1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

110

Κύριος. καὶ νῦν ἀπώσατο ἡμᾶς Κύριος καὶ παρέδωκεν ἡμᾶς εἰς χεῖρας Μαδιάμ ". ἐπειδὴ τοίνυν ἔσχε τὴν μνήμην τῆς τοῦ Θεοῦ θαυματουργίας καὶ βεβαίαν ἐκέκτητο τὴν περὶ Θεοῦ δόξαν, ὅτι ῥᾴδιον αὐτῷ βουληθέντι τῶν κατεχούσων αὐ τοὺς συμφορῶν ἀπαλλάξαι, ἔφη ὁ ἄγγελος· " πορεύου ἐν τῇ ἰσ χύϊ σου ταύτῃ, καὶ σώσεις τὸν Ἰσραὴλ ἐκ χει ρὸς Μαδιάμ "· ἀντὶ τοῦ, μετὰ ταύτης παράταξαι τῆς πίστεως, καὶ νικήσεις. μηδεὶς δὲ τοῖς ἑξῆς ἐπιμεμφέσθω. οὐ γὰρ ὡς τῷ Θεῷ ἀπιστῶν ἔφη· " ἡ χιλιάς μου ταπεινοτέρα ἐν Μανασσῇ· καὶ ἐγὼ σμικρὸς ἐν τῷ οἴκῳ τοῦ πατρός μου "· ἀλλὰ μετρίῳ κεχρημένος φρονήματι. ὅθεν ὑπολαβὼν ὁ ἄγγελος ἔφη· " ὅτι ἔσ ται Κύριος μετὰ σοῦ, καὶ ἀποκτενεῖς τὴν Μαδιὰμ ὡσεὶ ἄνδρα ἕνα ". εὐθὺς γοῦν πιστεύσας θυσίαν προσήνεγκεν. ὁ δὲ ἄγγελος οὐχ ἥρπασε τὴν θεῖαν τιμήν· ἀλλ' ἱερέως χρείαν ἐπλήρωσε, καὶ ῥάβδῳ πατάξας τὴν πέτραν, ὡλοκαύτωσε τὴν θυσίαν παραδόξῳ πυρί. XIV Τί δήποτε τὸν τῷ Βαὰλ τρεφόμενον μόσχον τῷ Θεῷ προσενεχθῆναι προσ έταξε; 300 Μετατιθεὶς αὐτοὺς ἐκ τῆς πλάνης πρὸς τὴν ἀλήθειαν. διά τοι τοῦτο καὶ τὸν ἐκείνου βωμὸν κατασκαφῆναι παρηγγύησε, καὶ τὸ ἄλσος ἐκκοπῆναι. ἔδει γὰρ τὸν τῆς τοιαύτης χάριτος ἀξιωθέντα, μὴ μόνον εὐσεβεῖν, ἀλλὰ καὶ ἄλλων γενέσθαι διδάσκαλον. XV Τίνος σύμβολον ὁ πόκος ὁ τὴν δρόσον δεξάμενος; Πρῶτον ᾔτησεν ὁ Γεδεὼν ἐν τῷ πόκῳ γενέσθαι τὴν δρόσον, πᾶσαν δὲ τὴν γῆν διαμεῖναι ξηράν· μετὰ δὲ ταῦτα, τὴν μὲν γῆν ὑγρανθῆναι, μόνον δὲ τὸν πόκον ἄμοιρον διαμεῖναι τῆς δρόσου. δηλοῖ δὲ ὁ λόγος, ὡς πάλαι μὲν ὁ Ἰσραὴλ τῆς θείας ἀπήλαυσε χάριτος, ὡς ὁ πόκος τῆς δρόσου· ὕστε ρον δὲ πᾶσα τῶν ἀνθρώπων ἡ φύσις τῶν πνευματικῶν τετύχηκε δωρεῶν. ἔρημος δὲ τούτων ὁ Ἰσραὴλ γέγονε, καθάπερ ὁ πόκος ἐστερήθη τῆς δρόσου. XVI Τί δήποτε τοὺς κυνὶ παραπλησίως πεπωκότας μόνους ἐκέλευσε παρα τάξασθαι; ∆εδήλωκε τὴν αἰτίαν αὐτὸς ὁ δεσπότης Θεός. " πολύς, γάρ φησιν, ὁ ὄχλος ὁ μετὰ σοῦ, ὥστε παραδοῦναί με τὴν Μαδιὰμ ἐν χειρὶ αὐτῶν, μήποτε καυχήσηται Ἰσραὴλ ἐπ' ἐμὲ λέγων· ἡ χείρ μου ἔσωσέ με ". τῶν πλείστων τοίνυν ἀπολυθέντων, τοὺς ὑπολειφθέντας τῷ ποταμῷ προσαχ θῆναι προσέταξεν, εἶτα τῶν πλειόνων εἰς γόνυ κλιθέντων καὶ πεπωκότων συντόμως· τῶν δὲ τριακοσίων τοῦτο μὲν δι' ὄκνον οὐ πεποιηκότων, τῇ δὲ χειρὶ τὸ νᾶμα προσενεγκόντων τῷ στόματι, τούτους μόνους ἐκέλευσεν, ὡς ἀργοὺς καὶ νωθεῖς, κατὰ τῶν ἀντιπάλων ὁρμῆσαι· ἵνα γένηται δήλη 301 πᾶσιν ἡ θεία ῥοπή. οὕτω καὶ διὰ δώδεκα ἁλιέων καὶ τελωνῶν καὶ σκυτο τόμου ἑνός, τὴν τῶν δαιμόνων κατέλυσε φάλαγγα, καὶ τῶν ἀνθρώπων τὴν φύσιν διέσωσε. τούτου χάριν ὁ προφήτης Ἠσαΐας τούτοις ἐκεῖνα παρέβαλλεν καὶ ἔφη· " τὴν γὰρ ῥάβδον τῶν ἀπειθούντων διεσκέδασε Κύριος, ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιάμ ". ὥσπερ γὰρ ἐνταῦθα γυμνοῖς ἐχρήσατο στρατιώταις, τῇ μὲν λαιᾷ φέρουσι κεκρυμμένας ἐν ἀμφορεῦσι λαμπάδας, τῇ δεξιᾷ δὲ τὰς σάλπιγγας· οὕτω τοὺς ἱεροὺς ἀποστόλους γυμνοὺς εἰς τὴν οἰκουμένην ἀπέστειλε, φέροντας τὴν λαμπάδα τῶν θαυμάτων καὶ τὴν σάλπιγγα τῶν κηρυγμάτων. XVII Τί ἐστιν, " ἐποίησεν αὐτὰ Γεδεὼν εἰς ἐφοὺδ καὶ ἔσ τησεν αὐτὸ ἐν τῇ πόλει αὐτοῦ ἐν Ἐφραθά "; Παράνομον μὲν τὸ γεγονός. τῷ γὰρ ἐφοὺδ μόνοις ἐξῆν κεχρῆσθαι τοῖς ἱερεῦσι· δι' ἐκείνου γὰρ τὸ πρακτέον ἀπεκαλύπτετο. ὁ μέντοι τοῦ Γεδεὼν σκοπὸς οὐκ εἰς ἀσέβειαν ἀπέκλινεν, ἀλλ' ὡς ἄρχων καὶ στρατηγὸς ἐβού λετο διὰ τοῦ ἐφοὺδ τὸ πρακτέον μανθάνειν· τῷ δὲ λαῷ πρόξενον παρανο μίας ἐγένετο. " ἐξεπόρνευσε, γάρ φησι, πᾶς Ἰσραὴλ ὀπί σω αὐτοῦ ἐκεῖ· καὶ ἐγένετο τῷ Γεδεὼν καὶ τῷ οἴκῳ αὐτοῦ εἰς σκάνδαλον ". τὸ δὲ ἐφούδ, " ἐπωμίδα " ἐν τῇ Ἐξόδῳ ἡρμήνευσα, ᾗ τὸ λόγιον συνήπτετο· δι' ἐκείνου δὲ ἡ ἐν πολέ μοις ἐδηλοῦτο νίκη. ἡ δὲ τῶν Βασιλειῶν ἱστορία σαφέστερον τοῦτο δι δάσκει. τῶν γὰρ ἀλλοφύλων συνηθροισμένων, ἐκέλευσεν ὁ Σαοὺλ ἆραι τὸ ἐφοὺδ τὸν ἱερέα· εἶτα τεταραγμένους τοὺς πολεμίους ἰδών, καὶ τὴν νίκην δεδηλωμένην, " συνάγαγε, φησί, τὸ ἐφούδ ". δῆλον τοίνυν ὡς ὕφασμα ἦν τοῖς ἱερεῦσι περιτιθέμενον, καὶ προμηνύον τὸ πρακ τέον, καὶ ὁ Ἀκύλας δὲ