1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

48

τοῖς πατράσιν ἡμαρτηκόσι· μακροθυμῶ καὶ παισίν. εἰ δὲ οἱ ἔκγονοι καὶ οἱ ἀπόγονοι, τὴν τῶν πατέρων καὶ προγόνων ζηλώσαιεν πονηρίαν, ἐπά ξω τὴν τιμωρίαν· ἡ δὲ τῶν προγόνων εὐσέβεια μέχρι πολλοῦ τῷ γένει προξενήσει τὴν σωτηρίαν· " ποιῶν, γάρ φησιν, ἔλεον εἰς χι λιάδας καὶ μυριάδας τοῖς ἀγαπῶσί με, καὶ τοῖς φυλάττουσι τὰ προστάγματά μου ". εὕροι δ' ἄν τις κἂν τῇ ἱστορίᾳ τὴν τῶν θείων λογίων ἀλήθειαν. " πέμπτῃ γὰρ γενεᾷ, φησίν, ἀνέβησαν οἱ υἱοὶ Ἰσραὴλ ἐξ Αἰ γύπτου ". ἀλλὰ τοῖς τῶν αἰγυπτίων ἐν Αἰγύπτῳ δεδουλευκότες θεοῖς, οὐκ ἔτισαν δίκας οὔτε οἱ πατέρες αὐτῶν, οὔτε οἱ προπάτορες αὐ τῶν· αὐτοὶ δὲ ζηλώσαντες τὴν ἐκείνων ἀσέβειαν ἐκολάσθησαν· ὡς μετὰ τοσαύτην εὐεργεσίαν, καὶ τὰ μυρία θαύματα τὴν ἀσέβειαν οὐκ ἐκπτύσαν τες, οἱ δὲ τούτων παῖδες, τὸν σωτῆρα Θεὸν ἠγαπηκότες, τῆς προγονι κῆς ἀπήλαυσαν ὑποσχέσεως. καὶ ὁρῶμεν τὸ ἀψευδὲς τῆς πρὸς τοὺς πα τριάρχας γεγενημένης ἐπαγγελίας· τὰ γὰρ ἔθνη διὰ τοῦ σπέρματος Ἀβραὰμ τῆς εὐλογίας τετύχηκεν, ἐπειδὴ τοίνυν τὸν μόσχον ἤμελλον προσκυνεῖν, τὴν τιμωρίαν προσαπειλεῖ. XLI Τί ἐστιν· " οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ "; Τινές φασιν ἀπαγορεύειν τὸ ἐπιθεῖναι τοῖς ματαίοις, τουτέστι τοῖς εἰδώ λοις, τὴν τοῦ Θεοῦ προσηγορίαν· τινὲς δὲ τὸ ὀμωμοκότα ψεύσασθαι. ἐγὼ δὲ οἶμαι, τὸν θεῖον παρακελεύεσθαι νόμον, δίχα διδασκαλίας, ἢ προ 131 σευχῆς, ἢ ἀναγκαίας τινὸς χρείας, τὴν θείαν μὴ προφέρειν προσηγορίαν. καὶ γὰρ εἰώθασί τινες, καὶ παίζοντες, καὶ γελῶντες, προφέρειν ὡς ἔτυχε διὰ τῆς γλώττης τὸ σεβάσμιον ὄνομα. τοῦτο οἶμαι τὸν θεῖον νόμον ἀπα γορεύειν. εἰ γὰρ τὴν πολυτελεστέραν ἐσθῆτα ταῖς ἑορταῖς φυλάττειν εἰώθασιν οἱ πολλοί, πολλῷ μᾶλλον τὸ θεῖον ὄνομα προσευχαῖς καὶ διδασ καλίαις ἀφιεροῦν δίκαιον. XLII ∆ιὰ τί τὸ σάββατον τῇ ἀργίᾳ τετίμηκεν; Φιλανθρωπίαν τὸν λαὸν ἐξεπαίδευσεν. ἐπήγαγε γὰρ " ἵνα ἀνα παύσηται ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, ὁ βοῦς σου καὶ τὸ ὑποζύγιόν σου καὶ πᾶν κτῆ νός σου καὶ ὁ προσήλυτος ὁ παροικῶν ἐν σοί ". XLIII Καὶ διὰ τί μὴ ἐν ἄλλῃ ἡμέρᾳ τοῦτο γενέσθαι προσέταξεν; Τοῦτο ἄν τις εἶπε καὶ περὶ ἄλλης ἡμέρας, τί δήποτε ταύτην ἐξελέξατο, καὶ οὐχ ἑτέραν. εἶχε δὲ ὅμως αὕτη λόγον τινὰ πεῖσαι δυνάμενον τὴν ἰου δαίων ὠμότητα, τῷ τὸν τῶν ὅλων Θεὸν ἐν ἓξ ἡμέραις τὰ πάντα δημιουρ γῆσαι, ἐν δὲ τῇ ἑβδόμῃ μηδὲν μὲν ποιῆσαι, εὐλογίᾳ δὲ ταύτην τιμῆσαι. τοῦτο γὰρ καὶ ἐπήγαγεν ὅτι " ἐν ἓξ ἡμέραις ἐποίησε Κύριος ὁ Θεός σου τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· καὶ κατέπαυσε τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἡγίασεν αὐτήν ". 132 XLIV Τί ἐστιν· " ἐὰν δὲ θυσιαστήριον ἐκ λίθων ποιῇς μοι, οὐκ οἰκοδομήσεις αὐτοὺς τμητούς· τὸ γὰρ ἐγ χειρίδιόν σου ἐπιβέβληκας ἐπ' αὐτὸ καὶ με μίανται "; Ὅτι σιδήρῳ ἐχρῶντο, καὶ οἱ τὰ ξύλα τῆς σκηνῆς τεκτηνάμενοι, καὶ οἱ τὸν χρυσὸν καὶ τὸν ἄργυρον καὶ τὸν χαλκὸν ἐργασάμενοι, οὐδένα ἀντερεῖν οἶμαι. ὅτι δὲ καὶ οἱ ἱερεῖς ταῖς μαχαίραις ἱέρευον τὰς θυσίας καὶ ἀπέδερον καὶ ἔτεμνον, ἀναμφίλεκτον εἶναι οἶμαι καὶ τοῦτο. ζητητέον τοίνυν, πῶς ταῦτα μὲν ὁ σίδηρος οὐκ ἐμίαινε, τοὺς δὲ τμητοὺς ἐμίαινε λίθους. τοιγάρ τοι δῆλόν ἐστιν ὡς ἄλλα δι' ἄλλων κατασκευάζει. ἐπειδὴ γὰρ ἐν τῇ ἐρήμῳ τεσσαράκοντα διετέλεσαν ἔτη, συνεχῶς ἀπαίροντες, καὶ τοὺς τόπους ἀμείβοντες, ἀπαγορεύει ἐκ λίθων εἰργασμένων οἰκοδομεῖσθαι θυσιαστήρια, ἵνα μὴ τούτων τὴν γῆν τὴν ἐπηγγελμένην ἀπειληφότων, ἐν τοῖς θυσιασ τηρίοις τούτοις, οἱ πλησιόχωροι τὰς τῶν δαιμόνων θυσίας ἐπιτελέσωσι. διὰ τοῦτο προσέταξεν, ἢ ἐκ γῆς, ἢ ἐξ αὐτοφυῶν λίθων ταῦτα κατασκευά ζεσθαι· ἐπειδήπερ ἑκάτερον εὐδιάλυτον. ὅτι δὲ μετὰ τὴν τοῦ ναοῦ κατασ κευὴν οὐκ ἐξῆν ἐν ἑτέρῳ θύειν, αὐτὸς ὁ νόμος διδάσκει. εἰ δὲ θύειν ἔξω τοῦ ναοῦ ὁ νόμος ἀπεῖργε, καὶ τὸ θυσιαστήριον οἰκοδομεῖν ὡσαύτως ἐκώλυ σεν· αὐτίκα γοῦν εἰς ἔλεγχον τῶν ἀσεβούντων, Ἠλίας ὁ πάνυ προσε νεγκεῖν ἐν τῷ Καρμήλῳ θυσίαν ἀναγκασθείς, ἰσαρίθμους τῶν φυλῶν αὐ τοφυεῖς συνέθηκε λίθους, καὶ ἐπὶ τούτων τὴν θυσίαν προσήνεγκεν, ὥστε τὴν οἰκοδομίαν εὐθὺς διαλυθῆναι, καὶ μηδένα ἕτερον ἐν ἐκείνῳ