1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

27

τὸ φίλ τρον· " ἡ γὰρ θήρα αὐτοῦ βρῶσις αὐτῷ "· ἱκανὴ δὲ ἡ θεραπεία καὶ τοὺς ὠμοτάτους μειλίχεσθαι εἴ που γε δὴ πατέρα καὶ πα τέρα φιλόστοργον· εὕροι δ' ἄν τις καὶ τὸν θεῖον ἀπόστολον πλείσταις ὅσαις εὐλογίαις τοὺς τεθεραπευκότας αὐτὸν ἀμειψάμενον. LXXX Πόθεν ἡ Ῥεβέκκα τεθάρρηκεν, ὅτι δὴ τεύξεται τῆς εὐλογίας ὁ Ἰακώβ·καὶ οὕτω τεθάρρηκεν ὡς εἰπεῖν· " ἐπ' ἐμὲ ἡ κατάρα σου, τέκ νον, μόνον ἐπάκουσον τῆς φωνῆς μου "; Προεγνώκει παρὰ τοῦ Θεοῦ τῶν ὅλων, ὅτι " ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι "· ἐκείνῃ τῇ προρρήσει πιστεύουσα, πάντα ἐκίνησεν πόρον, ὥστε τὸν Ἰακὼβ τὴν πατρικὴν εὐλογίαν λαβεῖν. LXXXI Τί δήποτε τῷ Ἰσαὰκ τὸ βούλημα τὸ οἰκεῖον οὐκ ἀπεκάλυψεν ὁ Θεός; Ἵνα ἐναργὴς γένηται ἡ τοῦ Θεοῦ περὶ τὸν Ἰακὼβ κηδεμονία· δείκνυσι δὲ τοῦτο, τὸ μὲν Ἰσαὰκ ἐσπουδακέναι τὸν Ἡσαῦ εὐλογῆσαι· τὴν δὲ θείαν χάριν καὶ παρὰ γνώμην τοῦ Ἰσαάκ, ἐπὶ τὸν Ἰακὼβ ἑλκῦσαι τὴν εὐλογίαν. τοῦτο δὲ καὶ αὐτὸς συνῆκεν ὁ Ἰσαάκ, ὡς γὰρ πάντα πόρον ἐκίνησε καὶ ἀπέστειλε τὸν Ἡσαῦ ἐπὶ τὴν θήραν, καὶ τοῦ Ἰακὼβ τὴν τροφὴν προσενηνοχότος, πολλάκις ἤρετο εἰ αὐτὸς εἴη Ἡσαῦ ὁ πρωτότοκος· καὶ 74 οὐ μόνον ἤρετο ἀλλὰ καὶ τὰς χεῖρας τῷ σώματι προσενήνοχεν. εἶτα τοῦ Ἡσαῦ εἰσεληλυθότος, τὸ γεγενημένον καταπλαγείς, οὐκ ἐχαλέπηνεν ὡς παρὰ παιδὸς ἐξαπατηθείς, ἀλλὰ τὸν θεῖον ἔγνω σκοπὸν καὶ ἣν ἔδωκεν ἐβεβαίωσεν εὐλογίαν. LXXXII Εἶτα οὐ δοκεῖ ἐψεῦσθαι ὁ Ἰακὼβ εἰπών, " ἐγώ εἰμι Ἡσαῦ ὁπρωτότοκός σου; Πριάμενος ἦν τὰ τῶν προτοτοκίων πρεσβεῖα. ἀληθεύων τοιγαροῦν ἑαυ τὸν ἀπεκάλει πρωτότοκον. LXXXIII Τίς δὲ τῆς εὐλογίας ἡ ἑρμηνεία; Ἔμελλεν ἐξ αὐτοῦ κατὰ σάρκα βλαστήσειν ὁ δεσπότης Χριστός, ἡ τῶν ἐθνῶν προσδοκία, ὁ τῆς οἰκουμένης ἁπάσης καὶ σωτὴρ καὶ δεσπότης· ταῦτα προορῶν ὁ πατριάρχης φησίν· " ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου, ὡς ὀσμὴ ἀγροῦ πλήρους ὃν εὐλόγησε Κύ ριος ". ὅτι δὲ πολλάκις ἀγρὸν τὸν κόσμον ἡ θεία καλεῖ γραφὴ μάρτυς ὁ Κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις τὴν παραβολὴν ἑρμηνεύων· " ἀγρὸς γάρ φησιν, ἔστιν ὁ κόσμος· ὁ δὲ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου ". ὅρα τοιγαροῦν ἐν τῷ Ἰακὼβ τῆς οἰκουμένης ἁπάσης τὴν σωτηρίαν· διὸ ἐπεύχεται αὐτῷ τοῦ οὐρανοῦ τὴν δρόσον καὶ τῆς γῆς τὴν πιότητα· ἃ κατὰ μὲν τὸ πρό χειρον καὶ ἐπιπόλαιον τοῦ γράμματος νόημα, δηλοῖ τὴν ἄνωθεν χάριν καὶ τῶν ἀπὸ γῆς ἀγαθῶν τὴν ἀφθονίαν· κατὰ δὲ τὴν τοῦ ἀγροῦ ἑρμη νείαν, αἰνίττεται τοῦ δεσπότου Χριστοῦ διὰ τῆς δρόσου μὲν τὴν θεότητα, διὰ δὲ τῆς πιότητος τῆς γῆς τὴν ἐξ ἡμῶν ἀνθρωπότητα. καὶ γὰρ ὁ μα κάριος ∆αβὶδ ταῦτα προαγορεύων ἔφη· " καταβήσεται ὡς 75 ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγόνες στάζου σαι ἐπὶ τὴν γῆν ". ὥσπερ γὰρ ἡ δρόσος ἀοράτως μὲν κά τεισι, κάτω δὲ συνισταμένη γίνεται δήλη, οὕτως ἀόρατος ὢν ὁ Θεὸς λόγος διὰ τῆς σαρκὸς ἐπὶ γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη καὶ " ἐφανερώθη ἐν σαρκί ", κατὰ τὸν θεῖον ἀπόστολον. καὶ ὁ σῖτος δὲ καὶ ὁ οἶνος τῶν θείων ἐστὶ μυστηρίων αἴνιγμα· τούτῳ συμ φωνεῖ τῷ λόγῳ καὶ τὰ ἑξῆς· " καὶ δουλευσάτωσάν σοι ἔθ νη· πάντα, γάρ φησιν, τὰ ἔθνη δουλεύσουσιν αὐτῷ " ᾗ φησὶν ὁ θεῖος ∆αβίδ· " καὶ προσκυνήσουσιν οἱ ἄρχοντες· βασιλεῖς, γάρ φησι, Θαρσεῖς καὶ νῆσοι δῶρα προ σοίσουσι· βασιλεῖς ἀράβων καὶ Σαβὰ δῶρα προσάξουσι καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς ". ταύτην ἐκράτυνε τὴν εὐλογίαν καὶ ἡνίκα αὐτὸν εἰς τὴν Μεσοποταμίαν ἐξέπεμψεν· " ἔσῃ, γάρ φησιν, εἰς συναγωγὰς ἐθνῶν, καὶ δῴη σοι Κύριος τὴν εὐλογίαν Ἀβραὰμ τοῦ πατρός σου ". τίς δὲ ἡ εὐλο γία, ῥᾴδιον τῷ βουλομένῳ καταμαθεῖν· τῷ γὰρ Ἀβραὰμ ὁ τῶν ὅλων ἔφη Θεός· " ἐν τῷ σπέρματί σου εὐλογηθήσεται πάντα τὰ ἔθνη τῆς γῆς ". LXXXIV Τί δήποτε τοσαύτας εὐλογίας λαβὼν ὁ Ἰακὼβ ἀποδιδράσκει τὸν ἀδελφόν, καὶ μόνος ἀποδημεῖ τῶν ἀναγκαίων ἐστερημένος; Ἐναργέστερον ἐν ταῖς δοκούσαις κακοπραγίαις ἡ τοῦ Θεοῦ κηδεμονία δηλοῦται· οἱ γὰρ ἐν εὐκληρίᾳ ὄντες οὐχ οὕτως ἴσασιν ὅσων ἀγαθῶν ἀπο λαύουσι· τούτου χάριν ἀποδιδράσκει καὶ μόνος ἀποδημεῖ, ἵνα μετὰ πολ λῆς