1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

71

σκεύη τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ τὰς φυλακὰς τῶν υἱῶν Ἰσραὴλ καὶ πάντα τὰ ἔργα τῆς σκηνῆς καὶ δώσεις τοὺς λευΐτας Ἀαρὼν τῷ ἀδελφῷ σου καὶ τοῖς υἱοῖς αὐτοῦ τοῖς ἱερεῦσι· δόμα δεδομένον εἰσὶν οὗτοι ἀπὸ τῶν υἱῶν Ἰσραήλ. καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ καταστήσεις ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυ ρίου, καὶ φυλάξουσι τὴν ἱερατείαν αὐτῶν καὶ πάντα τὰ κατὰ τὸν βωμὸν καὶ τὰ ἔσω τοῦ κα ταπετάσματος· καὶ ὁ ἀλλογενὴς ὁ ἁπτόμενος ἀποθανεῖται ". Μεμαθήκαμεν οὖν ἐντεῦθεν, ὡς οἱ μὲν ἱερεῖς τὰς θυσίας προσέφερον, οἱ δὲ λευΐται τῶν μὲν ἱερέων ὑπουργοί, τῆς δὲ σκηνῆς κατέστησαν φύλακες. διδάσκει δὲ ἐν τοῖς ἑξῆς, τίνα μὲν ἔδει φέρειν τοῦ Καὰθ τὸν δῆμον, τίνα δὲ τὸν Γεδεών, τίνα δὲ τὸν Μεραρί. 193 V Τίνος ἕνεκεν προσέταξεν ὁ Θεὸς ἀριθμηθῆναι τοῦ λαοῦ τὰ πρωτότοκα; Ἐπειδὴ πᾶσαν τοῦ Λευῒ τὴν φυλὴν ταῖς θείαις ἀφιέρωσε λειτουργίαις, καὶ τοῦ πολεμεῖν ἠλευθέρωσεν, εἰκὸς δὲ ἦν δυσχεραίνειν τῶν ἄλλων τινάς, ὡς τούτων προτιμηθέντων· πείθει τοὺς δυσχεραίνοντας ὁ δεσπό της Θεός, ὡς οὐδὲν προσέταξεν ἄδικον. ἡνίκα γάρ, φησίν, ὑμῶν χάριν ἀνῃρέθη τὰ τῶν αἰγυπτίων πρωτότοκα, τὰ ὑμέτερα διεσώθη πρωτότοκα. ἀντὶ τούτων τοίνυν τὴν λευϊτικὴν φυλὴν ταῖς ἐμαῖς ἀπεκλήρωσα λειτουρ γίαις· καὶ ἀντὶ τῶν πρωτοτόκων τῶν ὑμετέρων κτηνῶν, τῶν λευϊτῶν τὰ πρωτότοκα. ἐπειδὴ δὲ πλείους ὤφθησαν τῶν λευϊτῶν τῶν ἄλλων φυλῶν οἱ πρωτότοκοι, προσέταξεν ἕκαστον τῶν μετὰ τὸν ἴσον ἀριθμὸν πέντε δοῦναι σίκλους τοῖς ἱερεῦσιν· εἴκοσι ὀβολοὺς ὁρίσας ἔχειν τὸν σίκλον, καὶ τὸν τοιοῦτον ἀριθμὸν ἅγιον ὀνομάσας, ὡς τοῖς θείοις ἀφωρισμένον, καὶ οὐ παρὰ πᾶσι πολιτευόμενον. ἀλλαχοῦ μέντοι δίδραχμον ὀνομάζει τοὺς εἴκοσι ὀβολούς· τοῦτο τὸ δίδραχμον καὶ ὁ Κύριος ὡς πρωτότοκος ἀπῃτήθη. VI Τί δήποτε τισὶ μὲν τῶν ἱερῶν σκευῶν ὑακίνθινα προσέταξεν ἐπιβληθῆναι καλύμματα, τισὶ δὲ πορφυρᾶ; Τῶν τιμιωτέρων ὑακίνθινα μόνα τὰ καλύμματα ἦν. αἰνίττεται δὲ ἡ χρόα τὸν οὐρανόν· τούτου χάριν τὰ μὲν ἐντὸς τοῦ σκεπάσματος, τούτοις τοῖς ἐπιβλήμασιν καλυφθῆναι προσέταξε, τὰ δὲ ἐκτὸς καὶ πορφυροῖς καὶ τοιού τοις. ὁ μὲν γὰρ οὐρανὸς τιμωρίας οὐκ ἔχει· ἡ δὲ γῆ διὰ τὰς τῶν νόμων παραβάσεις δέχεται καὶ κολάσεις. τῆς δὲ βασιλείας ἡ πορφύρα δηλωτική. θεία δὲ καὶ ἄναρχος καὶ ἀνώλεθρος ἡ τοῦ Θεοῦ βασιλεία. τούτου χάριν τὰ ἔξω τῆς σκηνῆς καὶ πορφυροῖς καὶ ὑακινθίνοις ἐπιβλήμασιν ἐκαλύπτετο. προμηθούμενος δὲ τοῦ δήμου τοῦ Καάθ, προσέταξε πρότερον τοὺς ἱερέας 194 εἴσω τῶν ἀδύτων γενομένους, καλύπτειν τὴν κιβωτὸν καὶ τὰ ἄλλα σκεύη τοῖς προειρημένοις καλύμμασιν· εἶθ' οὕτω τοῦ Καὰθ τὸν δῆμον ταῦτα μετακομίζειν, ἵνα μὴ τὰ ἄψαυστα καὶ ἀθέατα θεασάμενοι, ἐκ τῆς παρα δόξου θέας ὑπομείνωσιν ὄλεθρον. VII Τίνα καλεῖ " ἀκάθαρτον ἐπὶ ψυχῇ "; Τὸν τοῦ τεθνηκότος ἁψάμενον, ἢ ὀστέοις νεκροῦ πελάσαντα. VIII Καὶ τί δήποτε καὶ τούτους καὶ τοὺς λεπροὺς καὶ τοὺς γονορρυεῖς, ἔξω τῆς παρεμβολῆς διάγειν ἐκέλευσεν; Ἀπὸ τῶν σμικρῶν τὰ μεγάλα παιδεύων. εἰ γὰρ ὁ ἁπτόμενος νεκροῦ ἀκά θαρτος, πολλῷ μᾶλλον ὁ νεκρὸν εἰργασάμενος διὰ μιαιφονίας. καὶ εἰ ὁ λεπρὸς ἀκάθαρτος, πολλῷ μᾶλλον ὁ τὰ ποικίλα τῆς κακίας ἐργαζόμενος εἴδη. οὕτω διὰ τοῦ γονορρυοῦς ἡ μοιχεία κατηγορεῖται. εἰ γὰρ τὸ ἀκούσιον μυσαρόν, πολλῷ δήπουθεν τὸ κατὰ γνώμην τολμώμενον. IX Τί ἐστιν " ἀνὴρ ἢ γυνὴ εἴ τις ποιήσει ἀπὸ πασῶν τῶν ἁμαρτιῶν τῶν ἀνθρωπίνων "; Τὰ σμικρότερα τῶν ἁμαρτημάτων ἀνθρώπινα κέκληκεν· ἐπειδὴ τρεπτὴν οὖσαν τῶν ἀνθρώπων τὴν φύσιν πάντων ἀπηλλάχθαι τῶν ἁμαρτημάτων οὐχ οἷόν τε. " οὐδείς, γάρ φησι, καθαρὸς ἀπὸ ῥύπου, οὐδ' ἂν μία ἡμέρα ἡ ζωὴ αὐτοῦ ". τούτου χάριν καὶ ὁ θεῖος βοᾷ ∆αβίδ· " μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου 195 πᾶς ζῶν ". μόνος γὰρ ὁ δεσπότης Χριστός, καὶ ὡς ἄνθρωπος τὸ ἄμωμον ἔχει. καὶ τοῦτο προορῶν ὁ προφήτης Ἠσαΐας ἐβόα· " ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ ". τούτου χάριν καὶ τὰς ἄλλων ἁμαρτίας ἀνέλαβεν, οἰκείας οὐκ ἔχων. οὗτος γάρ φησι· " τὰς ἁμαρ τίας ἡμῶν φέρει,