν, καὶ τὸ ὑποζύγιον πεπτωκὸς ἀνιστᾶν καὶ ταῖς τοιαύταις εὐερ γεσίαις τὰς καταλλαγὰς μηχανᾶσθαι. διδάσκει δὲ διὰ τούτων, ὡς εἷς πα λαιᾶς καὶ καινῆς διαθήκης νομοθέτης, καὶ ὁ τοῦτον δεδωκὼς τὸν νόμον καὶ τὸν εὐαγγελικὸν ἐδωρήσατο. LIII Τί ἐστιν· " οὐκ ὀφθήσῃ ἐνώπιον Κυρίου τοῦ Θεοῦ σου κενός "; Ἀπιὼν προσκυνῆσαι τῷ δεσπότῃ Θεῷ, τὰ δυνατά σοι πρόσφερε δῶρα. ἡμᾶς δὲ ὁ λόγος